Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Argonautica

    Book 3

    Apollonius Rhodius

    1 hr 21 min
    1. εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε,

    ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων

    Μηδείης ὑπʼ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν

    ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις

    παρθενικάς· τῶ καί τοι ἐπήρατον οὔνομʼ ἀνῆπται.

    ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν

    μίμνον ἀριστῆες λελοχημένοι· αἱ δʼ ἐνόησαν

    Ἥρη Ἀθηναίη τε, Διὸς δʼ αὐτοῖο καὶ ἄλλων

    ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι

    βούλευον· πείραζε δʼ Ἀθηναίην πάρος Ἥρη·

    αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.

    τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες

    χρύσεον Αἰήταο μεθʼ Ἑλλάδα κῶας ἄγοιντο,

    ἦ καὶ τόνγʼ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν

    μειλιχίοις; ἦ γὰρ ὅγʼ ὑπερφίαλος πέλει αἰνῶς.

    ἔμπης δʼ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.

    ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν·

    καὶ δʼ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν,

    Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω

    φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει

    θυμὸν ἀριστήων· πολέας δʼ ἐπεδοίασα βουλάς.

    ἦ, καὶ ἐπʼ οὔδεος αἵγε ποδῶν πάρος ὄμματʼ ἔπηξαν,

    ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δʼ Ἥρη

    τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον·

    δεῦρʼ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω

    παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται

    κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν

    θέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι. τὸν δʼ ἂν ὀίω

    κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.

    ὧς ἄρʼ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ,

    καί μιν ἔπειτʼ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν·

    Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων,

    οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο.

    εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τʼ ἂν ἔγωγε

    ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.

    ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο

    Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις,

    ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν.

    ἕρκεα δʼ εἰσελθοῦσαι ὑπʼ αἰθούσῃ θαλάμοιο

    ἔσταν, ἵνʼ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο.

    ἀλλʼ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει,

    νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα

    δαίδαλα χάλκευεν ῥιπῇ πυρόσʼ ἡ δʼ ἄρα μούνη

    ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων.

    λευκοῖσιν δʼ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις

    κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς

    πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα

    ἔσχεθεν, εἴσω τέ σφʼ ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο,

    εἷσέ τʼ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ

    ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας.

    τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν·

    Ἠθεῖαι, τίς δεῦρο νόος χρειω τε κομίζει

    δηναιὰς αὔτως; τί δʼ ἱκάνετον, οὔτι πάρος γε

    λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;

    τὴν δʼ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν·

    Κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ.

    ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει

    Αἰσονίδης, ἠδʼ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται.

    τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν,

    δείδιμεν ἐκπάγλως, περὶ δʼ Αἰσονίδαο μάλιστα.

    τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται

    λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν,

    ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις,

    ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας,

    ὅς μʼ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν.

    καὶ δʼ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατʼ Ἰήσων

    ἐξότʼ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου

    ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν

    θήρης ἐξανιών· νιφετῷ δʼ ἐπαλύνετο πάντα

    οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατʼ αὐτῶν

    χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο.

    γρηὶ δέ μʼ εἰσαμένην ὀλοφύρατο, καί μʼ ἀναείρας

    αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ.

    τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβην

    τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις.

    ὧς ηὔδα· Κύπριν δʼ ἐνεοστασίη λάβε μύθων.

    ἅζετο δʼ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα,

    καί μιν ἔπειτʼ ἀγανοῖσι προσέννεπεν ἥγʼ ἐπέεσσιν·

    πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο

    Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω

    ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιεν

    ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.

    ὧς ἔφαθʼ· Ἥρη δʼ αὖτις ἐπιφραδέως ἀγόρευσεν·

    οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν.

    ἀλλʼ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ

    παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο.

    εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα,

    ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω

    νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται.

    ὧς ἄρʼ ἔφη· Κύπρις δὲ μετʼ ἀμφοτέρῃσιν ἔειπεν·

    Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα,

    ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι

    τυτθή γʼ αἰδὼς ἔσσετʼ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο

    οὐκ ὄθεται, μάλα δʼ αἰὲν ἐριδμαίνων ἀθερίζει.

    καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι,

    αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς

    ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς,

    εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει,

    ἕξω ἐμάς, μετέπειτά γʼ ἀτεμβοίμην ἑοῖ αὐτῇ.

    ὧς φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην

    ἀλλήλαις. ἡ δʼ αὖτις ἀκηχεμένη προσέειπεν·

    ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρὴ

    μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή.

    νῦν δʼ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν,

    πειρήσω, καί μιν μειλίξομαι, οὐδʼ ἀπιθήσει.

    ὧς φάτο· τὴν δʼ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός,

    ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν·

    οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις,

    ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδʼ ἐρίδαινε

    χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ὀπίσσω.

    ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δʼ Ἀθήνη·

    ἐκ δʼ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴ

    βῆ ῥʼ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι.

    εὗρε δὲ τόνγʼ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ,

    οὐκ οἶον, μετα καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς

    οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν,

    κάλλεος ἱμερθείς. ἀμφʼ ἀστραγάλοισι δὲ τώγε

    χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο.

    καί ῥʼ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ

    μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν,

    ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς

    χροιῇ θάλλεν ἔρευθος. ὁ δʼ ἐγγύθεν ὀκλαδὸν ἧστο

    σῖγα κατηφιόων· δοιὼ δʼ ἔχεν, ἄλλον ἔτʼ αὔτως

    ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι.

    καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας

    βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδʼ ἐνόησεν

    Κύπριν ἐπιπλομένην. ἡ δʼ ἀντίη ἵστατο παιδός,

    καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν·

    τίπτʼ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως

    ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα;

    εἰ δʼ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω·

    καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα

    κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια

    ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι,

    σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο

    χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον.

    χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφὶ δʼ ἑκάστῳ

    διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται·

    κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δʼ ἐπιδέδρομε πάσαις

    κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο,

    ἀστὴρ ὥς, φλεγέθοντα διʼ ἠέρος ὁλκὸν ἵησιν.

    τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταο

    θέλξον ὀιστεύσας ἐπʼ Ἰήσονι· μηδέ τις ἔστω

    ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.

    ὧς φάτο· τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι.

    μείλια δʼ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος

    νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς.

    λίσσετο δʼ αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δʼ ἀγανοῖσιν

    ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς,

    κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα·

    ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδʼ ἐμὸν αὐτῆς,

    ἦ μέν τοι δῶρόν γε παρέξομαι, οὐδʼ ἀπατήσω,

    εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο.

    φῆ· ὁ δʼ ἄρʼ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ

    μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ.

    αὐτίκα δʼ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ

    πρέμνῳ κεκλιμένην· ἀνὰ δʼ ἀγκύλον εἵλετο τόξον.

    βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν.

    αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο

    αἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος

    οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα

    οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τʼ ἀερθεὶς

    ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν.

    νειόθι δʼ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τʼ ἀνδρῶν

    φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δʼ αὖτε

    ἄκριες, ἀμφὶ δὲ πόντος ἀνʼ αἰθέρα πολλὸν ἰόντι.

    ἥρωες δʼ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς

    ἐν ποταμῷ καθʼ ἕλος λελοχημένοι ἠγορόωντο.

    αὐτὸς δʼ Αἰσονίδης μετεφώνεεν· οἱ δʼ ὑπάκουον

    ἠρέμας ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες·

    ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ

    ἐξερέω· τοῦ δʼ ὔμμι τέλος κρηῆναι ἔοικεν.

    ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασιν

    πᾶσιν ὁμῶς· ὁ δὲ σῖγα νόον βουλήν τʼ ἀπερύκων

    ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας.

    ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθʼ ἕκηλοι·

    αὐτὰρ ἐγὼν ἐς δώματʼ ἐλεύσομαι Αἰήταο,

    υἷας ἑλὼν Φρίξοιο δύω δʼ ἐπὶ τοῖσιν ἑταίρους.

    πειρήσω δʼ ἐπέεσσι παροίτερον ἀντιβολήσας,

    εἴ κʼ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι,

    ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει.

    ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες

    φρασσόμεθʼ, εἴτʼ ἄρηι συνοισόμεθʼ εἴτε τις ἄλλη

    μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς.

    μηδʼ αὔτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι,

    τόνδʼ ἀπαμείρωμεν σφέτερον κτέρας. ἀλλὰ πάροιθεν

    λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας.

    πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις ἐξανύσειεν

    ἠνορέη, τόδʼ ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκει

    πρηΰνας. ὁ δὲ καί ποτʼ ἀμύμονα Φρίξον ἔδεκτο

    μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς.

    πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν,

    ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδʼ ἀλεγίζει.

    ὧς φάτʼ· ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαο

    πασσυδίῃ, οὐδʼ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι.

    καὶ τότʼ ἄρʼ υἱῆας Φρίξου Τελαμῶνά θʼ ἕπεσθαι

    ὦρσε καὶ Αὐγείην· αὐτὸς δʼ ἕλεν Ἑρμείαο

    σκῆπτρον· ἄφαρ δʼ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ

    χέρσονδʼ ἐξαπέβησαν ἐπὶ θρῳσμοῦ πεδίοιο.

    Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ

    ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν,

    τῶν καὶ ἐπʼ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται

    δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν

    ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐδʼ ἐνὶ γαίῃ

    ἔστι θέμις στείλαντας ὕπερθʼ ἐπὶ σῆμα χέεσθαι,

    ἀλλʼ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις

    δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δʼ ἴσην

    καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν

    θηλυτέρας· ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται.

    τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα

    ἠέρα πουλὺν ἐφῆκε διʼ ἄστεος, ὄφρα λάθοιεν

    Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες.

    ὦκα δʼ ὅτʼ ἐκ πεδίοιο πόλιν καὶ δώμαθʼ ἵκοντο

    Αἰήτεω, τότε δʼ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη.

    ἔσταν δʼ ἐν προμολῇσι τεθηπότες ἕρκεʼ ἄνακτος

    εὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχους

    ἑξείης ἄνεχον· θριγκὸς δʼ ἐφύπερθε δόμοιο

    λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει.

    εὔκηλοι δʼ ὑπὲρ οὐδὸν ἔπειτʼ ἔβαν. ἄγχι δὲ τοῖο

    ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν

    ὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον. αἱ δʼ ὑπὸ τῇσιν

    ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν

    Ἥφαιστος. καί ῥʼ ἡ μέν ἀναβλύεσκε γάλακτι,

    ἡ δʼ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ·

    ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν

    θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαις

    κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.

    τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο

    τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα.

    καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων

    ἦν στόματʼ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον·

    πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον

    ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις

    δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι.

    ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δʼ ἐπὶ πολλαὶ

    δικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα·

    δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο.

    λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν.

    τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν,

    κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι·

    ἄλλῳ δʼ Ἄψυρτος ναῖεν πάις Αἰήταο.

    τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια

    πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν,

    Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν.

    καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα

    ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν.

    τοὺς δʼ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες

    ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρʼ οἵγε

    ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν—

    Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δʼ οὔτι θάμιζεν

    ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο

    νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα—

    καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δʼ ἄκουσεν

    Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι

    νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι

    ἔδραμον. ἡ δʼ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα

    ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοὶ

    μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες

    γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον·

    ἔμπης οὐκ ἄρʼ ἐμέλλετʼ ἀκηδείῃ με λιπόντες

    τηλόθι πλάγξασθαι· μετὰ δʼ ὑμέας ἔτραπεν αἶσα.

    δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης

    λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε

    πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατʼ ἀνίας

    ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο,

    ὅστις ὅδʼ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι

    μητέρʼ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε;

    ὧς ἔφατʼ· Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε,

    ἐκ δʼ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο,

    Χαλκιόπης ἀίουσα· τὸ δʼ αὐτίκα πᾶν ὁμάδοιο

    ἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο

    ταῦρον ἅλις δμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷ

    κόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν,

    ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι.

    τόφρα δʼ Ἔρως πολιοῖο διʼ ἠέρος ἷξεν ἄφαντος,

    τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος

    τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες.

    ὦκα δʼ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας

    ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετʼ ἰόν.

    ἐκ δʼ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν

    ὀξέα δενδίλλων· αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς

    Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ,

    ἰθὺς δʼ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν

    ἧκʼ ἐπὶ Μηδείῃ· τὴν δʼ ἀμφασίη λάβε θυμόν.

    αὐτὸς δʼ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο

    καγχαλόων ἤιξε· βέλος δʼ ἐνεδαίετο κούρῃ

    νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δʼ αἰεὶ

    βάλλεν ὑπʼ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο

    στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τινʼ ἄλλην

    μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ.

    ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ

    χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν,

    ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο,

    ἄγχι μάλʼ ἐγρομένη· τὸ δʼ ἀθέσφατον ἐξ ὀλίγοιο

    δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντʼ ἀμαθύνει·

    τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ

    οὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς

    ἐς χλόον, ἄλλοτʼ ἔρευθος, ἀκηδείῃσι νόοιο.

    δμῶες δʼ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν,

    αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς,

    ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν.

    ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς

    υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν·

    παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων

    ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα,

    πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη

    σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο

    πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου.

    ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο

    δινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν

    Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθα

    ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περ

    ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης.

    ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν,

    εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται

    ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.

    τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν

    Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο

    μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν·

    Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι

    ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας

    νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα

    λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν.

    οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον

    ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείνας

    εὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες

    νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκεν

    ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα,

    αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν,

    οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες

    ἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται.

    χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω.

    τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι

    καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ

    σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν,

    πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν

    στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν

    καὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς

    Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι.

    νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην,

    οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν,

    τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν

    λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις

    ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι.

    ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ

    νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς.

    τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον

    ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς

    ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις.

    αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει

    χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν

    δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας

    Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει.

    εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε

    ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην.

    τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν,

    κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο.

    εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης,

    οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο.

    ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες·

    Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο.

    τόνδε δʼ ἄρʼ, Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις,

    δέρκεαι Αὐγείην· Τελαμὼν δʼ ὅγε, κυδίστοιο

    Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν.

    ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι,

    ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.

    τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις

    εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο.

    φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα

    Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει·

    ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο·

    οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες,

    νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης,

    πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι;

    αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας,

    σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε.

    εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης,

    ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας

    ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν,

    ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι,

    οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.

    φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο

    νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς

    ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν

    Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν·

    Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως

    ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας,

    οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι

    τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων

    καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή.

    δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ

    θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη

    πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν,

    εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον

    δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.

    Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς

    διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν,

    ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι,

    ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον

    φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν·

    ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις;

    εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως

    οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε,

    δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα,

    πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω,

    ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα.

    πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος,

    τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα.

    δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται

    ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες·

    τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος

    τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ

    οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν,

    ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας

    ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δʼ αὖθι δαΐζων

    κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας.

    ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην

    παύομαι ἀμήτοιο. σύ δʼ, εἰ τάδε τοῖα τελέσσεις,

    αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος·

    πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲς

    ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.

    ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας

    ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι.

    βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν

    θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον·

    ὀψε δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν·

    Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις.

    τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα

    τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο

    ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης,

    ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.

    ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε

    σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα·

    ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο·

    εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι,

    ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο,

    αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος

    ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.

    Ἴσκεν ἀπηλεγέως· ὁ δʼ ἀπὸ θρόνου ὤρνυτʼ Ἰήσων,

    Αὐγείης Τελαμών τε παρασχεδόν· εἵπετο δʼ Ἄργος

    οἶος, ἐπεὶ μεσσηγὺς ἔτʼ αὐτόθι νεῦσε λιπέσθαι

    αὐτοκασιγνήτοις· οἱ δʼ ἤισαν ἐκ μεγάροιο.

    θεσπέσιον δʼ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς

    κάλλεϊ καὶ χαρίτεσσιν· ἐπʼ αὐτῷ δʼ ὄμματα κούρη

    λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην,

    κῆρ ἄχεϊ σμύχουσα· νόος δέ οἱ ἠύτʼ ὄνειρος

    ἑρπύζων πεπότητο μετʼ ἴχνια νισσομένοιο.

    καί ῥʼ οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες.

    Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο

    καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει.

    αὔτως δʼ αὖ Μήδεια μετέστιχε· πολλὰ δὲ θυμῷ

    ὥρμαινʼ, ὅσσα τʼ Ἔρωτες ἐποτρύνουσι μέλεσθαι.

    προπρὸ δʼ ἄρʼ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα,

    αὐτός θʼ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο,

    οἷά τʼ ἔειφʼ, ὥς θʼ ἕζετʼ ἐπὶ θρόνου, ὥς τε θύραζε

    ἤιεν· οὐδέ τινʼ ἄλλον ὀίσσατο πορφύρουσα

    ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δʼ αἰὲν ὀρώρει

    αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν.

    τάρβει δʼ ἀμφʼ αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτὸς

    Αἰήτης φθίσειεν· ὀδύρετο δʼ ἠύτε πάμπαν

    ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειὰς

    δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν·

    ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον·

    τίπτε με δειλαίην τόδʼ ἔχει ἄχος; εἴθʼ ὅγε πάντων

    φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων,

    ἐρρέτω. ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι.

    ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηί, πέλοιτο,

    οἴκαδε νοστήσειε φυγὼν μόρον· εἰ δέ μιν αἶσα

    δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη,

    οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ.

    ἡ μὲν ἄρʼ ὧς ἐόλητο νόον μελεδήμασι κούρη.

    οἱ δʼ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν

    τὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο,

    δὴ τότʼ Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν·

    Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἥντινʼ ἐνίψω·

    πείρης δʼ οὐ μάλʼ ἔοικε μεθιέμεν ἐν κακότητι.

    κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο

    φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν.

    τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβος

    ἔσσετʼ ἀεθλεύοντι δαμήμεναι· ἀλλὰ μάλʼ αἰνῶς

    δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ.

    ἔμπης δʼ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων,

    ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθʼ ἧμιν ὄλεθρος.

    Ἴσκεν ἐυφρονέων· ὁ δʼ ἀμείβετο τοῖσδʼ ἐπέεσσιν·

    ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω.

    βάσκʼ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις

    ὄρνυθι λισσόμενος· μελέη γε μὲν ἧμιν ὄρωρεν

    ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν.

    ὧς ἔφατʼ· ὦκα δʼ ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροι

    γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο·

    τοῖσιν δʼ Αἰσονίδης τετιημένος ἔκφατο μῦθον·

    ὦ φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ

    ἀντικρὺ κεχόλωται, ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ

    οὔτʼ ἐμοί, οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο.

    φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι

    ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντας.

    τετράγυον δʼ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι·

    δώσειν δʼ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥʼ ἀνίῃσιν

    γηγενέας χαλκέοις σὺν τεύχεσιν· ἤματι δʼ αὐτῷ

    χρειὼ τούσγε δαΐξαι. ὃ δή νύ οἱ—οὔτι γὰρ ἄλλο

    βέλτερον ἦν φράσσασθαι—ἀπηλεγέως ὑποέστην.

    ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἀνήνυτος εἴσατʼ ἄεθλος,

    δὴν δʼ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο,

    ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺς

    θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν·

    ὥρη μητιάασθαι ὅ κʼ ἔρξομεν. οὐ μὲν ἔολπα

    βουλῆς εἶναι ὄνειαρ, ὅσον τʼ ἐπὶ κάρτεϊ χειρῶν.

    εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο,

    ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο,

    ἦ τʼ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο·

    εἰ δʼ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν

    ἠνορέῃ, μήτʼ αὐτὸς ἐπείγεο, μήτε τινʼ ἄλλον

    τῶνδʼ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε

    σχήσομʼ, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος.

    ὧς ἔφατʼ Αἰακίδης· Τελαμῶνι δὲ θυμὸς ὀρίνθη·

    σπερχόμενος δʼ ἀνόρουσε θοῶς· ἐπὶ δὲ τρίτος Ἴδας

    ὦρτο μέγα φρονέων, ἐπὶ δʼ υἱέε Τυνδαρέοιο·

    σὺν δὲ καὶ Οἰνεΐδης ἐναρίθμιος αἰζηοῖσιν

    ἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους

    ἀντέλλων· τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός.

    οἱ δʼ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δʼ Ἄργος

    τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου·

    ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον. ἀλλά τινʼ οἴω

    μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν.

    τῶ καί περ μεμαῶτες, ἐρητύοισθʼ ἐνὶ νηὶ

    τυτθὸν ἔθʼ, ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης

    λώιον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι.

    κούρη τις μεγάροισιν ἐνιτρέφετʼ Αἰήταο,

    τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι

    φάρμαχʼ, ὅσʼ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ,

    τοῖσι καὶ ἀκαμάτοιο πυρὸς μειλίσσετʼ ἀυτμή,

    καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας,

    ἄστρα τε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους.

    τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδʼ ἰόντες

    μνησάμεθʼ, εἴ κε δύναιτο, κασιγνήτη γεγαυῖα,

    μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ.

    εἰ δὲ καὶ αὐτοῖσιν τόδʼ ἐφανδάνει, ἦ τʼ ἂν ἱκοίμην

    ἤματι τῷδʼ αὐτῷ πάλιν εἰς δόμον Αἰήταο

    πειρήσων· τάχα δʼ ἂν σὺν δαίμονι πειρηθείην.

    ὧς φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες.

    τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς

    ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις·

    κίρκος δʼ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος

    τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν·

    ὔμμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται·

    οὐδέ τῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον,

    παρθενικὴν δʼ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας

    μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν,

    εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστον

    πέφραδεν ἔσσεσθαι. κείνης δʼ ὅγε μείλιχος ὄρνις

    πότμον ὑπεξήλυξε· κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ

    τόνδε κατʼ οἰωνὸν προτιόσσεται, ὧς δὲ πέλοιτο.

    ἀλλά, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν,

    ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε.

    Ἴσκεν· ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς

    μνησάμενοι· μοῦνος δʼ Ἀφαρήιος ἄνθορεν Ἴδας,

    δείνʼ ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε·

    ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδʼ ἔβημεν,

    οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι,

    οὐκέτʼ Ἐνυαλίοιο μέγα σθένος; ἐς δὲ πελείας

    καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων;

    ἔρρετε, μηδʼ ὔμμιν πολεμήια ἔργα μέλοιτο,

    παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν.

    ὧς ηὔδα μεμαώς· πολέες δʼ ὁμάδησαν ἑταῖροι

    ἦκα μάλʼ, οὐδʼ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον.

    χωόμενος δʼ ὅγʼ ἔπειτα καθέζετο· τοῖσι δʼ Ἰήσων

    αὐτίκʼ ἐποτρύνων τὸν ἑὸν νόον ὧδʼ ἀγόρευεν·

    Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἕαδεν,

    στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο

    ἀμφαδὸν ἤδη πείσματʼ ἀνάψομεν. ἦ γὰρ ἔοικεν

    μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν.

    ὧς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι

    καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν· οἱ δʼ ἐπὶ νηὸς

    εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο

    τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς.

    αὐτίκα δʼ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων

    νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον,

    ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων.

    στεῦτο δʼ, ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται

    ἄνδρα τόν, ὅς ῥʼ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον,

    δρυμὸν ἀναρρήξας λασίης καθύπερθε· κολώνης

    αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρʼ ἀλεγεινὴν

    ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες.

    οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα

    δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων

    ξείνων μελιχίῃ τε θεουδείῃ τʼ ἐκέκαστο,

    εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπʼ οὐρανοῦ ἄγγελον ἧκεν

    Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν·

    μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας

    ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν

    ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν,

    κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων

    αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι.

    νόσφι δὲ οἷ αὐτῷ φάτʼ ἐοικότα μείλια τίσειν

    υἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺς

    ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆς

    καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὥς ποτε βάξιν

    λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ἠελίοιο,

    χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης

    σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι·

    τῶ καὶ ἐελδομένους πέμπειν ἐς Ἀχαιίδα γαῖαν

    πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐδὲ θυγατρῶν

    εἶναί οἱ τυτθόν γε δέος, μή πού τινα μῆτιν

    φράσσωνται στυγερήν, οὐδʼ υἱέος Ἀψύρτοιο·

    ἀλλʼ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι.

    καί ῥʼ ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν

    χωόμενος· μέγα δέ σφιν ἀπείλεε νῆά τʼ ἔρυσθαι

    ἠδʼ αὐτούς, ἵνα μήτις ὑπὲκ κακότητος ἀλύξῃ.

    τόφρα δὲ μητέρʼ ἑήν, μετιὼν δόμον Αἰήταο,

    Ἄργος παντοίοισι παρηγορέεσκʼ ἐπέεσσιν,

    Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτὴ

    πρόσθεν μητιάασκε· δέος δέ μιν ἴσχανε θυμόν,

    μή πως ἠὲ παρʼ αἶσαν ἐτώσια μειλίξαιτο

    πατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν

    ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο.

    κούρην δʼ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος

    λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες,

    οἷά τʼ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι.

    τὸν ξεῖνον δʼ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον,

    οὔτι μάλʼ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι,

    οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταο

    ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο

    κουριδίην παράκοιτιν· ὀίετο δʼ ἀμφὶ βόεσσιν

    αὐτὴ ἀεθλεύουσα μάλʼ εὐμαρέως πονέεσθαι·

    σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν,

    οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας, ἀλλά οἱ αὐτῷ

    προύθεσαν· ἐκ δʼ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον

    πατρί τε καὶ ξείνοις· αὐτῇ δʼ ἐπιέτρεπον ἄμφω

    τὼς ἔμεν, ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν.

    ἡ δʼ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων,

    εἵλετο· τοὺς δʼ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δʼ ἐβόησαν

    χωόμενοι· τὴν δʼ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν.

    παλλομένη δʼ ἀνόρουσε φόβῳ, περί τʼ ἀμφί τε τοίχους

    πάπτηνεν θαλάμοιο· μόλις δʼ ἐσαγείρατο θυμὸν

    ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δʼ ἀνενείκατο φωνήν·

    δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι.

    δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος

    ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται.

    μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην

    ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων.

    ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτʼ ἄνευθεν

    αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μʼ ἀέθλῳ

    χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα

    παισί· τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος.

    ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο,

    νήλιπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαι

    αὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψεν.

    δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο,

    αἰδοῖ ἐεργομένη· μετὰ δʼ ἐτράπετʼ αὖτις ὀπίσσω

    στρεφθεῖσʼ· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τʼ ἀλέεινεν

    εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα·

    ἤτοι ὅτʼ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς·

    αἰδοῖ δʼ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν.

    τρὶς μὲν ἐπειρήθη, τρὶς δʼ ἔσχετο, τέτρατον αὖτις

    λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα.

    ὡς δʼ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν

    μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες,

    οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν

    αἰδοῖ ἐπιφροσύνῃ τε· μυχῷ δʼ ἀχέουσα θαάσσει·

    τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω

    δήνεσιν ἀλλήλων· ἡ δʼ ἔνδοθι δαιομένη περ

    σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα,

    μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες·

    τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω

    μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσʼ ἐνόησεν

    δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα·

    Χαλκιόπῃ δʼ ἤγγειλε παρασχεδόν· ἡ δʼ ἐνὶ παισὶν

    ἧστʼ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι.

    ἀλλʼ οὐδʼ ὧς ἀπίθησεν, ὅτʼ ἔκλυεν ἀμφιπόλοιο

    μῦθον ἀνώιστον· διὰ δʼ ἔσσυτο θαμβήσασα

    ἐκ θαλάμου θάλαμόνδε διαμπερές, ᾧ ἔνι κούρη

    κέκλιτʼ ἀκηχεμένη, δρύψεν δʼ ἑκάτερθε παρειάς·

    ὡς δʼ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν·

    Ὤι μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις;

    τίπτʼ ἔπαθες; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος;

    ἤ νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος,

    ἦέ τινʼ οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν

    ἀμφί τʼ ἐμοὶ καὶ παισίν; ὄφελλέ με μήτε τοκήων

    δῶμα τόδʼ εἰσοράαν, μηδὲ πτόλιν, ἀλλʼ ἐπὶ γαίης

    πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων.

    ὧς φάτο· τῆς δʼ ἐρύθηνε παρήια· δὴν δέ μιν αἰδὼς

    παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυῖαν.

    μῦθος δʼ ἄλλοτε μέν οἱ ἐπʼ ἀκροτάτης ἀνέτελλεν

    γλώσσης, ἄλλοτʼ ἔνερθε κατὰ στῆθος πεπότητο.

    πολλάκι δʼ ἱμερόεν μὲν ἀνὰ στόμα θυῖεν ἐνισπεῖν·

    φθογγῇ δʼ οὐ προύβαινε παροιτέρω· ὀψὲ δʼ ἔειπεν

    τοῖα δόλῳ· θρασέες γὰρ ἐπεκλονέεσκον Ἔρωτες·

    Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται,

    μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκʼ ὀλέσσῃ.

    τοῖα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ

    λεύσσω ὀνείρατα λυγρά, τά τις θεὸς ἀκράαντα

    θείη, μηδʼ ἀλεγεινὸν ἐφʼ υἱάσι κῆδος ἕλοιο.

    φῆ ῥα, κασιγνήτης πειρωμένη, εἴ κέ μιν αὐτὴ

    ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν.

    τὴν δʼ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη

    δείματι, τοῖʼ ἐσάκουσεν· ἀμείβετο δʼ ὧδʼ ἐπέεσσιν·

    καὶ δʼ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα,

    εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν.

    ἀλλʼ ὄμοσον Γαῖάν τε καὶ Οὐρανόν, ὅττι τοι εἴπω

    σχήσειν ἐν θυμῷ, σύν τε δρήστειρα πέλεσθαι.

    λίσσομʼ ὑπὲρ μακάρων σέο τʼ αὐτῆς ἠδὲ τοκήων,

    μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαι

    λευγαλέως· ἢ σοίγε φίλοις σὺν παισὶ θανοῦσα

    εἴην ἐξ Ἀίδεω στυγερὴ μετόπισθεν Ἐρινύς.

    ὧς ἄρʼ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτʼ αὐτίκα δάκρυ·

    νειόθι θʼ ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν,

    σὺν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθʼ ἐλεεινὸν

    ἄμφω ἐπʼ ἀλλήλῃσι θέσαν γόον· ὦρτο δʼ ἰωὴ

    λεπταλέη διὰ δώματʼ ὀδυρομένων ἀχέεσσιν.

    τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα·

    δαιμονίη, τί νύ τοι ῥέξω ἄκος, οἷʼ ἀγορεύεις,

    ἀράς τε στυγερὰς καὶ Ἐρινύας; αἲ γὰρ ὄφελλεν

    ἔμπεδον εἶναι ἐπʼ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι.

    ἴστω Κόλχων ὅρκος ὑπέρβιος ὅντινʼ ὀμόσσαι

    αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανός, ἥ θʼ ὑπένερθεν

    γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο,

    μή σʼ ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν.

    φῆ ἄρα· Χαλκιόπη δʼ ἠμείβετο τοῖσδʼ ἐπέεσσιν·

    οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ

    ἢ δόλον, ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου,

    παίδων εἵνεκʼ ἐμεῖο; καὶ ἐκ κείνοιο δʼ ἱκάνει

    Ἄργος, ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς·

    μεσσηγὺς μὲν τόνγε δόμῳ λίπον ἐνθάδʼ ἰοῦσα.

    ὧς φάτο· τῇ δʼ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός,

    φοινίχθη δʼ ἄμυδις καλὸν χρόα, κὰδ δέ μιν ἀχλὺς

    εἷλεν ἰαινομένην, τοῖον δʼ ἐπὶ μῦθον ἔειπεν·

    Χαλκιόπη, ὡς ὔμμι φίλον τερπνόν τε τέτυκται,

    ὧς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι

    ἠώς, μηδέ με δηρὸν ἔτι ζώουσαν ἴδοιο,

    εἴ γέ τι σῆς ψυχῆς προφερέστερον, ἠέ τι παίδων

    σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασιν,

    κηδεμόνες τε φίλοι καὶ ὁμήλικες. ὧς δὲ καὶ αὐτὴ

    φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι,

    ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ

    νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον.

    ἀλλʼ ἴθι, κεῦθε δʼ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας

    λήσομαι ἐντύνουσα ὑπόσχεσιν· ἦρι δὲ νηὸν

    οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων.

    ὧς ἥγʼ ἐκ θαλάμοιο πάλιν κίε, παισί τʼ ἀρωγὴν

    αὐτοκασιγνήτης διεπέφραδε. τὴν δέ μιν αὖτις

    αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν,

    τοῖα παρὲξ οὗ πατρὸς ἐπʼ ἀνέρι μητιάασθαι.

    νὺξ μὲν ἔπειτʼ ἐπὶ γαῖαν ἄγεν κνέφας· οἱ δʼ ἐνὶ πόντῳ

    ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος

    ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης

    ἤδη καὶ πυλαωρὸς ἐέλδετο· καί τινα παίδων

    μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμʼ ἐκάλυπτεν·

    οὐδὲ κυνῶν ὑλακὴ ἔτʼ ἀνὰ πτόλιν, οὐ θρόος ἦεν

    ἠχήεις· σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην.

    ἀλλὰ μάλʼ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος.

    πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματʼ ἔγειρεν

    δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν

    φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος.

    πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν,

    ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη

    ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι

    ἠέ που ἐν γαυλῷ κέχυται· ἡ δʼ ἔνθα καὶ ἔνθα

    ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα·

    ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης.

    δάκρυ δʼ ἀπʼ ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δʼ αἰεὶ

    τεῖρʼ ὀδύνη σμύχουσα διὰ χροός, ἀμφί τʼ ἀραιὰς

    ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις,

    ἔνθʼ ἀλεγεινότατον δύνει ἄχος, ὁππότʼ ἀνίας

    ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες.

    φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων

    δωσέμεν, ἄλλοτε δʼ οὔτι· καταφθίσθαι δὲ καὶ αὐτή·

    αὐτίκα δʼ οὔτʼ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν,

    ἀλλʼ αὔτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην.

    ἑζομένη δἤπειτα δοάσσατο, φώνησέν τε·

    δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι;

    πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι· οὐδέ τις ἀλκὴ

    πήματος· ἀλλʼ αὔτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γε

    Ἀρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι,

    πρὶν τόνγʼ εἰσιδέειν, πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαι

    Χαλκιόπης υἷας. τοὺς μὲν θεὸς ἤ τις Ἐρινὺς

    ἄμμι πολυκλαύτους δεῦρʼ ἤγαγε κεῖθεν ἀνίας.

    φθίσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι

    μοῖρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας

    φάρμακα μησαμένη; ποῖον δʼ ἐπὶ μῦθον ἐνίψω;

    τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετʼ ἀρωγῆς;

    ἦ μιν ἄνευθʼ ἑτάρων προσπτύξομαι οἶον ἰδοῦσα;

    δύσμορος· οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπης

    λωφήσειν ἀχέων· τότε δʼ ἂν κακὸν ἄμμι πέλοιτο,

    κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς,

    ἐρρέτω ἀγλαΐη· ὁ δʼ ἐμῇ ἰότητι σαωθεὶς

    ἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο.

    αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτʼ ἐξανύσειεν ἄεθλον,

    τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ,

    ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ.

    ἀλλὰ καὶ ὧς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσω

    κερτομίας· τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει

    πότμον ἐμόν· καί κέν με διὰ στόματος φορέουσαι

    Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται·

    ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο

    κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας,

    μαργοσύνῃ εἴξασα. τί δʼ οὐκ ἐμὸν ἔσσεται αἶσχος;

    ᾤ μοι ἐμῆς ἄτης. ἦ τʼ ἂν πολὺ κέρδιον εἴη

    τῇδʼ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν

    πότμῳ ἀνωίστῳ, κάκʼ ἐλέγχεα πάντα φυγοῦσαν,

    πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι.

    ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ

    φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήριʼ, ἔκειτο.

    ἐνθεμένη δʼ ἐπὶ γούνατʼ ὀδύρετο. δεῦε δὲ κόλπους

    ἄλληκτον δακρύοισι, τὰ δʼ ἔρρεεν ἀσταγὲς αὔτως,

    αἴνʼ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δʼ ἥγε

    φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο.

    ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο,

    ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω

    δεῖμʼ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθʼ Ἀίδαο.

    ἔσχετο δʼ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι

    θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο.

    μνήσατο μὲν τερπνῶν, ὅσʼ ἐνὶ ζωοῖσι πέλονται,

    μνήσαθʼ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη·

    καί τέ οἱ ἠέλιος γλυκίων γένετʼ εἰσοράασθαι,

    ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθʼ ἕκαστα.

    καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων,

    Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐδʼ ἔτι βουλὰς

    ἄλλῃ δοιάζεσκεν· ἐέλδετο δʼ αἶψα φανῆναι

    ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη

    φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν.

    πυκνὰ δʼ ἀνὰ κληῖδας ἑῶν λύεσκε θυράων,

    αἴγλην σκεπτομένη· τῇ δʼ ἀσπάσιον βάλε φέγγος

    Ἠριγενής, κίνυντο δʼ ἀνὰ πτολίεθρον ἕκαστοι.

    ἔνθα κασιγνήτους μὲν ἔτʼ αὐτόθι μεῖναι ἀνώγει

    Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης·

    αὐτὸς δʼ αὖτʼ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς.

    ἡ δʼ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ

    παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας,

    αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο,

    αὐσταλέας δʼ ἔψησε παρηίδας· αὐτὰρ ἀλοιφῇ

    νεκταρέῃ φαιδρύνετʼ ἐπὶ χρόα· δῦνε δὲ πέπλον

    καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν·

    ἀμβροσίῳ δʼ ἐφύπερθε καρήατι βάλλε καλύπτρην

    ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα

    στεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἦεν

    θεσπέσιʼ, ἄλλα τʼ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω.

    κέκλετο δʼ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι

    ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο

    ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι,

    ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ,

    οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν.

    ἔνθʼ αὖτʼ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην·

    ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο

    φάρμακον, ὅ ῥά τέ φασι Προμήθειον καλέεσθαι.

    τῷ εἴ κʼ ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν

    κούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο,

    ἦ τʼ ἂν ὅγʼ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν,

    οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι· ἀλλὰ καὶ ἀλκῇ

    λωίτερος κεῖνʼ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο.

    πρωτοφυὲς τόγʼ ἀνέσχε καταστάξαντος ἔραζε

    αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν

    αἱματόεντʼ ἰχῶρα Προμηθῆος μογεροῖο.

    τοῦ δʼ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν

    χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη,

    καυλοῖσιν διδύμοισιν ἐπήορον· ἡ δʼ ἐνὶ γαίῃ

    σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα.

    τῆς οἵην τʼ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ

    Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι,

    ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν,

    ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα,

    Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν,

    λυγαίῃ ἐνὶ νυκτί, σὺν ὀρφναίοις φαρέεσσιν.

    μυκηθμῷ δʼ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα,

    ῥίζης τεμνομένης Τιτηνίδος· ἔστενε δʼ αὐτὸς

    Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων.

    τό ῥʼ ἥγʼ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ,

    ἥ τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο.

    ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατʼ ἀπήνης·

    σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν.

    αὐτὴ δʼ ἡνίʼ ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην

    δεξιτερῇ, ἔλαεν δὲ διʼ ἄστεος· αἱ δὲ δὴ ἄλλαι

    ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν,

    τρώχων εὐρεῖαν κατʼ ἀμαξιτόν· ἂν δὲ χιτῶνας

    λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον.

    οἵη δὲ λιαροῖσιν ἐφʼ ὕδασι Παρθενίοιο,

    ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο

    χρυσείοις Λητωὶς ἐφʼ ἅρμασιν ἑστηυῖα

    ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας,

    τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης·

    τῇ δʼ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπʼ αὐτῆς

    ἀγρόμεναι πηγῆς Ἀμνισίδος, ἂν δὲ δὴ ἄλλαι

    ἄλσεα καὶ σκοπιὰς πολυπίδακας· ἀμφὶ δὲ θῆρες

    κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν·

    ὧς αἵγʼ ἐσσεύοντο διʼ ἄστεος· ἀμφὶ δὲ λαοὶ

    εἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης.

    αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπʼ ἀγυιάς,

    νηὸν δʼ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα,

    δὴ τότʼ ἐυτροχάλοιο κατʼ αὐτόθι βήσατʼ ἀπήνης

    ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν·

    ὦ φίλαι, ἦ μέγα δή τι παρήλιτον, οὐδʼ ἐνόησα

    μὴ ἴμεν ἀλλοδαποῖσι μετʼ ἀνδράσιν, οἵ τʼ ἐπὶ γαῖαν

    ἡμετέρην στρωφῶσιν. ἀμηχανίῃ βεβόληται

    πᾶσα πόλις· τὸ καὶ οὔτις ἀνήλυθε δεῦρο γυναικῶν

    τάων, αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται.

    ἀλλʼ ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὔ νύ τις ἄλλος ἔπεισιν,

    εἰ δʼ ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν

    μειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης

    λεξάμεναι τότʼ ἔπειτʼ αὐτὴν ἀπονισσόμεθʼ ὥρην.

    καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδʼ ἵκοισθε

    ἤματι τῷ, εἴ μοι συναρέσσετε τήνδε μενοινήν.

    Ἄργος γάρ μʼ ἐπέεσσι παρατρέπει, ὧς δὲ καὶ αὐτὴ

    Χαλκιόπη· τὰ δὲ σῖγα νόῳ ἔχετʼ εἰσαΐουσαι

    ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται.

    τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη,

    δῶρʼ ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀέθλων.

    αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸν

    κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι,

    ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃ

    δῶρα φέρων, τῷ δʼ αὖτε κακώτερον ἄλλο πόρωμεν

    φάρμακον. ἀλλʼ ἀπονόσφι πέλεσθέ μοι, εὖτʼ ἂν ἵκηται.

    ὧς ηὔδα· πάσῃσι δʼ ἐπίκλοπος ἥνδανε μῆτις.

    αὐτίκα δʼ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας

    Ἄργος, ὅτʼ ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν

    ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν,

    ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο Μόψος

    Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν

    οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν.

    ἔνθʼ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετʼ ἀνδρῶν,

    οὔθʼ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθʼ ὅσοι ἄλλων

    ἀθανάτων ἥρωες ἀφʼ αἵματος ἐβλάστησαν,

    οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ

    ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι.

    τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι

    λαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθῳ

    Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα.

    ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ

    αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα,

    τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι.

    τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα

    ὑψοῦ ἐπʼ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς·

    Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδʼ ὅσα παῖδες ἴσασιν

    οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸν

    οὔτʼ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο

    ἠιθέῳ, εὖτʼ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται.

    ἔρροις, ὦ κακόμαντι, κακοφραδές· οὔτε σε Κύπρις,

    οὔτʼ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες.

    Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας

    ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τʼ ἔειπεν·

    τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην

    δήεις, Αἰσονίδη· μάλα δʼ ἠπίῃ ἀντιβολήσεις

    Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων

    ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς.

    νῶι δʼ, ἐγὼν Ἄργος τε, δεδεγμένοι, εὖτʼ ἂν ἵκηαι,

    τῷδʼ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθʼ· οἰόθι δʼ αὐτὸς

    λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.

    ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω.

    οὐδʼ ἄρα Μηδείης θυμὸς τράπετʼ ἄλλα νοῆσαι,

    μελπομένης περ ὅμως· πᾶσαι δέ οἱ, ἥντινʼ ἀθύροι

    μολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι.

    ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐδέ ποτʼ ὄσσε

    ἀμφιπόλων μεθʼ ὅμιλον ἔχʼ ἀτρέμας· ἐς δὲ κελεύθους

    τηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς.

    ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον

    ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι.

    αὐτὰρ ὅγʼ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη

    ὑψόσʼ ἀναθρώσκων ἅ τε Σείριος Ὠκεανοῖο,

    ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τʼ ἐσιδέσθαι

    ἀντέλλει, μήλοισι δʼ ἐν ἄσπετον ἧκεν ὀιζύν·

    ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι

    Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς.

    ἐκ δʼ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δʼ αὔτως

    ἤχλυσαν· θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος.

    γούνατα δʼ οὔτʼ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι

    ἔσθενεν, ἀλλʼ ὑπένερθε πάγη πόδας. αἱ δʼ ἄρα τείως

    ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν.

    τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν,

    ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν,

    αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται,

    νηνεμίῃ· μετὰ δʼ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο

    κινύμεναι ὁμάδησαν ἀπείριτον· ὧς ἄρα τώγε

    μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος.

    γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν

    θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον·

    τίπτε με, παρθενική, τόσον ἅζεαι, οἶον ἐόντα;

    οὔ τοι ἐγών, οἷοί τε δυσαυχέες ἄλλοι ἔασιν

    ἀνέρες, οὐδʼ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον,

    ἦα πάρος. τῶ μή με λίην ὑπεραίδεο, κούρη,

    ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠέ τι φάσθαι.

    ἀλλʼ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες,

    χώρῳ ἐν ἠγαθέῳ, ἵνα τʼ οὐ θέμις ἔστʼ ἀλιτέσθαι,

    ἀμφαδίην ἀγόρευε καὶ εἴρεο· μηδέ με τερπνοῖς

    φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης

    αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν.

    πρός σʼ αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων

    καὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρʼ ὑπερίσχει·

    ἀμφότερον δʼ, ἱκέτης ξεῖνός τέ τοι ἐνθάδʼ ἱκάνω,

    χρειοῖ ἀναγκαίῃ γουνούμενος. οὐ γὰρ ἄνευθεν

    ὑμείων στονόεντος ὑπέρτερος ἔσσομʼ ἀέθλου.

    σοὶ δʼ ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς,

    ἣ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας,

    οὔνομα καὶ καλὸν τεύχων κλέος· ὧς δὲ καὶ ὧλλοι

    ἥρωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντες

    ἡρώων τʼ ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδη

    ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν·

    τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας.

    δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατʼ ἀέθλων

    παρθενικὴ Μινωὶς ἐυφρονέουσʼ Ἀριάδνη,

    ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ἠελίοιο.

    ἀλλʼ ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως,

    σὺν τῷ ἐφεζομένη πάτρην λίπε· τὴν δὲ καὶ αὐτοὶ

    ἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμαρ

    ἀστερόεις στέφανος, τόν τε κλείουσʼ Ἀριάδνης,

    πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν.

    ὧς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσῃς

    τόσσον ἀριστήων ἀνδρῶν στόλον. ἦ γὰρ ἔοικας

    ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι.

    ὧς φάτο κυδαίνων· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα

    νεκτάρεον μείδησʼ ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς

    αἴνῳ ἀειρομένης, καὶ ἀνέδρακεν ὄμμασιν ἄντην·

    οὐδʼ ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο,

    ἀλλʼ ἄμυδις μενέαινεν ἀολλέα πάντʼ ἀγορεῦσαι.

    προπρὸ δʼ ἀφειδήσασα θυώδεος ἔξελε μίτρης

    φάρμακον· αὐτὰρ ὅγʼ αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς.

    καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα

    ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι·

    τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο

    στράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα· τῆς δʼ ἀμαρυγὰς

    ὀφθαλμῶν ἥρπαζεν· ἰαίνετο δὲ φρένας εἴσω

    τηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση

    τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν.

    ἄμφω δʼ ἄλλοτε μέν τε κατʼ οὔδεος ὄμματʼ ἔρειδον

    αἰδόμενοι, ὁτὲ δʼ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς,

    ἱμερόεν φαιδρῇσιν ὑπʼ ὀφρύσι μειδιόωντες.

    ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη·

    φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομʼ ἀρωγήν.

    εὖτʼ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ

    ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας,

    δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας,

    ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο,

    οἶος ἄνευθʼ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν

    βόθρον ὀρύξασθαι περιηγέα· τῷ δʼ ἔνι θῆλυν

    ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι,

    αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ.

    μουνογενῆ δʼ Ἑκάτην Περσηίδα μειλίσσοιο,

    λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων.

    ἔνθα δʼ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι,

    ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο· μηδέ σε δοῦπος

    ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω,

    ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας

    οὐδʼ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς.

    ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτʼ ἀλοιφῇ

    γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ οἱ ἀλκὴ

    ἔσσετʼ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης

    ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν.

    πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω

    καὶ ξίφος. ἔνθʼ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ

    γηγενέων ἀνδρῶν, οὐδʼ ἄσχετος ἀίσσουσα

    φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν

    ἔσσεαι, ἀλλʼ αὐτῆμαρ· ὅμως σύγε μή ποτʼ ἀέθλου

    χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομʼ ὄνειαρ.

    αὐτίκʼ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν

    χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς,

    οἱ δʼ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες

    σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων,

    αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς,

    λάθρῃ λᾶαν ἄφες στιβαρώτερον· οἱ δʼ ἂν ἐπʼ αὐτῷ,

    καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν

    ἀλλήλους· καὶ δʼ αὐτὸς ἐπείγεο δηιοτῆτος

    ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γʼ ἕκητι

    οἴσεαι ἐξ Αἴης τηλοῦ ποθί· νίσσεο δʼ ἔμπης,

    ᾗ φίλον, ἤ τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι.

    ὧς ἄρʼ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα

    θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν

    μυρομένη, ὅ τʼ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο

    πόντον ἐπιπλάγξεσθαι· ἀνιηρῷ δέ μιν ἄντην

    ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρὸς

    δεξιτερῆς· δὴ γάρ οἱ ἀπʼ ὀφθαλμοὺς λίπεν αἰδώς·

    μνώεο δʼ, ἢν ἄρα δή ποθʼ ὑπότροπος οἴκαδʼ ἵκηαι,

    οὔνομα Μηδείης· ὧς δʼ αὖτʼ ἐγὼ ἀμφὶς ἐόντος

    μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἔασιν

    δώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις·

    ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο,

    ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην,

    ἥντινα τήνδʼ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν

    Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο.

    ὧς φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης

    οὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα·

    καὶ λίην οὐ νύκτας ὀίομαι, οὐδέ ποτʼ ἦμαρ

    σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε

    φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τινʼ ἄλλον

    Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον.

    εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην,

    ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει.

    ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα,

    πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς

    Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα,

    ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς

    ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν.

    Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν.

    ἐν δʼ αὐτῇ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι

    πολλαὶ ναιετάουσιν, ἵνʼ οὐδέ περ οὔνομʼ ἀκοῦσαι

    Αἰαίης νήσου· Μινύην γε μὲν ὁρμηθέντα,

    Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο

    δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι.

    ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντʼ ἀγορεύω,

    ἡμετέρους τε δόμους τηλεκλείτην τʼ Ἀριάδνην,

    κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην

    παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μʼ ἐρεείνεις;

    αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως

    ἀμφʼ αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη.

    ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν.

    τῆς δʼ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι,

    καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ·

    Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν.

    Αἰήτης δʼ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας

    Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐδʼ Ἀριάδνῃ

    ἰσοῦμαι· τῶ μήτι φιλοξενίην ἀγόρευε.

    ἀλλʼ οἶον τύνη μὲν ἐμεῦ, ὅτʼ Ἰωλκὸν ἵκηαι,

    μνώεο· σεῖο δʼ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων

    μνήσομαι. ἔλθοι δʼ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα,

    ἠέ τις ἄγγελος ὄρνις, ὅτʼ ἐκλελάθοιο ἐμεῖο·

    ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν

    ἐνθένδʼ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι,

    ὄφρα σʼ, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα,

    μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην

    ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.

    ὧς ἄρʼ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν

    δάκρυα· τὴν δʼ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν·

    δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας,

    ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις.

    εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι,

    τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε

    ἔσσεαι· οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν,

    οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδʼ ἵκοντο

    σῇ βουλῇ, τῶν δʼ αὖτε κασίγνητοί τε ἔται τε

    καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται.

    ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν

    πορσυνέεις· οὐδʼ ἄμμε διακρινέει φιλότητος

    ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι.

    ὧς φάτο· τῇ δʼ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ,

    ἔμπης δʼ ἔργʼ ἀίδηλα κατερρίγησεν ἰδέσθαι.

    σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν

    Ἑλλάδα ναιετάειν. ὧς γὰρ τόδε μήδετο Ἥρη,

    ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκοιτο

    Αἰαίη Μήδεια, λιποῦσʼ ἄπο πατρίδα γαῖαν.

    ἤδη δʼ ἀμφίπολοι μὲν ὀπιπεύουσαι ἄπωθεν

    σιγῇ ἀνιάζεσκον· ἐδεύετο δʼ ἤματος ὥρη

    ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην.

    ἡ δʼ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ

    θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν,

    εἰ μὴ ἄρʼ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα·

    ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο

    δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ

    ὀθνείων· αὖτις δʼ ἀβολήσομεν ἐνθάδʼ ἰόντες.

    ὧς τώγʼ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν

    πείρηθεν· μετὰ δʼ αὖτε διέτμαγεν. ἤτοι Ἰήσων

    εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι·

    ἡ δὲ μετʼ ἀμφιπόλους· αἱ δὲ σχεδὸν ἀντεβόλησαν

    πᾶσαι ὁμοῦ· τὰς δʼ οὔτι περιπλομένας ἐνόησεν.

    ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο.

    αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατʼ ἀπήνης,

    καί ῥʼ ἑτέρῃ μὲν χειρὶ λάβʼ ἡνία, τῇ δʼ ἄρʼ ἱμάσθλην

    δαιδαλέην, οὐρῆας ἐλαυνέμεν· οἱ δὲ πόλινδε

    θῦνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δʼ ἄρʼ ἰοῦσαν

    Χαλκιόπη περὶ παισὶν ἀκηχεμένη ἐρέεινεν·

    ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων

    ἔκλυεν, οὔτʼ αὐδῆσαι ἀνειρομένῃ λελίητο.

    ἷζε δʼ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν

    λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν·

    ὑγρὰ δʼ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα

    οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ.

    Αἰσονίδης δʼ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο

    ἐν χώρῃ, ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη,

    ὦρτʼ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα,

    ἡρώων ἐς ὅμιλον· ὁμοῦ δʼ ἐπὶ νῆα πέλασσαν.

    οἱ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τʼ ἐρέοντο.

    αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης,

    δεῖξέ τε φάρμακον αἰνόν· ὁ δʼ οἰόθεν οἶος ἑταίρων

    Ἴδας ἧστʼ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι

    γηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός,

    εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμʼ ἠοῖ

    πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας

    ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα,

    σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο.

    βὰν δʼ ἴμεν, οὐδʼ ἁλίωσαν ὁδόν· πόρε δέ σφιν ἰοῦσιν

    κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας

    Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ

    Κάδμος, ὅτʼ Εὐρώπην διζήμενος εἰσαφίκανεν,

    πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα·

    ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλων

    ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο.

    τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα

    Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι.

    καί ῥʼ ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν

    Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν,

    Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο·

    τοὺς δὲ τότʼ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι

    προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατʼ ἀέθλου

    ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο.

    ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν

    ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων·

    νὺξ δʼ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας

    ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων

    αὐτίκʼ ἐπεί ῥʼ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου

    ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετʼ αἰθήρ,

    βῆ ῥʼ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ,

    σὺν πᾶσιν χρήεσσι· πρὸ γάρ τʼ ἀλέγυνεν ἕκαστα

    ἠμάτιος· θῆλυν μὲν ὄιν, γάλα τʼ ἔκτοθι ποίμνης

    Ἄργος ἰὼν ἤνεικε· τὰ δʼ ἐξ αὐτῆς ἕλε νηός.

    ἀλλʼ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν

    ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν,

    ἔνθʼ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο

    εὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶρος

    ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν

    Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς.

    πήχυιον δʼ ἄρʼ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας

    νήησε σχίζας, ἐπὶ δʼ ἀρνειοῦ τάμε λαιμόν,

    αὐτόν τʼ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτρους

    πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς,

    Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων.

    καί ῥʼ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δʼ ἀίουσα

    κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν

    ἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο

    σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες.

    στράπτε δʼ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε

    ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο.

    πίσεα δʼ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δʼ ὀλόλυξαν

    νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην

    Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται.

    Αἰσονίδην δʼ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδʼ ὧς

    ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρʼ ἑτάροισιν

    μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὕπερθεν

    Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα.

    καὶ τότʼ ἄρʼ Αἰήτης περὶ μὲν στήθεσσιν ἕεστο

    θώρηκα στάδιον, τόν οἱ πόρεν ἐξεναρίξας

    σφωιτέραις Φλεγραῖον Ἄρης ὑπὸ χερσὶ Μίμαντα·

    χρυσείην δʼ ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον,

    λαμπομένην οἷόν τε περίτροχον ἔπλετο φέγγος

    ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο.

    ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος

    δεινόν, ἀμαιμάκετον· τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη

    ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα

    τῆλε παρέξ, ὅ κεν οἶος ἐναντίβιον πολέμιξεν.

    τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον

    ἔσχε πέλας Φαέθων ἐπιβήμεναι· ἂν δὲ καὶ αὐτὸς

    βήσατο, ῥυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληος

    ἤλασεν εὐρεῖαν κατʼ ἀμαξιτόν, ὥς κεν ἀέθλῳ

    παρσταίη· σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός.

    οἷος δʼ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα

    ἅρμασιν ἐμβεβαώς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης

    ὕδωρ, ἠὲ κατʼ ἄλσος Ὑαντίου Ὀγχηστοῖο,

    καί τε Καλαύρειαν μετὰ δῆθʼ ἅμα νίσσεται ἵπποις,

    πέτρην θʼ Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν·

    τοῖος ἄρʼ Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι.

    τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ἰήσων

    φάρμακα μυδήνας ἠμὲν σάκος ἀμφεπάλυνεν

    ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δʼ ἑταῖροι

    πείρησαν τευχέων βεβιημένοι, οὐδʼ ἐδύναντο

    κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλʼ αὔτως

    ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν.

    αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας

    κόψε παρʼ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δʼ ἀκωκὴ

    ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δʼ ὁμάδησαν

    γηθόσυνοι ἥρωες ἐπʼ ἐλπωρῇσιν ἀέθλου.

    καὶ δʼ αὐτὸς μετέπειτα παλύνετο· δῦ δέ μιν ἀλκὴ

    σμερδαλέη ἄφατός τε καὶ ἄτρομος· αἱ δʼ ἑκάτερθεν

    χεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι.

    ὡς δʼ ὅτʼ ἀρήιος ἵππος ἐελδόμενος πολέμοιο

    σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθεν

    κυδιόων ὀρθοῖσιν ἐπʼ οὔασιν αὐχένʼ ἀείρει·

    τοῖος ἄρʼ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων.

    πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν,

    ἀσπίδα χαλκείην μελίην τʼ ἐν χερσὶ τινάσσων.

    φαίης κε ζοφεροῖο κατʼ αἰθέρος ἀίσσουσαν

    χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι

    ἐκ νεφέων, ὅτʼ ἔπειτα μελάντατον ὄμβρον ἄγωνται.

    καὶ τότʼ ἔπειτʼ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων

    μέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες

    ῥίμφα μάλʼ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο.

    τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν,

    ὅσσον τʼ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα

    γίγνεται, ὁππότʼ ἄεθλα καταφθιμένοιο ἄνακτος

    κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται.

    τέτμον δʼ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων,

    τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν,

    τὸν δʼ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο.

    Αἰσονίδης δʼ, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι,

    δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖνʼ ἐς ἄεθλον,

    νηὸς ἀποπροθορών· ἄμυδις δʼ ἕλε παμφανόωσαν

    χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων

    καὶ ξίφος ἀμφʼ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει

    εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι.

    παπτήνας δʼ ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων

    αὐτόγυόν τʼ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον.

    χρίμψε δʼ ἔπειτα κιών, παρὰ δʼ ὄβριμον ἔγχος ἔπηξεν

    ὀρθὸν ἐπʼ οὐριάχῳ, κυνέην δʼ ἀποκάτθετʼ ἐρείσας.

    βῆ δʼ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων

    ἴχνια μαστεύων· οἱ δʼ ἔκποθεν ἀφράστοιο

    κευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα

    καρτερὰ λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ,

    ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες.

    ἔδδεισαν δʼ ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὁ τούσγε,

    εὖ διαβάς, ἐπιόντας, ἅ τε σπιλὰς εἰν ἁλὶ πέτρη

    μίμνει ἀπειρεσίῃσι δονεύμενα κύματʼ ἀέλλαις.

    πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον· οἱ δέ μιν ἄμφω

    μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν·

    οὐδʼ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες.

    ὡς δʼ ὅτʼ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν

    φῦσαι χαλκήων ὁτὲ μέν τʼ ἀναμαρμαίρουσιν,

    πῦρ ὀλοόν πιμπρᾶσαι, ὅτʼ αὖ λήγουσιν ἀυτμῆς,

    δεινὸς δʼ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότʼ ἀίξῃ

    νειόθεν· ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες

    ἐκ στομάτων ὁμάδευν, τὸν δʼ ἄμφεπε δήιον αἶθος

    βάλλον ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακʼ ἔρυτο.

    καί ῥʼ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας

    εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ

    ζεύγλῃ χαλκείῃ, τὸν δʼ ἐν χθονὶ κάββαλεν ὀκλάξ,

    ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὧς δὲ καὶ ἄλλον

    σφῆλεν γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ.

    εὐρὺ δʼ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα

    τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας

    γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς.

    θαύμασε δʼ Αἰήτης σθένος ἀνέρος. οἱ δʼ ἄρα τείως

    Τυνδαρίδαι—δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν—

    ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι.

    αὐτὰρ ὁ εὖ ἐνέδησε λόφους· μεσσηγὺ δʼ ἀείρας

    χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ

    ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα

    χαζέσθην. ὁ δʼ ἄρʼ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ

    ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων

    πήληκα βριαρὴν δόρυ τʼ ἄσχετον, ᾧ ῥʼ ὑπὸ μέσσας

    ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ

    οὐτάζων λαγόνας· μάλα δʼ ἔμπεδον εὖ ἀραρυῖαν

    τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην.

    οἱ δʼ εἵως μὲν δὴ περιώσια θυμαίνεσκον,

    λάβρον ἐπιπνείοντε πυρὸς σέλας· ὦρτο δʼ ἀυτμὴ

    ἠύτε βυκτάων ἀνέμων βρόμος, οὕς τε μάλιστα

    δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο.

    δηρὸν δʼ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρὶ

    ἤισαν· ὀκριόεσσα δʼ ἐρείκετο νειὸς ὀπίσσω,

    σχιζομένη ταύρων τε βίῃ κρατερῷ τʼ ἀροτῆρι.

    δεινὸν δʼ ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρου

    βώλακες ἀγνύμεναι ἀνδραχθέες· εἵπετο δʼ αὐτὸς

    λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί· τῆλε δʼ ἑοῖο

    βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας

    ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειεν

    γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς· οἱ δʼ ἄρʼ ἐπιπρὸ

    χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο.

    ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο

    λείπεται ἐξ ἠοῦς, καλέουσι δὲ κεκμηῶτες

    ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι,

    τῆμος ἀρήροτο νειὸς ὑπʼ ἀκαμάτῳ ἀροτῆρι,

    τετράγυός περ ἐοῦσα· βοῶν τʼ ἀπελύετʼ ἄροτρα.

    καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι·

    αὐτὰρ ὁ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρʼ ἔτι κεινὰς

    γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δʼ ἑταῖροι

    θάρσυνον μύθοισιν. ὁ δʼ ἐκ ποταμοῖο ῥοάων

    αὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν·

    γνάμψε δὲ γούνατʼ ἐλαφρά, μέγαν δʼ ἐμπλήσατο θυμὸν

    ἀλκῆς, μαιμώων συῒ εἴκελος, ὅς ῥά τʼ ὀδόντας

    θήγει θηρευτῇσιν ἐπʼ ἀνδράσιν, ἀμφὶ δὲ πολλὸς

    ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥεῖ χωομένοιο.

    οἱ δʼ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν

    γηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσιν

    δούρασί τʼ ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσιν

    Ἄρηος τέμενος φθισιμβρότου· ἵκετο δʼ αἴγλη

    νειόθεν Οὔλυμπόνδε διʼ ἠέρος ἀστράπτουσα.

    ὡς δʼ ὁπότʼ ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος

    ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέδασσαν ἄελλαι

    λυγαίῃ ὑπὸ νυκτί, τὰ δʼ ἀθρόα πάντʼ ἐφαάνθη

    τείρεα λαμπετόωντα διὰ κνέφας· ὧς ἄρα τοίγε

    λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ Ἰήσων

    μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων,

    λάζετο δʼ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον,

    δεινὸν Ἐνυαλίου σόλον Ἄρεος· οὔ κέ μιν ἄνδρες

    αἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἄειραν.

    τόν ῥʼ ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοις

    ἀίξας· αὐτὸς δʼ ὑφʼ ἑὸν σάκος ἕζετο λάθρῃ

    θαρσαλέως. Κόλχοι δὲ μέγʼ ἴαχον, ὡς ὅτε πόντος

    ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν·

    τὸν δʼ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο

    Αἰήτην. οἱ δʼ ὥστε θοοὶ κύνες ἀμφιθορόντες

    ἀλλήλους βρυχηδὸν ἐδήιον· οἱ δʼ ἐπὶ γαῖαν

    μητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν, ἠύτε πεῦκαι

    ἢ δρύες, ἅς τʼ ἀνέμοιο κατάικες δονέουσιν.

    οἷος δʼ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ

    ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἵ μιν ἴδωντοι

    μαρμαρυγῇ σκοτίοιο διʼ ἠέρος ἀίξαντα·

    τοῖος ἄρʼ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν,

    γυμνὸν δʼ ἐκ κολεοῖο φέρε ξίφος, οὖτα δὲ μίγδην

    ἀμώων, πολέας μὲν ἔτʼ ἐς νηδὺν λαγόνας τε

    ἡμίσεας ἀνέχοντας ἐς ἠέρα· τοὺς δὲ καὶ ἄχρις

    ὤμων τελλομένους· τοὺς δὲ νέον ἑστηῶτας,

    τοὺς δʼ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα.

    ὡς δʼ ὁπότʼ ἀμφʼ οὔροισιν ἐγειρομένου πολέμοιο,

    δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας,

    ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς

    ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσιν

    μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο·

    ὧς τότε γηγενέων κεῖρε στάχυν· αἵματι δʼ ὁλκοὶ

    ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν.

    πῖπτον δʼ, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν

    λαζόμενοι πρηνεῖς, οἱ δʼ ἔμπαλιν, οἱ δʼ ἐπʼ ἀγοστῷ

    καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι.

    πολλοὶ δʼ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι,

    ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραζε

    βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο.

    ἔρνεἀ που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος,

    φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε

    κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν·

    τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει

    κλήρου σημαντῆρα φυτοτρόφον· ὧς τότʼ ἄνακτος

    Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι.

    ἤιε δʼ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις,

    πορφύρων, ᾗ κέ σφι θοώτερον ἀντιόῳτο.

    ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.