Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Acharnians

    Aristophanes

    1 hr 8 min

    Δικαιόπολις ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν,

    ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα·

    ἃ δʼ ὠδυνήθην, ψαμμακοσιογάργαρα.

    φέρʼ ἴδω, τί δʼ ἥσθην ἄξιον χαιρηδόνος;

    ἐγᾦδʼ ἐφʼ ᾧ γε τὸ κέαρ ηὐφράνθην ἰδών,

    τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν.

    ταῦθʼ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας

    διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι.

    ἀλλʼ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν,

    ὅτε δὴ ʼκεχήνη προσδοκῶν τὸν Αἰσχύλον,

    ὁ δʼ ἀνεῖπεν, εἴσαγʼ ὦ Θέογνι τὸν χορόν.

    πῶς τοῦτʼ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν;

    ἀλλʼ ἕτερον ἥσθην, ἡνίκʼ ἐπὶ Μόσχῳ ποτὲ

    Δεξίθεος εἰσῆλθʼ ᾀσόμενος Βοιώτιον.

    τῆτες δʼ ἀπέθανον καὶ διεστράφην ἰδών,

    ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον.

    ἀλλʼ οὐδεπώποτʼ ἐξ ὅτου ʼγὼ ῥύπτομαι

    οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς

    ὡς νῦν, ὁπότʼ οὔσης κυρίας ἐκκλησίας

    ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί,

    οἱ δʼ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω

    τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον.

    οὐδʼ οἱ πρυτάνεις ἥκουσιν, ἀλλʼ ἀωρίαν

    ἥκοντες, εἶτα δʼ ὠστιοῦνται πῶς δοκεῖς

    ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου,

    ἁθρόοι καταρρέοντες· εἰρήνη δʼ ὅπως

    ἔσται προτιμῶσʼ οὐδέν· ὦ πόλις πόλις.

    ἐγὼ δʼ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν

    νοστῶν κάθημαι· κᾆτʼ ἐπειδὰν ὦ μόνος,

    στένω κέχηνα σκορδινῶμαι πέρδομαι,

    ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι,

    ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν,

    στυγῶν μὲν ἄστυ τὸν δʼ ἐμὸν δῆμον ποθῶν,

    ὃς οὐδεπώποτʼ εἶπεν, ἄνθρακας πρίω,

    οὐκ ὄξος οὐκ ἔλαιον, οὐδʼ ᾔδει πρίω,

    ἀλλʼ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν.

    νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος

    βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας,

    ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ.

    ἀλλʼ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί.

    οὐκ ἠγόρευον; τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·

    ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.

    Κῆρυξ πάριτʼ ἐς τὸ πρόσθεν,

    πάριθʼ, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.

    Ἀμφίθεος ἤδη τις εἶπε;

    Κῆρυξ τίς ἀγορεύειν βούλεται;

    Ἀμφίθεος ἐγώ.

    Κῆρυξ τίς ὤν;

    Ἀμφίθεος Ἀμφίθεος.

    Κῆρυξ οὐκ ἄνθρωπος;

    Ἀμφίθεος οὔ,

    ἀλλʼ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν

    καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται·

    γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,

    ἐξ ἧς Λυκῖνος ἐγένεʼ· ἐκ τούτου δʼ ἐγὼ

    ἀθάνατός εἰμʼ· ἐμοὶ δʼ ἐπέτρεψαν οἱ θεοὶ

    σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ.

    ἀλλʼ ἀθάνατος ὢν ὦνδρες ἐφόδιʼ οὐκ ἔχω·

    οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.

    Κῆρυξ οἱ τοξόται.

    Ἀμφίθεος ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με;

    Δικαιόπολις ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν

    τὸν ἄνδρʼ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε

    σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.

    Κῆρυξ κάθησο, σῖγα.

    Δικαιόπολις μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,

    ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι.

    Κῆρυξ οἱ πρέσβεις οἱ παρὰ βασιλέως.

    Δικαιόπολις ποίου βασιλέως; ἄχθομαι ʼγὼ πρέσβεσιν

    καὶ τοῖς ταὧσι τοῖς τʼ ἀλαζονεύμασιν.

    Κῆρυξ σίγα.

    Δικαιόπολις βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος.

    Πρέσβυς ἐπέμψαθʼ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν

    μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας

    ἐπʼ Εὐθυμένους ἄρχοντος.

    Δικαιόπολις οἴμοι τῶν δραχμῶν.

    Πρέσβυς καὶ δῆτʼ ἐτρυχόμεσθα διὰ Καϋστρίων

    πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,

    ἐφʼ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι,

    ἀπολλύμενοι.

    Δικαιόπολις σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ

    παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.

    Πρέσβυς ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν

    ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων

    ἄκρατον οἶνον ἡδύν.

    Δικαιόπολις ὦ Κραναὰ πόλις

    ἆρʼ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;

    Πρέσβυς οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους

    τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν.

    Δικαιόπολις ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας.

    Πρέσβυς ἔτει τετάρτῳ δʼ ἐς τὰ βασίλειʼ ἤλθομεν·

    ἀλλʼ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών,

    κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.

    Δικαιόπολις πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν;

    Πρέσβυς τῇ πανσελήνῳ· κᾆτʼ ἀπῆλθεν οἴκαδε.

    εἶτʼ ἐξένιζε· παρετίθει δʼ ἡμῖν ὅλους

    ἐκ κριβάνου βοῦς.

    Δικαιόπολις καὶ τίς εἶδε πώποτε

    βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.

    Πρέσβυς καὶ ναὶ μὰ Δίʼ ὄρνιν τριπλάσιον Κλεωνύμου

    παρέθηκεν ἡμῖν· ὄνομα δʼ ἦν αὐτῷ φέναξ.

    Δικαιόπολις ταῦτʼ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων.

    Πρέσβυς καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν,

    τὸν βασιλέως ὀφθαλμόν.

    Δικαιόπολις ἐκκόψειέ γε

    κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως.

    Κῆρυξ ὁ βασιλέως ὀφθαλμός.

    Δικαιόπολις ὦναξ Ἡράκλεις.

    πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις;

    ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς;

    ἄσκωμʼ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω.

    Πρέσβυς ἄγε δὴ σὺ βασιλεὺς ἅττα σʼ ἀπέπεμψεν φράσον

    λέξοντʼ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα.

    Ψευδαρτάβας ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα.

    Πρέσβυς ξυνήκαθʼ ὃ λέγει;

    Δικαιόπολις μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.

    Πρέσβυς πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον.

    λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.

    Ψευδαρτάβας οὐ λῆψι χρῦσο χαυνόπρωκτʼ Ἰαοναῦ.

    Δικαιόπολις οἴμοι κακοδαίμων ὡς σαφῶς.

    Πρέσβυς τί δʼ αὖ λέγει;

    Δικαιόπολις ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει,

    εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.

    Πρέσβυς οὔκ, ἀλλʼ ἀχάνας ὅδε γε χρυσίου λέγει.

    Δικαιόπολις ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας.

    ἀλλʼ ἄπιθʼ· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος.

    ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί,

    ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν·

    βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον; (ἀνανεύει.)

    ἄλλως ἄρʼ ἐξαπατώμεθʼ ὑπὸ τῶν πρέσβεων; (ἐπινεύει.)

    Ἑλληνικόν γʼ ἐπένευσαν ἅνδρες οὑτοιί,

    κοὐκ ἔσθʼ ὅπως οὐκ εἰσὶν ἐνθένδʼ αὐτόθεν.

    καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ

    ἐγᾦδʼ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου.

    ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε,

    τοιόνδε γʼ ὦ πίθηκε τὸν πώγωνʼ ἔχων

    εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος;

    ὁδὶ δὲ τίς ποτʼ ἐστίν; οὐ δήπου Στράτων;

    Κῆρυξ σίγα, κάθιζε.

    τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ

    ἐς τὸ πρυτανεῖον.

    Δικαιόπολις ταῦτα δῆτʼ οὐχ ἀγχόνη;

    κἄπειτʼ ἐγὼ δῆτʼ ἐνθαδὶ στραγγεύομαι;

    τοὺς δὲ ξενίζειν οὐδέποτέ γʼ ἴσχει θύρα.

    ἀλλʼ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα.

    ἀλλʼ Ἀμφίθεός μοι ποῦ ʼστιν;

    Ἀμφίθεος οὑτοσὶ πάρα.

    Δικαιόπολις ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς

    σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ

    καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι·

    ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.

    Κῆρυξ προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.

    Θέωρος ὁδί.

    Δικαιόπολις ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται.

    Θέωρος χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν—

    Δικαιόπολις μὰ Δίʼ οὐκ ἄν, εἰ μισθόν γε μὴ ʼφερες πολύν.

    Θέωρος εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην

    καὶ τοὺς ποταμοὺς ἔπηξʼ, ὑπʼ αὐτὸν τὸν χρόνον,

    ὅτʼ ἐνθαδὶ Θέογνις ἠγωνίζετο.

    τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον·

    καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς,

    ὑμῶν τʼ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ

    ἐν τοῖσι τοίχοις ἔγραφʼ, Ἀθηναῖοι καλοί.

    ὁ δʼ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα,

    ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων,

    καὶ τὸν πατέρʼ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ·

    ὁ δʼ ὤμοσε σπένδων βοηθήσειν ἔχων

    στρατιὰν τοσαύτην ὥστʼ Ἀθηναίους ἐρεῖν,

    ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται.

    Δικαιόπολις κάκιστʼ ἀπολοίμην, εἴ τι τούτων πείθομαι

    ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.

    Θέωρος καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος

    ἔπεμψεν ὑμῖν.

    Δικαιόπολις τοῦτο μέν γʼ ἤδη σαφές.

    Κῆρυξ οἱ Θρᾷκες ἴτε δεῦρʼ, οὓς Θέωρος ἤγαγεν.

    Δικαιόπολις τουτὶ τί ἐστι τὸ κακόν;

    Θέωρος Ὀδομάντων στρατός.

    Δικαιόπολις ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν;

    τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;

    Θέωρος τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,

    καταπελτάσονται τὴν Βοιωτίαν ὅλην.

    Δικαιόπολις τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις;

    ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς

    ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι,

    ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.

    οὐ καταβαλεῖτε τὰ σκόροδʼ;

    Θέωρος ὦ μόχθηρε σὺ

    οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.

    Δικαιόπολις ταυτὶ περιείδεθʼ οἱ πρυτάνεις πάσχοντά με

    ἐν τῇ πατρίδι καὶ ταῦθʼ ὑπʼ ἀνδρῶν βαρβάρων;

    ἀλλʼ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν

    τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δʼ ὑμῖν ὅτι

    διοσημία ʼστὶ καὶ ῥανὶς βέβληκέ με.

    Κῆρυξ τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δʼ εἰς ἔνην.

    οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.

    Δικαιόπολις οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα.

    ἀλλʼ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί.

    χαῖρʼ Ἀμφίθεε.

    Ἀμφίθεος μήπω γε πρίν γʼ ἂν στῶ τρέχων·

    δεῖ γάρ με φεύγοντʼ ἐκφυγεῖν Ἀχαρνέας.

    Δικαιόπολις τί δʼ ἔστʼ;

    Ἀμφίθεος ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων

    ἔσπευδον· οἱ δʼ ὤσφροντο πρεσβῦταί τινες

    Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι

    ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι.

    ἔπειτʼ ἀνέκραγον πάντες, ὦ μιαρώτατε

    σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;

    κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων·

    ἐγὼ δʼ ἔφευγον· οἱ δʼ ἐδίωκον κἀβόων.

    Δικαιόπολις οἱ δʼ οὖν βοώντων· ἀλλὰ τὰς σπονδὰς φέρεις;

    Ἀμφίθεος ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα.

    αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών.

    Δικαιόπολις αἰβοῖ.

    Ἀμφίθεος τί ἔστιν;

    Δικαιόπολις οὐκ ἀρέσκουσίν μʼ ὅτι

    ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν.

    Ἀμφίθεος σὺ δʼ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.

    Δικαιόπολις ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις

    ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.

    Ἀμφίθεος ἀλλʼ αὑταιὶ σπονδαὶ τριακοντούτιδες

    κατὰ γῆν τε καὶ θάλατταν.

    Δικαιόπολις ὦ Διονύσια,

    αὗται μὲν ὄζουσʼ ἀμβροσίας καὶ νέκταρος

    καὶ μὴ ʼπιτηρεῖν σιτίʼ ἡμερῶν τριῶν,

    κἀν τῷ στόματι λέγουσι, βαῖνʼ ὅπῃ θέλεις.

    ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,

    χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας.

    ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς

    ἄξω τὰ κατʼ ἀγροὺς εἰσιὼν Διονύσια.

    Ἀμφίθεος ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.

    Χορός τῇδε πᾶς ἕπου δίωκε καὶ τὸν ἄνδρα πυνθάνου

    τῶν ὁδοιπόρων ἁπάντων· τῇ πόλει γὰρ ἄξιον

    ξυλλαβεῖν τὸν ἄνδρα τοῦτον. ἀλλά μοι μηνύσατε,

    εἴ τις οἶδʼ ὅποι τέτραπται γῆς ὁ τὰς σπονδὰς φέρων.

    1. Χορός

    ἐκπέφευγʼ, οἴχεται φροῦδος. οἴμοι τάλας

    τῶν ἐτῶν τῶν ἐμῶν·

    οὐκ ἂν ἐπʼ ἐμῆς γε νεότητος, ὅτʼ ἐγὼ φέρων ἀνθράκων φορτίον

    ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ

    σπονδοφόρος οὗτος ὑπʼ ἐμοῦ τότε διωκόμενος

    ἐξέφυγεν οὐδʼ ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο.

    Χορός νῦν δʼ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον,

    καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται,

    οἴχεται. διωκτέος δέ· μὴ γὰρ ἐγχάνῃ ποτὲ

    μηδέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας.

    1. Χορός ὅστις ὦ Ζεῦ πάτερ καὶ θεοὶ τοῖσιν ἐχθροῖσιν ἐσπείσατο,

    οἷσι παρʼ ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων·

    κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ

    ὀξὺς ὀδυνηρὸς . . . ἐπίκωπος, ἵνα

    μήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους.

    Χορός ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν βαλληνάδε

    καὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ·

    ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις.

    Δικαιόπολις εὐφημεῖτε, εὐφημεῖτε.

    Χορός σῖγα πᾶς. ἠκούσατʼ ἄνδρες ἆρα τῆς εὐφημίας;

    οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς

    ἐκποδών· θύσων γὰρ ἁνὴρ ὡς ἔοικʼ ἐξέρχεται.

    Δικαιόπολις Φαλῆς ἑταῖρε Βακχίου

    ξύγκωμε νυκτοπεριπλάνητε

    μοιχὲ παιδεραστά,

    ἕκτῳ σʼ ἔτει προσεῖπον ἐς

    τὸν δῆμον ἐλθὼν ἄσμενος,

    σπονδὰς ποιησάμενος ἐμαυτῷ,

    πραγμάτων τε καὶ μαχῶν

    καὶ Λαμάχων ἀπαλλαγείς.

    πολλῷ γάρ ἐσθʼ ἥδιον, ὦ Φαλῆς Φαλῆς,

    κλέπτουσαν εὑρόνθʼ ὡρικὴν ὑληφόρον

    τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως

    μέσην λαβόντʼ ἄραντα καταβαλόντα

    καταγιγαρτίσʼ ὦ

    Φαλῆς Φαλῆς.

    ἐὰν μεθʼ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης

    ἕωθεν εἰρήνης ῥοφήσει τρύβλιον·

    ἡ δʼ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται.

    Χορός οὗτος αὐτός ἐστιν, οὗτος.

    βάλλε βάλλε βάλλε βάλλε,

    παῖε παῖε τὸν μιαρόν.

    οὐ βαλεῖς; οὐ βαλεῖς;

    1. Δικαιόπολις Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.

    Χορός σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή.

    Δικαιόπολις ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι;

    Χορός τοῦτʼ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς

    ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος

    σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμʼ ἀποβλέπειν.

    Δικαιόπολις ἀντὶ δʼ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλαʼ ἀκούσατε.

    Χορός σοῦ γʼ ἀκούσωμεν; ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις.

    Δικαιόπολις μηδαμῶς πρὶν ἄν γʼ ἀκούσητʼ· ἀλλʼ ἀνάσχεσθʼ ὦγαθοί.

    Χορός οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον·

    ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ

    κατατεμῶ ποθʼ ἱππεῦσι καττύματα.

    Χορός σοῦ δʼ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,

    ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.

    Δικαιόπολις ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε,

    τῶν δʼ ἐμῶν σπονδῶν ἀκούσατʼ, εἰ καλῶς ἐσπεισάμην.

    Χορός πῶς δέ γʼ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γʼ ἅπαξ

    οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθʼ ὅρκος μένει;

    Δικαιόπολις οἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,

    οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων.

    Χορός οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν

    ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτʼ ἐγώ σου φείσομαι;

    Δικαιόπολις οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλʼ ἐγὼ λέγων ὁδὶ

    πόλλʼ ἂν ἀποφήναιμʼ ἐκείνους ἔσθʼ ἃ κἀδικουμένους.

    Χορός τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον,

    εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.

    Δικαιόπολις κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ,

    ὑπὲρ ἐπιξήνου ʼθελήσω τὴν κεφαλὴν ἔχων λέγειν.

    Χορός εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόται

    μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα;

    Δικαιόπολις οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν.

    οὐκ ἀκούσεσθʼ; οὐκ ἀκούσεσθʼ ἐτεὸν ὦχαρνηίδαι;

    Χορός οὐκ ἀκουσόμεσθα δῆτα.

    Δικαιόπολις δεινά τἄρα πείσομαι.

    Χορός ἐξολοίμην, ἢν ἀκούσω.

    Δικαιόπολις μηδαμῶς ὦχαρνικοί.

    Χορός ὡς τεθνήξων ἴσθι νυνί.

    Δικαιόπολις δήξομἄρʼ ὑμᾶς ἐγώ.

    ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους·

    ὡς ἔχω γʼ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.

    Χορός εἰπέ μοι, τί τοῦτʼ ἀπειλεῖ τοὔπος ἄνδρες δημόται

    τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον

    τῶν παρόντων ἔνδον εἵρξας; ἢ ʼπὶ τῷ θρασύνεται;

    Δικαιόπολις βάλλετʼ εἰ βούλεσθʼ. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.

    εἴσομαι δʼ ὑμῶν τάχʼ ὅστις ἀνθράκων τι κήδεται.

    Χορός ὡς ἀπωλόμεσθʼ. ὁ λάρκος δημότης ὅδʼ ἔστʼ ἐμός.

    ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις· μηδαμῶς ὦ μηδαμῶς.

    1. Δικαιόπολις ὡς ἀποκτενῶ, κέκραχθʼ· ἐγὼ γὰρ οὐκ ἀκούσομαι.

    Χορός ἀπολεῖς ἄρʼ ὁμήλικα τόνδε φιλανθρακέα;

    Δικαιόπολις οὐδʼ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.

    Χορός ἀλλὰ γὰρ νῦν λέγʼ, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον

    † αὐτὸν ὅτι τῷ † τρόπῳ σοὐστὶ φίλος·

    ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ.

    Δικαιόπολις τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.

    Χορός οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.

    Δικαιόπολις ἀλλʼ ὅπως μὴ νʼ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.

    Χορός ἐκσέσεισται χαμᾶζʼ· οὐχ ὁρᾷς σειόμενον;

    ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος.

    ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.

    1. Χορός τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζʼ,

    ὅ τι ποτʼ ὦ σχέτλιε τὸ μέγα τοῦτʼ ἔχεις;

    πάνυ γὰρ ἔμεγε πόθος ὅ τι φρονεῖς ἔχει.

    ἀλλʼ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω,

    θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν.

    Δικαιόπολις ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί,

    ὁ δʼ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί.

    ἀμέλει μὰ τὸν Δίʼ οὐκ ἐνασπιδώσομαι,

    λέξω δʼ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ.

    καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους

    τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα,

    ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν

    ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα·

    κἀνταῦθα λανθάνουσʼ ἀπεμπολώμενοι·

    τῶν τʼ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι

    οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν.

    αὐτός τʼ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον

    ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν.

    εἰσελκύσας γάρ μʼ ἐς τὸ βουλευτήριον

    διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου

    κἀκυκλοβόρει κἄπλυνεν, ὥστʼ ὀλίγου πάνυ

    ἀπωλόμην μολυνοπραγμονούμενος.

    νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε

    ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.

    1. Χορός τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς;

    λαβὲ δʼ ἐμοῦ γʼ ἓνεκα παρʼ Ἱερωνύμου

    σκοτοδασυπυκνότριχά τινʼ Ἄιδος κυνῆν·

    ἀλλʼ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου,

    ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται.

    Δικαιόπολις ὥρα ʼστὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν,

    καί μοι βαδιστέʼ ἐστὶν ὡς Εὐριπίδην.

    παῖ παῖ.

    Κηφισόφων τίς οὗτος,

    Δικαιόπολις ἔνδον ἔστʼ Εὐριπίδης;

    Κηφισόφων οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.

    Δικαιόπολις πῶς ἔνδον εἶτʼ οὐκ ἔνδον;

    Κηφισόφων ὀρθῶς ὦ γέρον.

    ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια

    οὐκ ἔνδον, αὐτὸς δʼ ἔνδον ἀναβάδην ποιεῖ

    τραγῳδίαν.

    Δικαιόπολις ὦ τρισμακάριʼ Εὐριπίδη,

    ὅθʼ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.

    ἐκκάλεσον αὐτόν.

    Κηφισόφων ἀλλʼ ἀδύνατον.

    Δικαιόπολις ἀλλʼ ὅμως·

    οὐ γὰρ ἂν ἀπέλθοιμʼ, ἀλλὰ κόψω τὴν θύραν.

    Εὐριπίδη, Εὐριπίδιον,

    ὑπάκουσον, εἴπερ τώποτʼ ἀνθρώπων τινί·

    Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.

    Εὐριπίδης ἀλλʼ οὐ σχολή.

    Δικαιόπολις ἀλλʼ ἐκκυκλήθητʼ.

    Εὐριπίδης ἀλλʼ ἀδύνατον.

    Δικαιόπολις ἀλλʼ ὅμως.

    Εὐριπίδης ἀλλʼ ἐκκυκλήσομαι· καταβαίνειν δʼ οὐ σχολή.

    Δικαιόπολις Εὐριπίδη,

    Εὐριπίδης τί λέλακας;

    Δικαιόπολις ἀναβάδην ποιεῖς,

    ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.

    ἀτὰρ τί τὰ ῥάκιʼ ἐκ τραγῳδίας ἔχεις,

    ἐσθῆτʼ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.

    ἀλλʼ ἀντιβολῶ πρὸς τῶν γονάτων σʼ Εὐριπίδη,

    δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος.

    δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν·

    αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.

    Εὐριπίδης τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ

    ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;

    Δικαιόπολις οὐκ Οἰνέως ἦν, ἀλλʼ ἔτʼ ἀθλιωτέρου.

    Εὐριπίδης τὰ τοῦ τυφλοῦ Φοίνικος;

    Δικαιόπολις οὐ Φοίνικος, οὔ·

    ἀλλʼ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.

    Εὐριπίδης ποίας ποθʼ ἁνὴρ λακίδας αἰτεῖται πέπλων;

    ἀλλʼ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;

    Δικαιόπολις οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου.

    Εὐριπίδης ἀλλʼ ἦ τὰ δυσπινῆ ʼθέλεις πεπλώματα,

    ἃ Βελλεροφόντης εἶχʼ ὁ χωλὸς οὑτοσί;

    Δικαιόπολις οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν

    χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.

    Εὐριπίδης οἶδʼ ἄνδρα Μυσὸν Τήλεφον.

    Δικαιόπολις ναὶ Τήλεφον·

    τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.

    Εὐριπίδης ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.

    κεῖται δʼ ἄνωθεν τῶν Θυεστείων ῥακῶν

    μεταξὺ τῶν Ἰνοῦς.

    Κηφισόφων ἰδοὺ ταυτὶ λαβέ.

    Δικαιόπολις ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ,

    ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.

    Εὐριπίδη, ʼπειδήπερ ἐχαρίσω ταδί,

    κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν,

    τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.

    δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον,

    εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή·

    τοὺς μὲν θεατὰς εἰδέναι μʼ ὃς εἴμʼ ἐγώ,

    τοὺς δʼ αὖ χορευτὰς ἠλιθίους παρεστάναι,

    ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.

    Εὐριπίδης δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί.

    Δικαιόπολις εὐδαιμονοίης, Τηλέφῳ δʼ ἁγὼ φρονῶ.

    εὖ γʼ οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι.

    ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.

    Εὐριπίδης τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.

    Δικαιόπολις ὦ θύμʼ, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων,

    πολλῶν δεόμενος σκευαρίων· νῦν δὴ γενοῦ

    γλίσχρος προσαιτῶν λιπαρῶν τʼ. Εὐριπίδη

    δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.

    Εὐριπίδης τί δʼ ὦ τάλας σε τοῦδʼ ἔχει πλέκους χρέος;

    Δικαιόπολις χρέος μὲν οὐδέν, βούλομαι δʼ ὅμως λαβεῖν.

    Εὐριπίδης λυπηρὸς ἴσθʼ ὢν κἀποχώρησον δόμων.

    Δικαιόπολις φεῦ·

    εὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ.

    Εὐριπίδης ἄπελθε νῦν μοι.

    Δικαιόπολις μἀλλά μοι δὸς ἓν μόνον

    κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον.

    Εὐριπίδης φθείρου λαβὼν τόδʼ· ἴσθʼ ὀχληρὸς ὢν δόμοις.

    Δικαιόπολις οὔπω μὰ Δίʼ· οἶσθʼ οἷʼ αὐτὸς ἐργάζει κακά.

    ἀλλʼ ὦ γλυκύτατʼ Εὐριπίδη τουτὶ μόνον

    δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.

    Εὐριπίδης ὦνθρωπʼ ἀφαιρήσει με τὴν τραγῳδίαν·

    ἄπελθε ταυτηνὶ λαβών.

    Δικαιόπολις ἀπέρχομαι.

    καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν

    ἀπόλωλʼ. ἄκουσον ὦ γλυκύτατʼ Εὐριπίδη·

    τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμʼ ἔτι·

    ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.

    Εὐριπίδης ἀπολεῖς μʼ. ἰδού σοι. φροῦδά μοι τὰ δράματα.

    Δικαιόπολις ἀλλʼ οὐκέτʼ, ἀλλʼ ἄπειμι. καὶ γάρ εἰμʼ ἄγαν

    ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν.

    οἴμοι κακοδαίμων, ὡς ἀπόλωλʼ. ἐπελαθόμην

    ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.

    Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον,

    κάκιστʼ ἀπολοίμην, εἴ τί σʼ αἰτήσαιμʼ ἔτι,

    πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον,

    σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.

    Εὐριπίδης ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.

    Δικαιόπολις ὦ θύμʼ ἄνευ σκάνδικος ἐμπορευτέα.

    ἆρʼ οἶσθʼ ὅσον τὸν ἀγῶνʼ ἀγωνιεῖ τάχα,

    μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;

    πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δʼ αὑτηί.

    ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην;

    ἐπῄνεσʼ· ἄγε νυν ὦ τάλαινα καρδία

    ἄπελθʼ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ

    παράσχες εἰποῦσʼ ἅττʼ ἂν αὐτῇ σοι δοκῇ.

    τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.

    1. Χορός τί δράσεις; τί φήσεις; εὖ ἴσθι νυν

    ἀναίσχυντος ὢν σιδηροῦς τʼ ἀνήρ,

    ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα

    ἅπασι μέλλεις εἷς λέγειν τἀναντία.

    ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμʼ. εἶά νυν,

    ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε.

    Δικαιόπολις μή μοι φθονήσητʼ ἄνδρες οἱ θεώμενοι,

    εἰ πτωχὸς ὢν ἔπειτʼ ἐν Ἀθηναίοις λέγειν

    μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν.

    τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία.

    ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ.

    οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι

    ξένων παρόντων τὴν πόλιν κακῶς λέγω.

    αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τʼ ἀγών,

    κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι

    ἥκουσιν οὔτʼ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι·

    ἀλλʼ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι·

    τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω.

    ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα,

    καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς

    σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας·

    κἀμοὶ γάρ ἐστʼ ἀμπέλια διακεκομμένα.

    ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ,

    τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;

    ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω,

    μέμνησθε τοῦθʼ ὅτι οὐχὶ τὴν πόλιν λέγω,

    ἀλλʼ ἀνδράρια μοχθηρά, παρακεκομμένα,

    ἄτιμα καὶ παράσημα καὶ παράξενα,

    ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια·

    κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον

    ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας,

    ταῦτʼ ἦν Μεγαρικὰ κἀπέπρατʼ αὐθημερόν.

    καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια,

    πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε

    νεανίαι κλέπτουσι μεθυσοκότταβοι·

    κᾆθʼ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι

    ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο·

    κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη

    Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.

    ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος

    ἤστραπτʼ ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα,

    ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους,

    ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτʼ ἐν ἀγορᾷ

    μήτʼ ἐν θαλάττῃ μήτʼ ἐν οὐρανῷ μένειν.

    ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ʼπείνων βάδην,

    Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμʼ ὅπως

    μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας·

    κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις.

    κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων.

    ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν, εἴπατε.

    φέρʼ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει

    ἀπέδοτο φήνας κυνίδιον Σεριφίων,

    καθῆσθʼ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ·

    καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε

    τριακοσίας ναῦς, ἦν δʼ ἂν ἡ πόλις πλέα

    θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς,

    μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων,

    στοᾶς στεναχούσης, σιτίων μετρουμένων,

    ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων,

    σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις,

    στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων·

    τὸ νεώριον δʼ αὖ κωπέων πλατουμένων,

    τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων,

    αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.

    ταῦτʼ οἶδʼ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον

    οὐκ οἰόμεσθα; νοῦς ἄρʼ ἡμῖν οὐκ ἔνι.

    Ἡμιχόριον Α ἄληθες ὦπίτριπτε καί μιαρώτατε;

    ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν,

    καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;

    Ἡμιχόριον Β νὴ τὸν Ποσειδῶ καὶ λέγει γʼ ἅπερ λέγει

    δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.

    Ἡμιχόριον Α εἶτʼ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτʼ ἐχρῆν;

    ἀλλʼ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.

    Ἡμιχόριον Β οὗτος σὺ ποῖ θεῖς; οὐ μενεῖς; ὡς εἰ θενεῖς

    τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα.

    1. Ἡμιχόριον Α ἰὼ Λάμαχʼ ὦ βλέπων ἀστραπάς,

    βοήθησον ὦ γοργολόφα φανείς,

    ἰὼ Λάμαχʼ ὦ φίλʼ ὦ φυλέτα·

    εἴτε τις ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ

    τειχομάχας ἀνήρ, βοηθησάτω

    τις ἀνύσας. ἐγὼ γὰρ ἔχομαι μέσος.

    Λάμαχος πόθεν βοῆς ἤκουσα πολεμιστηρίας;

    ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν;

    τίς Γοργόνʼ ἐξήγειρεν ἐκ τοῦ σάγματος;

    Δικαιόπολις ὦ Λάμαχʼ ἥρως, τῶν λόφων καὶ τῶν λόχων.

    Ἡμιχόριον Α ὦ Λάμαχʼ, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι

    ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;

    Λάμαχος οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;

    Δικαιόπολις ὦ Λάμαχʼ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,

    εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.

    Λάμαχος τί δʼ εἶπας ἡμᾶς; οὐκ ἐρεῖς;

    Δικαιόπολις οὐκ οἶδά πω·

    ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ.

    ἀλλʼ ἀντιβολῶ σʼ ἀπένεγκέ μου τὴν μορμόνα.

    Λάμαχος ἰδού.

    Δικαιόπολις παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.

    Λάμαχος κεῖται.

    Δικαιόπολις φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.

    Λάμαχος τουτὶ πτίλον σοι.

    Δικαιόπολις τῆς κεφαλῆς νύν μου λαβοῦ,

    ἵνʼ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους.

    Λάμαχος οὗτος τί δράσεις; τῷ πτίλῳ μέλλεις ἐμεῖν;

    πτίλον γάρ ἐστιν—

    Δικαιόπολις εἰπέ μοι τίνος ποτὲ

    ὄρνιθός ἐστιν; ἆρα κομπολακύθου;

    Λάμαχος οἴμʼ ὡς τεθνήξεις.

    Δικαιόπολις μηδαμῶς ὦ Λάμαχε·

    οὐ γὰρ κατʼ ἰσχύν ἐστιν· εἰ δʼ ἰσχυρὸς εἶ,

    τί μʼ οὐκ ἀπεψώλησας; εὔοπλος γὰρ εἶ.

    Λάμαχος ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν;

    Δικαιόπολις ἐγὼ γάρ εἰμι πτωχός;

    Λάμαχος ἀλλὰ τίς γὰρ εἶ;

    Δικαιόπολις ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης,

    ἀλλʼ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης,

    σὺ δʼ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης.

    Λάμαχος ἐχειροτόνησαν γάρ με —

    Δικαιόπολις κόκκυγές γε τρεῖς.

    ταῦτʼ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,

    ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν,

    νεανίας δʼ οἵους σὺ διαδεδρακότας,

    τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς,

    Τεισαμενοφαινίππους Πανουργιππαρχίδας,

    ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δʼ ἐν Χάοσιν,

    Γερητοθεοδώρους Διομειαλαζόνας,

    τοὺς δʼ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ.

    Λάμαχος ἐχειροτονήθησαν γάρ.

    Δικαιόπολις αἴτιον δὲ τί

    ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ,

    τωνδὶ δὲ μηδένʼ; ἐτεὸν ὦ Μαριλάδη

    ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν † ἓν ἢ; †

    ἀνένευσε· καίτοι γʼ ἐστὶ σώφρων κἀργάτης.

    τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης;

    εἶδέν τις ὑμῶν τἀκβάτανʼ ἢ τοὺς Χάονας;

    οὔ φασιν. ἀλλʼ ὁ Κοισύρας καὶ Λάμαχος,

    οἷς ὑπʼ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ,

    ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,

    ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.

    Λάμαχος ὦ δημοκρατία ταῦτα δῆτʼ ἀνασχετά;

    Δικαιόπολις οὐ δῆτʼ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.

    Λάμαχος ἀλλʼ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις

    ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ

    καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.

    Δικαιόπολις ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις

    ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις

    πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.

    Χορός ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει

    περὶ τῶν σπονδῶν. ἀλλʼ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.

    Χορός ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν,

    οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·

    διαβαλλόμενος δʼ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις,

    ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει,

    ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.

    φησὶν δʼ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής,

    παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,

    μήθʼ ἥδεσθαι θωπευομένους, μήτʼ εἶναι χαυνοπολίτας.

    πρότερον δʼ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες

    πρῶτον μὲν ἰοστεφάνους ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,

    εὐθὺς διὰ τοὺς στεφάνους ἐπʼ ἄκρων τῶν πυγιδίων ἐκάθησθε.

    εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας,

    ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας.

    ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται,

    καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται.

    τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες

    ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον,

    ὅστις παρεκινδύνευσʼ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια.

    οὕτω δʼ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει,

    ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων

    ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν,

    εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά·

    τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι

    καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.

    διὰ ταῦθʼ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται

    καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης

    οὐ φροντίζουσʼ, ἀλλʼ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.

    ἀλλʼ ὑμεῖς τοι μή ποτʼ ἀφῆσθʼ· ὡς κωμῳδήσει τὰ δίκαια·

    φησὶν δʼ ὑμᾶς πολλὰ διδάξειν ἀγάθʼ, ὥστʼ εὐδαίμονας εἶναι,

    οὐ θωπεύων οὐδʼ ὑποτείνων μισθοὺς οὐδʼ ἐξαπατύλλων,

    οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.

    Χορός πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω

    καὶ πᾶν ἐπʼ ἐμοὶ τεκταινέσθω.

    τὸ γὰρ εὖ μετʼ ἐμοῦ καὶ τὸ δίκαιον

    ξύμμαχον ἔσται, κοὐ μή ποθʼ ἁλῶ

    περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος

    δειλὸς καὶ λακαταπύγων.

    Χορός δεῦρο Μοῦσʼ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική.

    οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατʼ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,

    ἡνίκʼ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι,

    οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα,

    οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερον

    ὡς ἐμὲ λαβοῦσα τὸν δημότην.

    Χορός οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει·

    οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν

    γηροβοσκούμεσθʼ ὑφʼ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν,

    οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς

    ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων,

    οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,

    οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία·

    τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν,

    οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.

    ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν,

    ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν·

    κᾆτʼ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρʼ ἱστὰς ἐπῶν

    ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.

    ὁ δʼ ὑπὸ γήρως μασταρύζει, κᾆτʼ ὀφλὼν ἀπέρχεται,

    εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους,

    οὗ μʼ ἐχρῆν σορὸν πρίασθαι τοῦτʼ ὀφλὼν ἀπέρχομαι.

    Χορός ταῦτα πῶς εἰκότα, γέροντʼ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,

    πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπο-

    μορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν,

    ἄνδρʼ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν;

    εἶτα Μαραθῶνι μὲν ὅτʼ ἦμεν ἐδιώκομεν,

    νῦν δʼ ὑπʼ ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα.

    πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;

    Χορός τῷ γὰρ εἰκὸς ἄνδρα κυφὸν ἡλίκον Θουκυδίδην

    ἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ,

    τῷδε τῷ Κηφισοδήμῳ τῷ λάλῳ ξυνηγόρῳ;

    ὥστʼ ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼν

    ἄνδρα πρεσβύτην ὑπʼ ἀνδρὸς τοξότου κυκώμενον,

    ὃς μὰ τὴν Δήμητρʼ, ἐκεῖνος ἡνίκʼ ἦν Θουκυδίδης,

    οὐδʼ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο,

    ἀλλὰ κατεπάλαισε μέντἂν πρῶτον Εὐάθλους δέκα,

    κατεβόησε δʼ ἂν κεκραγὼς τοξότας τρισχιλίους,

    περιετόξευσεν δʼ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς.

    ἀλλʼ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθʼ ὕπνου τυχεῖν,

    ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖ

    τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος,

    τοῖς νέοισι δʼ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου.

    κἀξελαύνειν χρὴ τὸ λοιπόν, κἂν φύγῃ τις ζημιοῦν,

    τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.

    Κόρα πεπρᾶσθαι πεπρᾶσθαι.

    Μεγαρεύς ἐγώνγα καὐτός φαμι. τίς δʼ οὕτως ἄνους

    ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν;

    ἀλλʼ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά,

    χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν.

    περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων.

    ὅπως δὲ δοξεῖτʼ εἶμεν ἐξ ἀγαθᾶς ὑός·

    ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτʼ οἴκαδις

    ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς.

    ἀλλʼ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία,

    κἤπειτεν ἐς τὸυ σάκκον ὧδʼ ἐσβαίνετε.

    ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε

    χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν.

    ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ·

    Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία;

    Δικαιόπολις τί; ἀνὴρ Μεγαρικός;

    Μεγαρεύς ἀγορασοῦντες ἵκομες.

    Δικαιόπολις πῶς ἔχετε;

    Μεγαρεύς διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.

    Δικαιόπολις ἀλλʼ ἡδύ τοι νὴ τὸν Δίʼ, ἢν αὐλὸς παρῇ.

    τί δʼ ἄλλο πράττεθʼ οἱ Μεγαρῆς νῦν;

    Μεγαρεύς οἷα δή.

    ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,

    ἄνδρες πρόβουλοι τοῦτʼ ἔπραττον τᾷ πόλει,

    ὅπως τάχιστα καὶ κάκιστʼ ἀπολοίμεθα.

    Δικαιόπολις αὐτίκʼ ἄρʼ ἀπαλλάξεσθε πραγμάτων.

    Μεγαρεύς σά μάν;

    Δικαιόπολις τί δʼ ἄλλο Μεγαροῖ; πῶς ὁ σῖτος ὤνιος;

    Μεγαρεύς παρʼ ἁμὶ πολυτίματος ᾇπερ τοὶ θεοί.

    Δικαιόπολις ἅλας οὖν φέρεις;

    Μεγαρεύς οὐχ ὑμὲς αὐτῶν ἄρχετε;

    Δικαιόπολις οὐδὲ σκόροδα;

    Μεγαρεύς ποῖα σκόροδʼ; ὑμὲς τῶν ἀεί,

    ὅκκʼ ἐσβάλητε, τὼς ἀρωραῖοι μύες

    πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.

    Δικαιόπολις τί δαὶ φέρεις;

    Μεγαρεύς χοίρως ἐγώνγα μυστικάς.

    Δικαιόπολις καλῶς λέγεις· ἐπίδειξον.

    Μεγαρεύς ἀλλὰ μὰν καλαί.

    ἄντεινον αἰ λῇς· ὡς παχεῖα καὶ καλά.

    Δικαιόπολις τουτὶ τί ἦν τὸ πρᾶγμα;

    Μεγαρεύς χοῖρος ναὶ Δία.

    Δικαιόπολις τί λέγεις σύ; ποδαπὴ δή ʼστι χοῖρος;

    Μεγαρεύς Μεγαρικά.

    ἢ οὐ χοῖρός ἐσθʼ ἅδʼ;

    Δικαιόπολις οὐκ ἔμοιγε φαίνεται.

    Μεγαρεύς οὐ δεινά; θᾶσθε τῶδε τὰς ἀπιστίας·

    οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν,

    αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν,

    αἰ μή ʼστιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.

    Δικαιόπολις ἀλλʼ ἔστιν ἀνθρώπου γε.

    Μεγαρεύς ναὶ τὸν Διοκλέα

    ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς;

    ἦ λῇς ἀκοῦσαι φθεγγομένας;

    Δικαιόπολις νὴ τοὺς θεοὺς

    ἔγωγε.

    Μεγαρεύς φώνει δὴ τὺ ταχέως χοιρίον.

    οὐ χρῆσθα; σιγῇς ὦ κάκιστʼ ἀπολουμένα;

    πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.

    Κόρη κοῒ κοΐ.

    Μεγαρεύς αὕτα ʼστὶ χοῖρος;

    Δικαιόπολις νῦν γε χοῖρος φαίνεται.

    ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.

    Μεγαρεύς πέντʼ ἑτῶν,

    σάφʼ ἴσθι, ποττὰν ματέρʼ εἰκασθήσεται.

    Δικαιόπολις ἀλλʼ οὐδὲ θύσιμός ἐστιν αὑτηγί.

    Μεγαρεύς σά μάν;

    πᾷ δʼ οὐχὶ θύσιμός ἐστι;

    Δικαιόπολις κέρκον οὐκ ἔχει.

    Μεγαρεύς νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμένα

    ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν.

    ἀλλʼ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.

    Δικαιόπολις ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θατέρᾳ.

    Μεγαρεύς ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός.

    αἰ δʼ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί,

    κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.

    Δικαιόπολις ἀλλʼ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται.

    Μεγαρεύς οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων.

    καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς

    ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον.

    Δικαιόπολις ἤδη δʼ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;

    Μεγαρεύς ναὶ τὸν Ποτειδᾶν καί κʼ ἄνις γα τῶ πατρός.

    Δικαιόπολις τί δʼ ἐσθίει μάλιστα;

    Μεγαρεύς πάνθʼ ἅ κα διδῷς.

    αὐτὸς δʼ ἐρώτη.

    Δικαιόπολις χοῖρε χοῖρε.

    Κόρα κοῒ κοΐ.

    Δικαιόπολις τρώγοις ἂν ἐρεβίνθους;

    Κόρα κοῒ κοῒ κοΐ.

    Δικαιόπολις τί δαί; φιβάλεως ἰσχάδας;

    Κόρα κοῒ κοΐ.

    Δικαιόπολις τί δαὶ σύ; τρώγοις ἄν;

    Κόρα κοῒ κοῒ κοΐ.

    Δικαιόπολις ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε.

    ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων

    τοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί,

    οἷον ῥοθιάζουσʼ ὦ πολυτίμηθʼ Ἡράκλεις.

    ποδαπὰ τὰ χοιρίʼ; ὡς Τραγασαῖα φαίνεται.

    Μεγαρεύς ἀλλʼ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας.

    ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν.

    Δικαιόπολις νὴ τὸν Δίʼ ἀστείω γε τὼ βοσκήματε·

    πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.

    Μεγαρεύς τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος,

    τὸ δʼ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.

    Δικαιόπολις ὠνήσομαί σοι· περίμενʼ αὐτοῦ.

    Μεγαρεύς ταῦτα δή.

    Ἑρμᾶ ʼμπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν

    οὕτω μʼ ἀποδόσθαι τάν τʼ ἐμωυτῶ τʼ ἐμωυτῶ ματέρα.

    Συκοφάντης ὦνθρωπε ποδαπός;

    Μεγαρεύς χοιροπώλας Μεγαρικός.

    Συκοφάντης τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ

    πολέμια καὶ σέ.

    Μεγαρεύς τοῦτʼ ἐκεῖνʼ, ἵκει πάλιν

    ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ.

    Συκοφάντης κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον;

    Μεγαρεύς Δικαιόπολι Δικαιόπολι φαντάδδομαι.

    Δικαιόπολις ὑπὸ τοῦ; τίς ὁ φαίνων σʼ ἐστίν; ἁγορανόμοι,

    τοὺς συκοφάντας οὐ θύραζʼ ἐξείρξετε;

    τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;

    Συκοφάντης οὐ γὰρ φανῶ τοὺς πολεμίους;

    Δικαιόπολις κλάων γε σύ,

    εἰ μὴ ʼτέρωσε συκοφαντήσεις τρέχων.

    Μεγαρεύς οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτʼ ἔνι.

    Δικαιόπολις θάρρει Μεγαρίκʼ· ἀλλʼ ἧς τὰ χοιρίδιʼ ἀπέδου

    τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,

    καὶ χαῖρε πόλλʼ.

    Μεγαρεύς ἀλλʼ ἁμὶν οὐκ ἐπιχώριον.

    Δικαιόπολις πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτʼ ἐμοί.

    Μεγαρεύς ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς

    παίειν ἐφʼ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ.

    1. Χορός εὐδαιμονεῖ γʼ ἅνθρωπος. οὐκ ἤκουσας οἷ προβαίνει

    τὸ πρᾶγμα τοῦ βουλεύματος; καρπώσεται γὰρ ἁνὴρ

    ἐν τἀγορᾷ καθήμενος·

    κἂν εἰσίῃ τις Κτησίας

    ἢ συκοφάντης ἄλλος, οἰμώζων

    καθεδεῖται·

    1. Χορός οὐδʼ ἄλλος ἀνθρώπων ὑποψωνῶν σε πημανεῖ τι,

    οὐδʼ ἐξομόρξεται Πρέπις τὴν εὐρυπρωκτίαν σοι,

    οὐδʼ ὠστιεῖ Κλεωνύμῳ·

    χλαῖναν δʼ ἔχων φανὴν δίει

    κοὐ ξυντυχών σʼ Ὑπέρβολος

    δικῶν ἀναπλήσει·

    1. Χορός οὐδʼ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων

    Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ,

    ὁ περιπόνηρος Ἀρτέμων,

    ὁ ταχὺς ἄγαν τὴν μουσικήν,

    ὄζων κακὸν τῶν μασχαλῶν

    πατρὸς Τραγασαίου·

    1. Χορός οὐδʼ αὖθις αὖ σε σκώψεται Παύσων ὁ παμπόνηρος

    Λυσίστρατός τʼ ἐν τἀγορᾷ, Χολαργέων ὄνειδος,

    ὁ περιαλουργὸς τοῖς κακοῖς,

    ῥιγῶν τε καὶ πεινῶν ἀεὶ

    πλεῖν ἢ τριάκονθʼ ἡμέρας

    τοῦ μηνὸς ἑκάστου.

    Βοιωτός ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς·

    κατάθου τὺ τὰν γλάχωνʼ ἀτρέμας Ἰσμηνία·

    ὑμὲς δʼ ὅσοι Θείβαθεν αὐληταὶ πάρα

    τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.

    Δικαιόπολις παῦʼ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;

    πόθεν προσέπτονθʼ οἱ κακῶς ἀπολούμενοι

    ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;

    Βοιωτός νεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γʼ ὦ ξένε·

    Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου

    τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.

    ἀλλʼ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω

    τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων.

    Δικαιόπολις ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.

    τί φέρεις;

    Βοιωτός ὅσʼ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς,

    ὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδας

    νάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδας

    τροχίλως κολύμβως.

    Δικαιόπολις ὡσπερεὶ χειμὼν ἄρα

    ὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας.

    Βοιωτός καὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκας

    σκάλοπας ἐχίνως αἰελούρως πικτίδας

    ἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας.

    Δικαιόπολις ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων,

    δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.

    Βοιωτός πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν,

    ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.

    Δικαιόπολις ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη,

    ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς,

    φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε

    τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα.

    σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν,

    ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην·

    προσείπατʼ αὐτὴν ὦ τέκνʼ· ἄνθρακας δʼ ἐγὼ

    ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν.

    ἀλλʼ ἔσφερʼ αὐτήν· μηδὲ γὰρ θανών ποτε

    σοῦ χωρὶς εἴην ἐντετευτλανωμένης.

    Βοιωτός ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται;

    Δικαιόπολις ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί·

    ἀλλʼ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε.

    Βοιωτός ἰώγα ταῦτα πάντα.

    Δικαιόπολις φέρε πόσου λέγεις;

    ἢ φορτίʼ ἕτερʼ ἐνθένδʼ ἐκεῖσʼ ἄξεις ἰών;

    Βοιωτός ὅ τι γʼ ἔστʼ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή.

    Δικαιόπολις ἀφύας ἄρʼ ἄξεις πριάμενος Φαληρικὰς

    ἢ κέραμον.

    Βοιωτός ἀφύας ἢ κέραμον; ἀλλʼ ἔντʼ ἐκεῖ·

    ἀλλʼ ὅ τι παρʼ ἁμῖν μή ʼστι, τᾷδε δʼ αὖ πολύ.

    Δικαιόπολις ἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε,

    ὥσπερ κέραμον ἐνδησάμενος.

    Βοιωτός νεὶ τὼ θιὼ

    λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ,

    ᾇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων.

    Δικαιόπολις καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.

    Βοιωτός μικκός γα μᾶκος οὗτος.

    Δικαιόπολις ἀλλʼ ἅπαν κακόν.

    Νίκαρχος ταυτὶ τίνος τὰ φορτίʼ ἐστί;

    Βοιωτός τῶδʼ ἐμὰ

    Θείβαθεν, ἴττω Δεύς.

    Νίκαρχος ἐγὼ τοίνυν ὁδὶ

    φαίνω πολέμια ταῦτα.

    Βοιωτός τί δὲ κακὸν παθὼν

    ὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν;

    Νίκαρχος καὶ σέ γε φανῶ πρὸς τοῖσδε.

    Βοιωτός τί ἀδικείμενος;

    Νίκαρχος ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν·

    ἐκ τῶν πολεμίων γʼ εἰσάγεις θρυαλλίδας.

    Δικαιόπολις ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;

    Νίκαρχος αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.

    Δικαιόπολις νεώριον θρυαλλίς;

    Νίκαρχος οἶμαι·

    Δικαιόπολις τίνι τρόπῳ;

    Νίκαρχος ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος

    ἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον

    διʼ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν.

    κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ,

    σελαγοῖντʼ ἂν εὐθύς.

    Δικαιόπολις ὦ κάκιστʼ ἀπολούμενε,

    σελαγοῖντʼ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος;

    Νίκαρχος μαρτύρομαι.

    Δικαιόπολις ξυλλάμβανʼ αὐτοῦ τὸ στόμα·

    δός μοι φορυτόν, ἵνʼ αὐτὸν ἐνδήσας φέρω

    ὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.

    1. Χορός ἔνδησον ὦ βέλτιστε τῷ

    ξένῳ καλῶς τὴν ἐμπολὴν

    οὕτως ὅπως

    ἂν μὴ θέρων κατάξῃ.

    Δικαιόπολις ἐμοὶ μελήσει ταῦτʼ, ἐπεί

    τοι καὶ ψοφεῖ λάλον τι καὶ

    πυρορραγὲς

    κἄλλως θεοῖσιν ἐχθρόν.

    Χορός τί χρήσεταί ποτʼ αὐτῷ;

    Δικαιόπολις πάγχρηστον ἄγγος ἔσται,

    κρατὴρ κακῶν, τριπτὴρ δικῶν,

    φαίνειν ὑπευθύνους λυχνοῦχος

    καὶ κύλιξ—

    καὶ πράγματʼ ἐγκυκᾶσθαι.

    1. Χορός πῶς δʼ ἂν πεποιθοίη τις ἀγγείῳ

    τοιούτῳ χρώμενος

    κατʼ οἰκίαν

    τοσόνδʼ ἀεὶ ψοφοῦντι;

    Δικαιόπολις ἰσχυρόν ἐστιν ὦγάθʼ, ὥστʼ

    οὐκ ἂν καταγείη ποτʼ, εἴπερ

    ἐκ ποδῶν

    κατωκάρα κρέμαιτο.

    Χορός ἤδη καλῶς ἔχει σοι.

    Βοιωτός μέλλω γά τοι θερίδδειν.

    Χορός ἀλλʼ ὦ ξένων βέλτιστε συνθέριζε

    καὶ τοῦτον λαβὼν

    πρόσβαλλʼ ὅποι βούλει φέρων

    πρὸς πάντα συκοφάντην.

    Δικαιόπολις μόλις γʼ ἐνέδησα τὸν κακῶς ἀπολούμενον.

    αἴρου λαβὼν τὸν κέραμον ὦ Βοιώτιε.

    Βοιωτός ὑπόκυπτε τὰν τύλαν ἰὼν Ἰσμήνιχε.

    Δικαιόπολις χὤπως κατοίσεις αὐτὸν εὐλαβούμενος.

    πάντως μὲν οἴσεις οὐδὲν ὑγιές, ἀλλʼ ὅμως·

    κἂν τοῦτο κερδήνῃς ἄγων τὸ φορτίον,

    εὐδαιμονήσεις συκοφαντῶν γʼ οὕνεκα.

    Θεράπων Λαμάχου Δικαιόπολι.

    Δικαιόπολις τίς ἔστι; τί με βωστρεῖς;

    Θεράπων Λαμάχου ὅ τι;

    ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς

    ἐς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν,

    τριῶν δραχμῶν δʼ ἐκέλευε Κωπᾷδʼ ἔγχελυν.

    Δικαιόπολις ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;

    Θεράπων Λαμάχου ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόνα

    πάλλει κραδαίνων τρισὶ κατάσκιος λόφοις.

    Δικαιόπολις οὐκ ἂν μὰ Δίʼ εἰ δοίη γέ μοι τὴν ἀσπίδα·

    ἀλλʼ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω·

    ἢν δʼ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ.

    ἐγὼ δʼ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον

    εἴσειμʼ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων.

    Χορός εἶδες ὦ εἶδες ὦ πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον,

    οἷʼ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν,

    ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δʼ αὖ πρέπει χλιαρὰ κατεσθίειν.

    αὐτόματα πάντʼ ἀγαθὰ τῷδέ γε πορίζεται.

    οὐδέποτʼ ἐγὼ Πόλεμον οἴκαδʼ ὑποδέξομαι,

    οὐδὲ παρʼ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται

    ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ,

    ὅστις ἐπὶ πάντʼ ἀγάθʼ ἔχοντας ἐπικωμάσας

    ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει

    κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου

    πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν

    τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί,

    ἐξέχει θʼ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.

    Χορός οὑτοσὶ δʼ ἐπτέρωταί τʼ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ,

    τοῦ βίου δʼ ἐξέβαλε δεῖγμα τάδε τὰ πτερὰ πρὸ τῶν θυρῶν.

    ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή,

    ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρʼ ἐλάνθανες.

    πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών,

    ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων.

    ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ;

    ἀλλά σε λαβὼν τρία δοκῶ γʼ ἂν ἔτι προσβαλεῖν·

    πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν,

    εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων,

    καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, ὁ γέρων ὁδί,

    καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ,

    ὥστʼ ἀλείφεσθαί σʼ ἀπʼ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.

    Χορός ζηλῶ σε τῆς εὐβουλίας,

    μᾶλλον δὲ τῆς εὐωχίας

    ἄνθρωπε τῆς παρούσης.

    Δικαιόπολις τί δῆτʼ ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε;

    Χορός οἶμαί σε καὶ τοῦτʼ εὖ λέγειν.

    Δικαιόπολις τὸ πῦρ ὑποσκάλευε.

    Χορός ἤκουσας ὡς μαγειρικῶς

    κομψῶς τε καὶ δειπνητικῶς

    αὑτῷ διακονεῖται;

    Γεωργός οἴμοι τάλας.

    Δικαιόπολις ὦ Ἡράκλεις τίς οὑτοσί;

    Γεωργός ἀνὴρ κακοδαίμων.

    Δικαιόπολις κατὰ σεαυτόν νυν τρέπου.

    Γεωργός ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ,

    μέτρησον εἰρήνης τί μοι, κἂν πέντʼ ἔτη.

    Δικαιόπολις τί δʼ ἔπαθες;

    Γεωργός ἐπετρίβην ἀπολέσας τὼ βόε.

    Δικαιόπολις πόθεν;

    Γεωργός ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.

    Δικαιόπολις ὦ τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει;

    Γεωργός καὶ ταῦτα μέντοι νὴ Δίʼ ὥπερ μʼ ἐτρεφέτην

    ἐν πᾶσι βολίτοις.

    Δικαιόπολις εἶτα νυνὶ τοῦ δέει;

    Γεωργός ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε.

    ἀλλʼ εἴ τι κήδει Δερκέτου Φυλασίου,

    ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.

    Δικαιόπολις ἀλλʼ ὦ πόνηρʼ οὐ δημοσιεύων τυγχάνω.

    Γεωργός ἴθʼ ἀντιβολῶ σʼ, ἤν πως κομίσωμαι τὼ βόε.

    Δικαιόπολις οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.

    Γεωργός σὺ δʼ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα

    ἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.

    Δικαιόπολις οὐδʼ ἂν στριβιλικίγξ· ἀλλʼ ἀπιὼν οἴμωζέ ποι.

    Γεωργός οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.

    Χορός ἁνὴρ ἀνηύρηκέν τι ταῖς

    σπονδαῖσιν ἡδύ, κοὐκ ἔοικεν

    οὐδενὶ μεταδώσειν.

    Δικαιόπολις κατάχει σὺ τῆς χορδῆς τὸ μέλι, τὰς σηπίας στάθευε.

    Χορός ἤκουσας ὀρθιασμάτων;

    Δικαιόπολις ὀπτᾶτε τἀγχέλεια.

    Χορός ἀποκτενεῖς λιμῷ ʼμὲ καὶ

    τοὺς γείτονας κνίσῃ τε καὶ

    φωνῇ τοιαῦτα λάσκων.

    Δικαιόπολις ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.

    Παράνυμφος Δικαιόπολι.

    Δικαιόπολις τίς οὑτοσί; τίς οὑτοσί;

    Παράνυμφος ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα

    ἐκ τῶν γάμων.

    Δικαιόπολις καλῶς γε ποιῶν ὅστις ἦν.

    Παράνυμφος ἐκέλευε δʼ ἐγχέαι σε τῶν κρεῶν χάριν,

    ἵνα μὴ στρατεύοιτʼ ἀλλὰ βινοίη μένων,

    ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.

    Δικαιόπολις ἀπόφερʼ ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,

    ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν.

    ἀλλʼ αὑτηὶ τίς ἔστιν;

    Παράνυμφος ἡ νυμφεύτρια

    δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.

    Δικαιόπολις φέρε δὴ τί σὺ λέγεις; ὡς γέλοιον ὦ θεοὶ

    τὸ δέημα τῆς νύμφης ὃ δεῖταί μου σφόδρα,

    ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου.

    φέρε δεῦρο τὰς σπονδάς, ἵνʼ αὐτῇ δῶ μόνῃ,

    ὁτιὴ γυνή ʼστι τοῦ πολέμου τʼ οὐκ αἰτία.

    ὕπεχʼ ὧδε δεῦρο τοὐξάλειπτρον ὦ γύναι.

    οἶσθʼ ὡς ποιεῖτε; τοῦτο τῇ νύμφῃ φράσον,

    ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ

    νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου.

    ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν,

    ἵνʼ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.

    Χορός ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν.

    ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν·

    τῷ μὲν πίνειν στεφανωσαμένῳ,

    σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν,

    τῷ δὲ καθεύδειν

    μετὰ παιδίσκης ὡραιοτάτης,

    ἀνατριβομένῳ τε τὸ δεῖνα.

    Χορός Ἀντίμαχον τὸν ψακάδος †τὸν ξυγγραφῆ† τὸν μελέων ποιητήν,

    ὡς μὲν ἁπλῷ, κακῶς ἐξολέσειεν ὁ Ζεύς·

    ὅς γʼ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυσʼ ἄδειπνον.

    ὃν ἔτʼ ἐπίδοιμι τευθίδος

    δεόμενον, ἡ δʼ ὠπτημένη

    σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη

    ὀκέλλοι· κᾆτα μέλλοντος

    λαβεῖν αὐτοῦ κύων

    ἁρπάσασα φεύγοι.

    Χορός τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθʼ ἕτερον νυκτερινὸν γένοιτο.

    ἠπιαλῶν γὰρ οἴκαδʼ ἐξ ἱππασίας βαδίζων,

    εἶτα κατάξειέ τις αὐτοῦ μεθύων τῆς κεφαλῆς Ὀρέστης

    μαινόμενος· ὁ δὲ λίθον βαλεῖν

    βουλόμενος ἐν σκότῳ λάβοι

    τῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον·

    ἐπᾴξειεν δʼ ἔχων

    τὸν μάρμαρον, κἄπειθʼ ἁμαρτὼν

    βάλοι Κρατῖνον.

    Λάμαχος ἀτταταῖ ἀτταταῖ

    στυγερὰ τάδε γε κρυερὰ πάθεα· τάλας ἐγώ.

    διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.

    ἐκεῖνο δʼ οὖν αἰακτὸν ἂν γένοιτο,

    Δικαιόπολις εἴ μʼ ἴδοι τετρωμένον

    κᾆτʼ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.

    Δικαιόπολις ἀτταταῖ ἀτταταῖ

    τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.

    φιλήσατόν με μαλθακῶς ὦ χρυσίω

    τὸ περιπεταστὸν κἀπιμανδαλωτόν.

    . . .

    τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.

    Λάμαχος ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.

    ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων.

    Δικαιόπολις . . .

    ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον.

    Λάμαχος στυγερὸς ἐγώ.

    Δικαιόπολις τί με σὺ κυνεῖς;

    Λάμαχος μογερὸς ἐγώ.

    Δικαιόπολις τί με σὺ δάκνεις;

    Λάμαχος τάλας ἐγὼ ξυμβολῆς βαρείας.

    Δικαιόπολις τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;

    Λάμαχος ἰὼ ἰὼ Παιὰν Παιάν.

    Δικαιόπολις ἀλλʼ οὐχὶ νυνὶ τήμερον Παιώνια.

    Λάμαχος λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,

    προσλάβεσθʼ ὦ φίλοι.

    Δικαιόπολις ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου

    προσλάβεσθʼ ὦ φίλαι.

    Λάμαχος εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος

    καὶ σκοτοδινιῶ.

    Δικαιόπολις κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι

    καὶ σκοτοβινιῶ

    Λάμαχος θύραζέ μʼ ἐξενέγκατʼ ἐς τοῦ Πιττάλου

    παιωνίαισι χερσίν.

    Δικαιόπολις ὡς τοὺς κριτάς με φέρετε· ποῦ ʼστιν ὁ βασιλεύς;

    ἀπόδοτέ μοι τὸν ἀσκόν.

    Λάμαχος λόγχη τις ἐμπέπηγέ μοι διʼ ὀστέων ὀδυρτά.

    Δικαιόπολις ὁρᾶτε τουτονὶ κενόν. τήνελλα καλλίνικος.

    Χορός τήνελλα δῆτʼ, εἴπερ καλεῖς γʼ, ὦ πρέσβυ, καλλίνικος.

    Δικαιόπολις καὶ πρός γʼ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.

    Χορός τήνελλά νυν ὦ γεννάδα· χώρει λαβὼν τὸν ἀσκόν.

    Δικαιόπολις ἕπεσθέ νυν ᾄδοντες ὦ τήνελλα καλλίνικος.

    Χορός ἀλλʼ ἑψόμεσθα σὴν χάριν

    τήνελλα καλλίνικος ᾄδοντες

    σὲ καὶ τὸν ἀσκόν.