Frogs
Frogs Classical Aristophanes GreekΒάτραχοι βρεκεκεκὲξ κοὰξ κοάξ,
βρεκεκεκὲξ κοὰξ κοάξ.
λιμναῖα κρηνῶν τέκνα,
ξύναυλον ὕμνων βοὰν
φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν,
κοὰξ κοάξ,
ἣν ἀμφὶ Νυσήιον
Διὸς Διόνυσον ἐν
Λίμναισιν ἰαχήσαμεν,
ἡνίχʼ ὁ κραιπαλόκωμος
τοῖς ἱεροῖσι Χύτροισι
χωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος.
βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι
τὸν ὄρρον ὦ κοὰξ κοάξ·
ὑμῖν δʼ ἴσως οὐδὲν μέλει.
Βάτραχοι βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ·
οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοάξ.
Βάτραχοι εἰκότως γʼ ὦ πολλὰ πράττων.
ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων·
προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων,
ἕνεκα δόνακος, ὃν ὑπολύριον
ἔνυδρον ἐν λίμναις τρέφω.
βρεκεκεκὲξ κοάξ κοάξ.
Διόνυσος ἐγὼ δὲ φλυκταίνας γʼ ἔχω,
χὠ πρωκτὸς ἰδίει πάλαι,
κᾆτʼ αὐτίκʼ ἐκκύψας ἐρεῖ—
Βάτραχοι βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος ἀλλʼ ὦ φιλῳδὸν γένος
παύσασθε.
Βάτραχοι μᾶλλον μὲν οὖν
φθεγξόμεσθʼ, εἰ δή ποτʼ εὐηλίοις
ἐν ἁμέραισιν
ἡλάμεσθα διὰ κυπείρου
καὶ φλέω, χαίροντες ᾠδῆς
πολυκολύμβοισι μέλεσιν,
ἢ Διὸς φεύγοντες ὄμβρον
ἔνυδρον ἐν βυθῷ χορείαν
αἰόλαν ἐφθεγξάμεσθα
πομφολυγοπαφλάσμασιν.
Διόνυσος βρεκεκεκὲξ κοὰξ κοάξ.
τουτὶ παρʼ ὑμῶν λαμβάνω.
Βάτραχοι δεινά τἄρα πεισόμεσθα.
Διόνυσος δεινότερα δʼ ἔγωγʼ, ἐλαύνων
εἰ διαρραγήσομαι.
Βάτραχοι βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος οἰμώζετʼ· οὐ γάρ μοι μέλει.
Βάτραχοι ἀλλὰ μὴν κεκραξόμεσθά γʼ
ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν
χανδάνῃ διʼ ἡμέρας.
Διόνυσος βρεκεκεκὲξ κοὰξ κοάξ.
τούτῳ γὰρ οὐ νικήσετε.
Βάτραχοι οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
Διόνυσος οὐδὲ μὴν ὑμεῖς γʼ ἐμὲ
οὐδέποτε· κεκράξομαι γὰρ
κἂν δέῃ διʼ ἡμέρας
βρεκεκεκὲξ κοὰξ κοάξ,
ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,
βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος ἔμελλον ἄρα παύσειν ποθʼ ὑμᾶς τοῦ κοάξ.
Χάρων ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,
ἔκβαινʼ, ἀπόδος τὸν ναῦλον.
Διόνυσος ἔχε δὴ τὠβολώ.
ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία.
Ξανθίας ἰαῦ.
Διόνυσος βάδιζε δεῦρο.
Ξανθίας χαῖρʼ ὦ δέσποτα.
Διόνυσος τί ἔστι τἀνταυθοῖ;
Ξανθίας σκότος καὶ βόρβορος.
Διόνυσος κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;
Ξανθίας σὺ δʼ οὔ;
Διόνυσος νὴ τὸν Ποσειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ.
ἄγε δὴ τί δρῶμεν;
Ξανθίας προϊέναι βέλτιστα νῷν,
ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία
τὰ δείνʼ ἔφασκʼ ἐκεῖνος.
Διόνυσος ὡς οἰμώξεται.
ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ,
εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.
οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθʼ ὡς Ἡρακλῆς.
ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινι
λαβεῖν τʼ ἀγώνισμʼ ἄξιόν τι τῆς ὁδοῦ.
Ξανθίας νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
Διόνυσος ποῦ ποῦ ʼστιν;
Ξανθίας ἐξόπισθεν.
Διόνυσος ἐξόπισθʼ ἴθι.
Ξανθίας ἀλλʼ ἐστὶν ἐν τῷ πρόσθε.
Διόνυσος πρόσθε νυν ἴθι.
Ξανθίας καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.
Διόνυσος ποῖόν τι;
Ξανθίας δεινόν· παντοδαπὸν γοῦν γίγνεται
τοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴ
ὡραιοτάτη τις.
Διόνυσος ποῦ ʼστι; φέρʼ ἐπʼ αὐτὴν ἴω.
Ξανθίας ἀλλʼ οὐκέτʼ αὖ γυνή ʼστιν, ἀλλʼ ἤδη κύων.
Διόνυσος Ἔμπουσα τοίνυν ἐστί.
Ξανθίας πυρὶ γοῦν λάμπεται
ἅπαν τὸ πρόσωπον.
Διόνυσος καὶ σκέλος χαλκοῦν ἔχει;
Ξανθίας νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον,
σάφʼ ἴσθι.
Διόνυσος ποῖ δῆτʼ ἂν τραποίμην;
Ξανθίας ποῖ δʼ ἐγώ;
Διόνυσος ἱερεῦ διαφύλαξόν μʼ, ἵνʼ ὦ σοι ξυμπότης.
Ξανθίας ἀπολούμεθʼ ὦναξ Ἡράκλεις.
Διόνυσος οὐ μὴ καλεῖς μʼ
ὦνθρωφʼ, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.
Ξανθίας Διόνυσε τοίνυν.
Διόνυσος τοῦτό γʼ ἧττον θατέρου.
ἴθʼ ᾗπερ ἔρχει.
Ξανθίας δεῦρο δεῦρʼ ὦ δέσποτα.
Διόνυσος τί δʼ ἔστι;
Ξανθίας θάρρει· πάντʼ ἀγαθὰ πεπράγαμεν,
ἔξεστί θʼ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν,
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.
ἥμπουσα φρούδη.
Διόνυσος κατόμοσον.
Ξανθίας νὴ τὸν Δία.
Διόνυσος καὖθις κατόμοσον.
Ξανθίας νὴ Δίʼ.
Διόνυσος ὄμοσον.
Ξανθίας νὴ Δία.
Διόνυσος οἴμοι τάλας, ὡς ὠχρίασʼ αὐτὴν ἰδών.
Ξανθίας ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.
Διόνυσος οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;
τίνʼ αἰτιάσομαι θεῶν μ' ἀπολλύναι;
Ξανθίας αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;
αὐλεῖ τις ἔνδοθεν̓
Διόνυσος οὗτος.
Ξανθίας τί ἔστιν;
Διόνυσος οὐ κατήκουσας;
Ξανθίας τίνος;
Διόνυσος αὐλῶν πνοῆς.
Ξανθίας ἔγωγε, καὶ δᾴδων γέ με
αὔρα τις εἰσέπνευσε μυστικωτάτη.
Διόνυσος ἀλλʼ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.
Χορός Ἴακχʼ ὦ Ἴακχε.
Ἴακχʼ ὦ Ἴακχε.
Ξανθίας τοῦτʼ ἔστʼ ἐκεῖνʼ ὦ δέσποθʼ· οἱ μεμυημένοι
ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας.
Διόνυσος κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν
βέλτιστόν ἐσθʼ, ἕως ἂν εἰδῶμεν σαφῶς.
Χορός Ἴακχʼ ὦ πολυτίμητʼ ἐν ἕδραις ἐνθάδε ναίων,
Ἴακχʼ ὦ Ἴακχε,
ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσων
ὁσίους ἐς θιασώτας,
πολύκαρπον μὲν τινάσσων
περὶ κρατὶ σῷ βρύοντα
στέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούων
ποδὶ τὰν ἀκόλαστον
φιλοπαίγμονα τιμάν,
χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν
ὁσίοις μύσταις χορείαν.
Ξανθίας ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,
ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.
Διόνυσος οὔκουν ἀτρέμʼ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;
Χορός †ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων†,
Ἴακχʼ ὦ Ἴακχε,
νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.
φλογὶ φέγγεται δὲ λειμών·
γόνυ πάλλεται γερόντων·
ἀποσείονται δὲ λύπας
χρονίους τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺς
ἱερᾶς ὑπὸ τιμᾶς.
σὺ δὲ λαμπάδι † φλέγων†
προβάδην ἔξαγʼ ἐπʼ ἀνθηρὸν ἕλειον δάπεδον
χοροποιὸν μάκαρ ἥβαν.
Χορός εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,
ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει,
ἢ γενναίων ὄργια Μουσῶν μήτʼ εἶδεν μήτʼ ἐχόρευσεν,
μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖʼ ἐτελέσθη,
ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ ʼν καιρῷ τοῦτο ποιοῦσιν,
ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδʼ εὔκολός ἐστι πολίταις,
ἀλλʼ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν,
ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται,
ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητʼ ἀποπέμπει
ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,
ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,
ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει,
ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων,
ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει,
κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου·
τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλʼ ἀπαυδῶ
ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δʼ ἀνεγείρετε μολπὴν
καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.
Χορός χώρει νυν πᾶς ἀνδρείως
ἐς τοὺς εὐανθεῖς κόλπους
λειμώνων ἐγκρούων
κἀπισκώπτων
καὶ παίζων καὶ χλευάζων,
ἠρίστηται δʼ ἐξαρκούντως.
Χορός ἀλλʼ ἔμβα χὤπως ἀρεῖς
τὴν Σώτειραν γενναίως
τῇ φωνῇ μολπάζων,
ἣ τὴν χώραν
σῴζειν φήσʼ ἐς τὰς ὥρας,
κἂν Θωρυκίων μὴ βούληται.
Χορός ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν
Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
Χορός Δήμητερ ἁγνῶν ὀργίων
ἄνασσα συμπαραστάτει,
καὶ σῷζε τὸν σαυτῆς χορόν,
καί μʼ ἀσφαλῶς πανήμερον
παῖσαί τε καὶ χορεῦσαι·
Χορός καὶ πολλὰ μὲν γέλοιά μʼ εἰ-
πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ
τῆς σῆς ἑορτῆς ἀξίως
παίσαντα καὶ σκώψαντα νι-
κήσαντα ταινιοῦσθαι.
Χορός ἄγʼ εἶα
νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο
ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
Χορός Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς
ἥδιστον εὑρών, δεῦρο συνακολούθει
πρὸς τὴν θεὸν
καὶ δεῖξον ὡς ἄνευ πόνου
πολλὴν ὁδὸν περαίνεις.
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
Χορός σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι
κἀπʼ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον
καὶ τὸ ῥάκος,
κἀξηῦρες ὥστʼ ἀζημίους
παίζειν τε καὶ χορεύειν.
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
Χορός καὶ γὰρ παραβλέψας τι μειρακίσκης
νῦν δὴ κατεῖδον καὶ μάλʼ εὐπροσώπου
συμπαιστρίας
χιτωνίου παραρραγέν-
τος τιτθίον προκύψαν.
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
Διόνυσος ἐγὼ δʼ ἀεί πως φιλακόλου-
θός εἰμι καὶ μετʼ αὐτῆς
παίζων χορεύειν βούλομαι.
Ξανθίας κἄγωγε πρός.
Χορός βούλεσθε δῆτα κοινῇ
σκώψωμεν Ἀρχέδημον;
ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.
Χορός νυνὶ δὲ δημαγωγεῖ
ἐν τοῖς ἄνω νεκροῖσι,
κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.
Χορός τὸν Κλεισθένους δʼ ἀκούω
ἐν ταῖς ταφαῖσι πρωκτὸν
τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·
Χορός κἀκόπτετʼ ἐγκεκυφώς,
κἄκλαε κἀκεκράγει
Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.
Χορός καὶ Καλλίαν γέ φασι
τοῦτον τὸν Ἱπποβίνου
κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
Διόνυσος ἔχοιτʼ ἂν οὖν φράσαι νῷν
Πλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;
ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
Χορός μηδὲν μακρὰν ἀπέλθῃς,
μηδʼ αὖθις ἐπανέρῃ με,
ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν θύραν ἀφιγμένος.
Διόνυσος αἴροιʼ ἂν αὖθις ὦ παῖ.
Ξανθίας τουτὶ τί ἦν τὸ πρᾶγμα;
ἀλλʼ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.
Χορός χωρεῖτε
νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀνʼ ἄλσος
παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς·
ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
Χορός χωρῶμεν ἐς πολυρρόδους
λειμῶνας ἀνθεμώδεις,
τὸν ἡμέτερον τρόπον
τὸν καλλιχορώτατον
παίζοντες, ὃν ὄλβιαι
Μοῖραι ξυνάγουσιν.
Χορός μόνοις γὰρ ἡμῖν ἥλιος
καὶ φέγγος ἱλαρόν ἐστιν,
ὅσοι μεμυήμεθʼ εὐ-
σεβῆ τε διήγομεν
τρόπον περὶ τοὺς ξένους
καὶ τοὺς ἰδιώτας.
Χορός ταῦτα μὲν πρὸς ἀνδρός ἐστι
νοῦν ἔχοντος καὶ φρένας καὶ
πολλὰ περιπεπλευκότος,
μετακυλίνδειν αὑτὸν ἀεὶ
πρὸς τὸν εὖ πράττοντα τοῖχον
μᾶλλον ἢ γεγραμμένην
εἰκόνʼ ἑστάναι, λαβόνθʼ ἓν
σχῆμα· τὸ δὲ μεταστρέφεσθαι
πρὸς τὸ μαλθακώτερον
δεξιοῦ πρὸς ἀνδρός ἐστι
καὶ φύσει Θηραμένους.
Διόνυσος οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ
Ξανθίας μὲν δοῦλος ὢν ἐν
στρώμασιν Μιλησίοις
ἀνατετραμμένος κυνῶν ὀρ-
χηστρίδʼ εἶτʼ ᾔτησεν ἀμίδʼ, ἐγὼ
δὲ πρὸς τοῦτον βλέπων
τοὐρεβίνθου ʼδραττόμην, οὗ-
τος δʼ ἅτʼ ὢν αὐτὸς πανοῦργος
εἶδε, κᾆτʼ ἐκ τῆς γνάθου
πὺξ πατάξας μοὐξέκοψε
τοῦ χοροῦ τοὺς προσθίους;
Πανδοκευτρία Πλαθάνη Πλαθάνη δεῦρʼ ἔλθʼ, ὁ πανοῦργος οὑτοσί,
ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε
ἑκκαίδεκʼ ἄρτους κατέφαγʼ ἡμῶν.
Πλαθάνη νὴ Δία
ἐκεῖνος αὐτὸς δῆτα.
Ξανθίας κακὸν ἥκει τινί.
Πανδοκευτρία καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστʼ εἴκοσιν
ἀνʼ ἡμιωβολιαῖα.
Ξανθίας δώσει τις δίκην.
Πανδοκευτρία καὶ τὰ σκόροδα τὰ πολλά.
Διόνυσος ληρεῖς ὦ γύναι
κοὐκ οἶσθʼ ὅ τι λέγεις.
Πανδοκευτρία οὐ μὲν οὖν με προσεδόκας,
ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σʼ ἔτι;
τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.
Πλαθάνη μὰ Δίʼ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν,
ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν
Πανδοκευτρία κἄπειτʼ ἐπειδὴ τἀργύριον ἐπραττόμην,
ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε.
Ξανθίας τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.
Πανδοκευτρία καὶ τὸ ξίφος γʼ ἐσπᾶτο μαίνεσθαι δοκῶν.
Πλαθάνη νὴ Δία τάλαινα.
Πανδοκευτρία νὼ δὲ δεισάσα γέ που
ἐπὶ τὴν κατήλιφʼ εὐθὺς ἀνεπηδήσαμεν·
ὁ δʼ ᾤχετʼ ἐξᾴξας γε τὰς ψιάθους λαβών.
Ξανθίας καὶ τοῦτο τούτου τοὔργον.
Πλαθάνη ἀλλʼ ἐχρῆν τι δρᾶν.
Πανδοκευτρία ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.
Πλαθάνη σὺ δʼ ἔμοιγʼ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον,
ἵνʼ αὐτὸν ἐπιτρίψωμεν.
Πανδοκευτρία ὦ μιαρὰ φάρυξ,
ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους
κόπτοιμʼ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.
Πλαθάνη ἐγὼ δέ γʼ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.
Πανδοκευτρία ἐγὼ δὲ τὸν λάρυγγʼ ἂν ἐκτέμοιμί σου
δρέπανον λαβοῦσʼ, ᾧ τὰς χόλικας κατέσπασας.
Πλαθάνη ἀλλʼ εἶμʼ ἐπὶ τὸν Κλέωνʼ, ὃς αὐτοῦ τήμερον
ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.
Διόνυσος κάκιστʼ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.
Ξανθίας οἶδʼ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου.
οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν.
Διόνυσος μηδαμῶς
ὦ Ξανθίδιον.
Ξανθίας καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ
υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;
Διόνυσος οἶδʼ οἶδʼ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·
κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι.
ἀλλʼ ἤν σε τοῦ λοιποῦ ποτʼ ἀφέλωμαι χρόνου,
πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία,
κάκιστʼ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.
Ξανθίας δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.
Χορός νῦν σὸν ἔργον ἔστʼ, ἐπειδὴ
τὴν στολὴν εἴληφας ἥνπερ
εἶχες ἐξ ἀρχῆς πάλιν,
ἀνανεάζειν . . .
καὶ βλέπειν αὖθις τὸ δεινόν,
τοῦ θεοῦ μεμνημένον
ᾧπερ εἰκάζεις σεαυτόν.
εἰ δὲ παραληρῶν ἁλώσει
κἀκβαλεῖς τι μαλθακόν,
αὖθις αἴρεσθαί σʼ ἀνάγκη
ʼσται πάλιν τὰ στρώματα.
Ξανθίας οὐ κακῶς ὦνδρες παραινεῖτʼ,
ἀλλὰ καὐτὸς τυγχάνω ταῦτʼ
ἄρτι συννοούμενος.
ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,
ταῦτʼ ἀφαιρεῖσθαι πάλιν πειράσεταί
μʼ εὖ οἶδʼ ὅτι.
ἀλλʼ ὅμως ἐγὼ παρέξω
ʼμαυτὸν ἀνδρεῖον τὸ λῆμα
καὶ βλέποντʼ ὀρίγανον.
δεῖν δʼ ἔοικεν, ὡς ἀκούω
τῆς θύρας καὶ δὴ ψόφον.
Ἄιακος ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,
ἵνα δῷ δίκην· ἀνύετον.
Διόνυσος ἥκει τῳ κακόν.
Ξανθίας οὐκ ἐς κόρακας; μὴ πρόσιτον.
Ἄιακος εἶεν, καὶ μάχει;
ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας
χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.
Διόνυσος εἶτʼ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ
κλέπτοντα πρὸς τἀλλότρια;
Ἄιακος μἀλλʼ ὑπερφυᾶ.
Διόνυσος σχέτλια μὲν οὖν καὶ δεινά.
Ξανθίας καὶ μὴν νὴ Δία
εἰ πώποτʼ ἦλθον δεῦρʼ, ἐθέλω τεθνηκέναι,
ἢ ʼκλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.
καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ·
βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,
κἄν ποτέ μʼ ἕλῃς ἀδικοῦντʼ, ἀπόκτεινόν μʼ ἄγων.
Ἄιακος καὶ πῶς βασανίσω;
Ξανθίας πάντα τρόπον, ἐν κλίμακι
δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων,
στρεβλῶν, ἔτι δʼ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων,
πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ
μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.
Ἄιακος δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σου
τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.
Ξανθίας μὴ δῆτʼ ἔμοιγʼ. οὕτω δὲ βασάνιζʼ ἀπαγαγών.
Ἄιακος αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατʼ ὀφθαλμοὺς λέγῃ.
κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς
ἐνταῦθα μηδὲν ψεῦδος.
Διόνυσος ἀγορεύω τινὶ
ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντʼ· εἰ δὲ μή,
αὐτὸς σεαυτὸν αἰτιῶ.
Ἄιακος λέγεις δὲ τί;
Διόνυσος ἀθάνατος εἶναί φημι Διόνυσος Διός,
τοῦτον δὲ δοῦλον.
Ἄιακος ταῦτʼ ἀκούεις;
Ξανθίας φήμʼ ἐγώ.
καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος·
εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.
Διόνυσος τί δῆτʼ, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός,
οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;
Ξανθίας δίκαιος ὁ λόγος· χὠπότερόν γʼ ἂν νῷν ἴδῃς
κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι
τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.
Ἄιακος οὐκ ἔσθʼ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ·
χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή.
Ξανθίας πῶς οὖν βασανιεῖς νὼ δικαίως;
Ἄιακος ῥᾳδίως·
πληγὴν παρὰ πληγὴν ἑκάτερον.
Ξανθίας καλῶς λέγεις.
Ἄιακος ἰδού.
Ξανθίας σκόπει νυν ἤν μʼ ὑποκινήσαντʼ ἴδῃς.
Ἄιακος ἤδη ʼπάταξά σʼ.
Ξανθίας οὐ μὰ Δίʼ.
Ἄιακος οὐδʼ ἐμοὶ δοκεῖς.
ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω.
Διόνυσος πηνίκα;
Ἄιακος καὶ δὴ ʼπάταξα.
Διόνυσος κᾆτα πῶς οὐκ ἔπταρον;
Ἄιακος οὐκ οἶδα· τουδὶ δʼ αὖθις ἀποπειράσομαι.
Ξανθίας οὔκουν ἀνύσεις τι; ἀτταταῖ.
Ἄιακος τί τἀτταταῖ;
μῶν ὠδυνήθης;
Ξανθίας οὐ μὰ Δίʼ ἀλλʼ ἐφρόντισα
ὁπόθʼ Ἡράκλεια τἀν Διομείοις γίγνεται.
Ἄιακος ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.
Διόνυσος ἰοὺ ἰού.
Ἄιακος τί ἔστιν;
Διόνυσος ἱππέας ὁρῶ.
Ἄιακος τί δῆτα κλάεις;
Διόνυσος κρομμύων ὀσφραίνομαι.
Ἄιακος ἐπεὶ προτιμᾷς γʼ οὐδέν.
Διόνυσος οὐδέν μοι μέλει.
Ἄιακος βαδιστέον τἄρʼ ἐστὶν ἐπὶ τονδὶ πάλιν.
Ξανθίας οἴμοι.
Ἄιακος τί ἔστι;
Ξανθίας τὴν ἄκανθαν ἔξελε.
Ἄιακος τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον.
Διόνυσος Ἄπολλον—ὅς που Δῆλον ἢ Πυθῶνʼ ἔχεις.
Ξανθίας ἤλγησεν· οὐκ ἤκουσας;
Διόνυσος οὐκ ἔγωγʼ, ἐπεὶ
ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.
Ξανθίας οὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.
Ἄιακος μὰ τὸν Δίʼ ἀλλʼ ἤδη πάρεχε τὴν γαστέρα.
Διόνυσος Πόσειδον
Ξανθίας ἤλγησέν τις.
Διόνυσος ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.
Ἄιακος οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν
ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλʼ εἴσιτον·
ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται
χἠ Φερρέφατθʼ, ἅτʼ ὄντε κἀκείνω θεώ.
Διόνυσος ὀρθῶς λέγεις· ἐβουλόμην δʼ ἂν τοῦτό σε
πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.
Χορός Μοῦσα χορῶν ἱερῶν· ἐπίβηθι καὶ ἔλθʼ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς,
τὸν πολὺν ὀψομένη λαῶν· ὄχλον, οὗ σοφίαι
μυρίαι κάθηνται
φιλοτιμότεραι Κλεοφῶντος, ἐφʼ οὗ δὴ χείλεσιν ἀμφιλάλοις
δεινὸν ἐπιβρέμεται
Θρῃκία χελιδὼν
†ἐπὶ βάρβαρον ἑζομένη πέταλον· †
κελαδεῖ δʼ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,
κἂν ἴσαι γένωνται.
Χορός τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει
ξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ
ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα,
κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,
ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε
αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας.
εἶτʼ ἄτιμόν φημι χρῆναι μηδένʼ εἶνʼ ἐν τῇ πόλει·
καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν
καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.
κοὐδὲ ταῦτʼ ἔγωγʼ ἔχοιμʼ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν,
ἀλλʼ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντʼ ἐδράσατε.
πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθʼ ὑμῶν πολλὰ δὴ
χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει,
τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.
ἀλλὰ τῆς ὀργῆς ἀνέντες ὦ σοφώτατοι φύσει
πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα
κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ.
εἰ δὲ ταῦτʼ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα,
τὴν πόλιν καὶ ταῦτʼ ἔχοντες κυμάτων ἐν ἀγκάλαις,
ὑστέρῳ χρόνῳ ποτʼ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.
Χορός εἰ δʼ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτʼ
οἰμώξεται,
οὐ πολὺν οὐδʼ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν,
Κλειγένης ὁ μικρός,
ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου
ψευδολίτρου κονίας
καὶ Κιμωλίας γῆς,
χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδʼ οὐκ
εἰρηνικὸς ἔσθʼ, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευ
ξύλου βαδίζων.
Χορός πολλάκις γʼ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι
ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς
ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον.
οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις,
ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων
καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις
ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ
χρώμεθʼ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις
χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.
τῶν πολιτῶν θʼ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας
ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς
καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,
προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις
καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα
ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ
οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατʼ ἄν.
ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους
χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ
εὔλογον, κἄν τι σφαλῆτʼ, ἐξ ἀξίου γοῦν τοῦ ξύλου,
ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.
Ἄιακος νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ
ὁ δεσπότης σου.
Ξανθίας πῶς γὰρ οὐχὶ γεννάδας,
ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;
Ἄιακος τὸ δὲ μὴ πατάξαι σʼ ἐξελεγχθέντʼ ἄντικρυς,
ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.
Ξανθίας ᾤμωξε μέντἄν.
Ἄιακος τοῦτο μέντοι δουλικὸν
εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.
Ξανθίας χαίρεις, ἱκετεύω;
Ἄιακος μἀλλʼ ἐποπτεύειν δοκῶ,
ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.
Ξανθίας τί δὲ τονθορύζων, ἡνίκʼ ἂν πληγὰς λαβὼν
πολλὰς ἀπίῃς θύραζε;
Ἄιακος καὶ τοῦθʼ ἥδομαι.
Ξανθίας τί δὲ πολλὰ πράττων;
Ἄιακος ὡς μὰ Δίʼ οὐδὲν οἶδʼ ἐγώ.
Ξανθίας ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν
ἅττʼ ἂν λαλῶσι;
Ἄιακος μἀλλὰ πλεῖν ἢ μαίνομαι.
Ξανθίας τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;
Ἄιακος ἐγώ;
μὰ Δίʼ ἀλλʼ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.
Ξανθίας ὦ Φοῖβʼ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν,
καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον
πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,
τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ
χὠ λοιδορησμός;
Ἄιακος Αἰσχύλου κεὐριπίδου.
Ξανθίας ἆ.
Ἄιακος πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα
ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.
Ξανθίας ἐκ τοῦ;
Ἄιακος νόμος τις ἐνθάδʼ ἐστὶ κείμενος
ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί,
τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων
σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν
θρόνον τε τοῦ Πλούτωνος ἑξῆς—
Ξανθίας μανθάνω.
Ἄιακος ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος
ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.
Ξανθίας τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;
Ἄιακος ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,
ὡς ὢν κράτιστος τὴν τέχνην.
Ξανθίας νυνὶ δὲ τίς;
Ἄιακος ὅτε δὴ κατῆλθʼ Εὐριπίδης, ἐπεδείκνυτο
τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις
καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,
ὅπερ ἔστʼ ἐν Ἅιδου πλῆθος, οἱ δʼ ἀκροώμενοι
τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν
ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον·
κἄπειτʼ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
ἵνʼ Αἰσχύλος καθῆστο.
Ξανθίας κοὐκ ἐβάλλετο;
Ἄιακος μὰ Δίʼ ἀλλʼ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν
ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.
Ξανθίας ὁ τῶν πανούργων;
Ἄιακος νὴ Δίʼ οὐράνιόν γʼ ὅσον.
Ξανθίας μετʼ Αἰσχύλου δʼ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
Ἄιακος ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
Ξανθίας τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
Ἄιακος ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
κἄλεγχον αὐτῶν τῆς τέχνης.
Ξανθίας κἄπειτα πῶς
οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
Ἄιακος μὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον,
ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,
κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου·
νυνὶ δʼ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,
ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,
ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης
διαγωνιεῖσθʼ ἔφασκε πρός γʼ Εὐριπίδην.
Ξανθίας τὸ χρῆμʼ ἄρʼ ἔσται;
Ἄιακος νὴ Δίʼ ὀλίγον ὕστερον.
κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται—
Ξανθίας τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;
Ἄιακος καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
καὶ πλαίσια ξύμπτυκτα—
Ξανθίας πλινθεύσουσι γάρ;
Ἄιακος καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης
κατʼ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.
Ξανθίας ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
Ἄιακος ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.
Ξανθίας κρινεῖ δὲ δὴ τίς ταῦτα;
Ἄιακος τοῦτʼ ἦν δύσκολον·
σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.
οὔτε γὰρ Ἀθηναίοισι συνέβαινʼ Αἰσχύλος—
Ξανθίας πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.
Ἄιακος λῆρόν τε τἄλλʼ ἡγεῖτο τοῦ γνῶναι πέρι
φύσεις ποιητῶν· εἶτα τῷ σῷ δεσπότῃ
ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.
ἀλλʼ εἰσίωμεν· ὡς ὅταν γʼ οἱ δεσπόται
ἐσπουδάκωσι, κλαύμαθʼ ἡμῖν γίγνεται.
Χορός ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,
ἡνίκʼ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόντα
ἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆς
ὄμματα στροβήσεται.
Χορός ἔσται δʼ ἱππολόφων τε λόγων κορυθαίολα νείκη
σχινδαλάμων τε παραξόνια σμιλεύματά τʼ ἔργων,
φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς
ῥήμαθʼ ἱπποβάμονα.
Χορός φρίξας δʼ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,
δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει
ῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶν
γηγενεῖ φυσήματι·
Χορός ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφη
γλῶσσʼ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺς
ῥήματα δαιομένη καταλεπτολογήσει
πλευμόνων πολὺν πόνον.
Χορός ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ
Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε
ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις
ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,
ἔλθετʼ ἐποψόμεναι δύναμιν
δεινοτάτοιν στομάτοιν πορίσασθαι
ῥήματα καὶ παραπρίσματʼ ἐπῶν.
νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.
Διόνυσος εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.
Αἰσχύλος Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,
εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
Διόνυσος ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.
Εὐριπίδης καλῶς·
ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.
Διόνυσος ἴδιοί τινές σοι, κόμμα καινόν;
Εὐριπίδης καὶ μάλα.
Διόνυσος ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.
Εὐριπίδης αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ
καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,
ὀρθῶς μʼ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.
Χορός καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν
παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι
τίνα λόγων ἐμμέλειαν
ἔπιτε δαΐαν ὁδόν.
γλῶσσα μὲν γὰρ ἠγρίωται,
λῆμα δʼ οὐκ ἄτολμον ἀμφοῖν,
οὐδʼ ἀκίνητοι φρένες.
προσδοκᾶν οὖν εἰκός ἐστι
τὸν μὲν ἀστεῖόν τι λέξειν
καὶ κατερρινημένον,
τὸν δʼ ἀνασπῶντʼ αὐτοπρέμνοις
τοῖς λόγοισιν
ἐμπεσόντα συσκεδᾶν πολλὰς
ἀλινδήθρας ἐπῶν.
Διόνυσος ἀλλʼ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δʼ ὅπως ἐρεῖτον
ἀστεῖα καὶ μήτʼ εἰκόνας μήθʼ οἷʼ ἂν ἄλλος εἴποι.
Εὐριπίδης καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι,
ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτʼ ἐλέγξω,
ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.
πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας,
Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.
Διόνυσος μὰ τὸν Δίʼ οὐ δῆθʼ.
Εὐριπίδης ὁ δὲ χορός γʼ ἤρειδεν ὁρμαθοὺς ἂν
μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν· οἱ δʼ ἐσίγων.
Διόνυσος ἐγὼ δʼ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτʼ ἔτερπεν
οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.
Εὐριπίδης ἠλίθιος γὰρ ἦσθα,
σάφʼ ἴσθι.
Διόνυσος κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτʼ ἔδρασʼ ὁ δεῖνα;
Εὐριπίδης ὑπʼ ἀλαζονείας, ἵνʼ ὁ θεατὴς προσδοκῶν καθοῖτο,
ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διῄει.
Διόνυσος ὢ παμπόνηρος, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ.
τί σκορδινᾷ καὶ δυσφορεῖς;
Εὐριπίδης ὅτι αὐτὸν ἐξελέγχω.
κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
ἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν,
ὀφρῦς ἔχοντα καὶ λόφους, δείνʼ ἄττα μορμορωπά,
ἄγνωτα τοῖς θεωμένοις.
Αἰσχύλος οἴμοι τάλας.
Διόνυσος σιώπα.
Εὐριπίδης σαφὲς δʼ ἂν εἶπεν οὐδὲ ἕν—
Διόνυσος μὴ πρῖε τοὺς ὀδόντας.
Εὐριπίδης ἀλλʼ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ʼπʼ ἀσπίδων ἐπόντας
γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθʼ ἱππόκρημνα,
ἃ ξυμβαλεῖν οὐ ῥᾴδιʼ ἦν.
Διόνυσος νὴ τοὺς θεοὺς ἐγὼ γοῦν
ἤδη ποτʼ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα
τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.
Αἰσχύλος σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατʼ ἐνεγέγραπτο.
Διόνυσος ἐγὼ δὲ τὸν Φιλοξένου γʼ ᾤμην Ἔρυξιν εἶναι.
Εὐριπίδης εἶτʼ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι;
Αἰσχύλος σὺ δʼ ὦ θεοῖσιν ἐχθρὲ ποῖʼ ἄττʼ ἐστὶν ἅττʼ ἐποίεις;
Εὐριπίδης οὐχ ἱππαλεκτρυόνας μὰ Δίʼ οὐδὲ τραγελάφους, ἅπερ σύ,
ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν·
ἀλλʼ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς
οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν,
ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον
ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς,
χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν·
εἶτʼ ἀνέτρεφον μονῳδίαις—
Διόνυσος Κηφισοφῶντα μιγνύς.
Εὐριπίδης εἶτʼ οὐκ ἐλήρουν ὅ τι τύχοιμʼ οὐδʼ ἐμπεσὼν ἔφυρον,
ἀλλʼ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπʼ ἂν εὐθὺς
τοῦ δράματος.
Διόνυσος κρεῖττον γὰρ ἦν σοι νὴ Δίʼ ἢ τὸ σαυτοῦ.
Εὐριπίδης ἔπειτʼ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκʼ ἂν ἀργόν,
ἀλλʼ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,
χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.
Αἰσχύλος εἶτα δῆτα
οὐκ ἀποθανεῖν σε ταῦτʼ ἐχρῆν τολμῶντα;
Εὐριπίδης μὰ τὸν Ἀπόλλω·
δημοκρατικὸν γὰρ αὔτʼ ἔδρων.
Διόνυσος τοῦτο μὲν ἔασον ὦ τᾶν.
οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.
Εὐριπίδης ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα—
Αἰσχύλος φημὶ κἀγώ.
ὡς πρὶν διδάξαι γʼ ὤφελες μέσος διαρραγῆναι.
Εὐριπίδης λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς,
νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν,
κάχʼ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα—
Αἰσχύλος φημὶ κἀγώ.
Εὐριπίδης οἰκεῖα πράγματʼ εἰσάγων, οἷς χρώμεθʼ, οἷς ξύνεσμεν,
ἐξ ὧν γʼ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι
ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλʼ οὐκ ἐκομπολάκουν
ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδʼ ἐξέπληττον αὐτούς,
Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.
γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.
τουτουμενὶ Φορμίσιος Μεγαίνετός θʼ ὁ Μανῆς,
σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,
οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.
Διόνυσος Θηραμένης; σοφός γʼ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,
ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.
Εὐριπίδης τοιαῦτα μέντοὐγὼ φρονεῖν
τούτοισιν εἰσηγησάμην,
λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
καὶ σκέψιν, ὥστʼ ἤδη νοεῖν
ἅπαντα καὶ διειδέναι
τά τʼ ἄλλα καὶ τὰς οἰκίας
οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ
κἀνασκοπεῖν, πῶς τοῦτʼ ἔχει;
ποῦ μοι τοδί; τίς τοῦτʼ ἔλαβε;
Διόνυσος νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων
ἅπας τις εἰσιὼν
κέκραγε πρὸς τοὺς οἰκέτας
ζητεῖ τε, ποῦ ʼστιν ἡ χύτρα;
τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
τῆς μαινίδος; τὸ τρύβλιον
τὸ περυσινὸν τέθνηκέ μοι·
ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
τίς τῆς ἐλάας παρέτραγεν;
τέως δʼ ἀβελτερώτατοι
κεχηνότες Μαμμάκυθοι
Μελιτίδαι καθῆντο.
Χορός τάδε μὲν λεύσσεις φαίδιμʼ Ἀχιλλεῦ·
σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις;
μόνον ὅπως . . .
μή σʼ ὁ θυμὸς ἁρπάσας
ἐκτὸς οἴσει τῶν ἐλαῶν·
δεινὰ γὰρ κατηγόρηκεν.
ἀλλʼ ὅπως ὦ γεννάδα
μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
ἀλλὰ συστείλας ἄκροισι
χρώμενος τοῖς ἱστίοις,
εἶτα μᾶλλον μᾶλλον ἄξεις
καὶ φυλάξεις,
ἡνίκʼ ἂν τὸ πνεῦμα λεῖον
καὶ καθεστηκὸς λάβῃς.
Διόνυσος ἀλλʼ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ
καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.
Αἰσχύλος θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχνʼ ἀγανακτεῖ,
εἰ πρὸς τοῦτον δεῖ μʼ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δʼ ἀπορεῖν με,
ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν;
Εὐριπίδης δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν
τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.
Αἰσχύλος τοῦτʼ οὖν εἰ μὴ πεποίηκας,
ἀλλʼ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,
τί παθεῖν φήσεις ἄξιος εἶναι;
Διόνυσος τεθνάναι· μὴ τοῦτον ἐρώτα.
Αἰσχύλος σκέψαι τοίνυν οἵους αὐτοὺς παρʼ ἐμοῦ παρεδέξατο πρῶτον,
εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,
μηδʼ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους,
ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας
καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους.
Διόνυσος καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μʼ ἐπιτρίψει.
Εὐριπίδης καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;
Διόνυσος Αἰσχύλε λέξον, μηδʼ αὐθάδως σεμνυνόμενος χαλέπαινε.
Αἰσχύλος δρᾶμα ποιήσας Ἄρεως μεστόν.
Διόνυσος ποῖον;
Αἰσχύλος τοὺς ἕπτʼ ἐπὶ Θήβας·
ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.
Διόνυσος τουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεποίηκας
ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γʼ οὕνεκα τύπτου.
Αἰσχύλος ἀλλʼ ὑμῖν αὔτʼ ἐξῆν ἀσκεῖν, ἀλλʼ οὐκ ἐπὶ τοῦτʼ ἐτράπεσθε.
εἶτα διδάξας Πέρσας μετὰ τοῦτʼ ἐπιθυμεῖν ἐξεδίδαξα
νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.
Διόνυσος ἐχάρην γοῦν, †ἡνίκʼ ἤκουσα περὶ Δαρείου τεθνεῶτος,†
ὁ χορὸς δʼ εὐθὺς τὼ χεῖρʼ ὡδὶ συγκρούσας εἶπεν ἰαυοῖ.
Αἰσχύλος ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπʼ ἀρχῆς
ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.
Ὀρφεὺς μὲν γὰρ τελετάς θʼ ἡμῖν κατέδειξε φόνων τʼ ἀπέχεσθαι,
Μουσαῖος δʼ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ
γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θεῖος Ὅμηρος
ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδʼ ὅτι χρήστʼ ἐδίδαξεν,
τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν;
Διόνυσος καὶ μὴν οὐ Παντακλέα γε
ἐδίδαξεν ὅμως τὸν σκαιότατον· πρώην γοῦν, ἡνίκʼ ἔπεμπεν,
τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλʼ ἐπιδήσειν.
Αἰσχύλος ἀλλʼ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως·
ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν,
Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵνʼ ἐπαίροιμʼ ἄνδρα πολίτην
ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.
ἀλλʼ οὐ μὰ Δίʼ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας,
οὐδʼ οἶδʼ οὐδεὶς ἥντινʼ ἐρῶσαν πώποτʼ ἐποίησα γυναῖκα.
Εὐριπίδης μὰ Δίʼ οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι. μηδέ γʼ ἐπείη.
Αἰσχύλος ἀλλʼ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ʼπικαθῆτο,
ὥστε γε καὐτόν σε κατʼ οὖν ἔβαλεν.
Διόνυσος νὴ τὸν Δία τοῦτό γέ τοι δή.
ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης.
Εὐριπίδης καὶ τί βλάπτουσʼ ὦ σχέτλιʼ ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;
Αἰσχύλος ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας
κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.
Εὐριπίδης πότερον δʼ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;
Αἰσχύλος μὰ Δίʼ ἀλλʼ ὄντʼ· ἀλλʼ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν,
καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν
ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δʼ ἡβῶσι ποιηταί.
πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.
Εὐριπίδης ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς
καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτʼ ἐστὶ τὸ χρηστὰ διδάσκειν,
ὃν χρῆν φράζειν ἀνθρωπείως;
Αἰσχύλος ἀλλʼ ὦ κακόδαιμον ἀνάγκη
μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.
κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι·
καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.
ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.
Εὐριπίδης τί δράσας;
Αἰσχύλος πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκιʼ ἀμπισχών, ἵνʼ ἐλεινοὶ
τοῖς ἀνθρώποις φαίνοιντʼ εἶναι.
Εὐριπίδης τοῦτʼ οὖν ἔβλαψά τι δράσας;
Αἰσχύλος οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα,
ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.
Διόνυσος νὴ τὴν Δήμητρα χιτῶνά γʼ ἔχων οὔλων ἐρίων ὑπένερθεν.
κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν.
Αἰσχύλος εἶτʼ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,
ἣ ʼξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν
τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν
ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γʼ ἡνίκʼ ἐγὼ ʼζων,
οὐκ ἠπίσταντʼ ἀλλʼ ἢ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ εἰπεῖν.
Διόνυσος νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γʼ ἐς τὸ στόμα τῷ θαλάμακι,
καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·
νῦν δʼ ἀντιλέγει κοὐκέτʼ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.
Αἰσχύλος ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστʼ;
οὐ προαγωγοὺς κατέδειξʼ οὗτος,
καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,
καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς,
καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
κᾆτʼ ἐκ τούτων ἡ πόλις ἡμῶν
ὑπογραμματέων ἀνεμεστώθη
καὶ βωμολόχων δημοπιθήκων
ἐξαπατώντων τὸν δῆμον ἀεί,
λαμπάδα δʼ οὐδεὶς οἷός τε φέρειν
ὑπʼ ἀγυμνασίας ἔτι νυνί.
Διόνυσος μὰ Δίʼ οὐ δῆθʼ, ὥστʼ ἐπαφαυάνθην
Παναθηναίοισι γελῶν, ὅτε δὴ
βραδὺς ἄνθρωπός τις ἔθει κύψας
λευκὸς πίων ὑπολειπόμενος
καὶ δεινὰ ποιῶν· κᾆθʼ οἱ Κεραμῆς
ἐν ταῖσι πύλαις παίουσʼ αὐτοῦ
γαστέρα πλευρὰς λαγόνας πυγήν,
ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις
ὑποπερδόμενος
φυσῶν τὴν λαμπάδʼ ἔφευγεν.
Χορός μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.
χαλεπὸν οὖν ἔργον διαιρεῖν,
ὅταν ὁ μὲν τείνῃ βιαίως,
ὁ δʼ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
ἀλλὰ μὴ ʼν ταὐτῷ κάθησθον·
ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
ὅ τι περ οὖν ἔχετον ἐρίζειν,
λέγετον ἔπιτον ἀνά τε δέρετον
τά τε παλαιὰ καὶ τὰ καινά,
κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.
Χορός εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ
τοῖς θεωμένοισιν, ὡς τὰ
λεπτὰ μὴ γνῶναι λεγόντοιν,
μηδὲν ὀρρωδεῖτε τοῦθʼ· ὡς οὐκέθʼ οὕτω ταῦτʼ ἔχει.
ἐστρατευμένοι γάρ εἰσι,
βιβλίον τʼ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά·
αἱ φύσεις τʼ ἄλλως κράτισται,
νῦν δὲ καὶ παρηκόνηνται.
μηδὲν οὖν δείσητον, ἀλλὰ
πάντʼ ἐπέξιτον θεατῶν γʼ οὕνεχʼ ὡς ὄντων σοφῶν.
Χορός τί ποτε πρᾶγμα γενήσεται;
φροντίζειν γὰρ ἔγωγʼ ἔχω,
τίνʼ ἄρα μέμψιν ἐποίσει
ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
καὶ κάλλιστα μέλη ποιήσαντι
τῶν μέχρι νυνί.
θαυμάζω γὰρ ἔγωγʼ ὅπῃ
μέμψεταί ποτε τοῦτον
τὸν Βακχεῖον ἄνακτα,
καὶ δέδοιχʼ ὑπὲρ αὐτοῦ.
Εὐριπίδης πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα.
εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.
Διόνυσος καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών·
(διαύλιον προσαυλεῖ τις)
Εὐριπίδης Φθιῶτʼ Ἀχιλλεῦ, τί ποτʼ ἀνδροδάικτον ἀκούων
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Διόνυσος δύο σοὶ κόπω Αἰσχύλε τούτω.
Εὐριπίδης κύδιστʼ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Διόνυσος τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος.
Εὐριπίδης εὐφαμεῖτε· μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Διόνυσος ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.
ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι·
ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.
Εὐριπίδης μὴ πρίν γʼ ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶν
ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.
Διόνυσος ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.
Εὐριπίδης ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,
τοφλαττοθρατ τοφλαττοθρατ,
Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει,
τοφλαττοθρατ τοφλαττοθρατ,
σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
τοφλαττοθρατ τοφλαττοθρατ,
κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,
τοφλαττοθρατ τοφλαττοθρατ,
τὸ συγκλινές τʼ ἐπʼ Αἴαντι,
τοφλαττοθρατ τοφλαττοθρατ.
Διόνυσος τί τὸ φλαττοθρατ τοῦτʼ ἐστίν; ἐκ Μαραθῶνος ἢ
πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;
Αἰσχύλος ἀλλʼ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ
ἤνεγκον αὔθʼ, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ
λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων·
οὗτος δʼ ἀπὸ πάντων †μὲν φέρει, πορνιδίων†,
σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,
θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται.
ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ
λύρας ἐπὶ τούτων; ποῦ ʼστιν ἡ τοῖς ὀστράκοις
αὕτη κροτοῦσα; δεῦρο Μοῦσʼ Εὐριπίδου,
πρὸς ἥνπερ ἐπιτήδεια ταῦτʼ ᾄδειν μέλη.
Διόνυσος αὕτη ποθʼ ἡ Μοῦσʼ οὐκ ἐλεσβίαζεν, οὔ.
Αἰσχύλος ἀλκυόνες, αἳ παρʼ ἀενάοις θαλάσσης
κύμασι στωμύλλετε,
τέγγουσαι νοτίοις πτερῶν
ῥανίσι χρόα δροσιζόμεναι·
αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίας
εἱειειειλίσσετε δακτύλοις φάλαγγες
ἱστόπονα πηνίσματα,
κερκίδος ἀοιδοῦ μελέτας,
ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελφὶς
πρῴραις κυανεμβόλοις
μαντεῖα καὶ σταδίους,
οἰνάνθας γάνος ἀμπέλου,
βότρυος ἕλικα παυσίπονον.
περίβαλλʼ ὦ τέκνον ὠλένας.
ὁρᾷς τὸν πόδα τοῦτον;
Διόνυσος ὁρῶ.
Αἰσχύλος τί δαί; τοῦτον ὁρᾷς;
Διόνυσος ὁρῶ.
Αἰσχύλος τοιαυτὶ μέντοι σὺ ποιῶν
τολμᾷς τἀμὰ μέλη ψέγειν,
ἀνὰ τὸ δωδεκαμήχανον
Κυρήνης μελοποιῶν;
τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δʼ ἔτι
τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον.
ὦ νυκτὸς κελαινοφαὴς
ὄρφνα, τίνα μοι
δύστανον ὄνειρον
πέμπεις ἐξ ἀφανοῦς,
Ἀίδα πρόμολον,
ψυχὰν ἄψυχον ἔχοντα,
μελαίνας Νυκτὸς παῖδα,
φρικώδη δεινὰν ὄψιν,
μελανονεκυείμονα,
φόνια φόνια δερκόμενον,
μεγάλους ὄνυχας ἔχοντα.
ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατε
κάλπισί τʼ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δʼ ὕδωρ,
ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.
ἰὼ πόντιε δαῖμον,
τοῦτʼ ἐκεῖνʼ· ἰὼ ξύνοικοι,
τάδε τέρα θεάσασθε.
τὸν ἀλεκτρυόνα μου συναρπάσασα
φρούδη Γλύκη.
Νύμφαι ὀρεσσίγονοι.
ὦ Μανία ξύλλαβε.
ἐγὼ δʼ ἁ τάλαινα προσέχουσʼ ἔτυχον
ἐμαυτῆς ἔργοισι,
λίνου μεστὸν ἄτρακτον
εἱειειειλίσσουσα χεροῖν
κλωστῆρα ποιοῦσʼ, ὅπως
κνεφαῖος εἰς ἀγορὰν
φέρουσʼ ἀποδοίμαν·
ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα
κουφοτάταις πτερύγων ἀκμαῖς·
ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,
δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων
ἔβαλον ἔβαλον ἁ τλάμων.
ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,
τὰ τόξα λαβόντες ἐπαμύνατε,
τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ
τὰς κυνίσκας ἔχουσʼ ἐλθέτω διὰ δόμων πανταχῇ,
σὺ δʼ ὦ Διὸς διπύρους ἀνέχουσα
λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον
ἐς Γλύκης, ὅπως ἂν
εἰσελθοῦσα φωράσω.
Διόνυσος παύσασθον ἤδη τῶν μελῶν.
Αἰσχύλος κἄμοιγʼ ἅλις.
ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι,
ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον.
τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.
Διόνυσος ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με
ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.
Χορός ἐπίπονοί γʼ οἱ δεξιοί.
τόδε γὰρ ἕτερον αὖ τέρας
νεοχμόν, ἀτοπίας πλέων,
ὃ τίς ἂν ἐπενόησεν ἄλλος;
. . .
μὰ τὸν ἐγὼ μὲν οὐδʼ ἂν εἴ τις
ἔλεγέ μοι τῶν ἐπιτυχόντων,
ἐπιθόμην, ἀλλʼ ᾠόμην ἂν
αὐτὸν αὐτὰ ληρεῖν.
Διόνυσος ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγʼ,
Αἰσχύλος καί Εὐριπίδης ἰδού.
Διόνυσος καὶ λαβομένω τὸ ῥῆμʼ ἑκάτερος εἴπατον,
καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.
Αἰσχύλος καὶ Εὐριπίδης ἐχόμεθα.
Διόνυσος τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν.
Εὐριπίδης εἴθʼ ὤφελʼ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος.
Αἰσχύλος Σπερχειὲ ποταμὲ βουνόμοι τʼ ἐπιστροφαί.
Διόνυσος κόκκυ, μέθεσθε· καὶ πολύ γε κατωτέρω
χωρεῖ τὸ τοῦδε.
Εὐριπίδης καὶ τί ποτʼ ἐστὶ ταἴτιον;
Διόνυσος ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς
ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια,
σὺ δʼ εἰσέθηκας τοὔπος ἐπτερωμένον.
Εὐριπίδης ἀλλʼ ἕτερον εἰπάτω τι κἀντιστησάτω.
Διόνυσος λάβεσθε τοίνυν αὖθις.
Αἰσχύλος καί Εὐριπίδης ἢν ἰδού.
Διόνυσος λέγε.
Εὐριπίδης οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος.
Αἰσχύλος μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ.
Διόνυσος μέθεσθε μέθεσθε· καὶ τὸ τοῦδέ γʼ αὖ ῥέπει·
θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν.
Εὐριπίδης ἐγὼ δὲ πειθώ γʼ ἔπος ἄριστʼ εἰρημένον.
Διόνυσος πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.
ἀλλʼ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,
ὅ τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα.
Εὐριπίδης φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;
Διόνυσος φράσω·
βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα.
Διόνυσος λέγοιτʼ ἄν, ὡς αὕτη ʼστὶ λοιπὴ σφῷν στάσις.
Εὐριπίδης σιδηροβριθές τʼ ἔλαβε δεξιᾷ ξύλον.
Αἰσχύλος ἐφʼ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός.
Διόνυσος ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν.
Εὐριπίδης τῷ τρόπῳ;
Διόνυσος δύʼ ἅρματʼ εἰσέθηκε καὶ νεκρὼ δύο,
οὓς οὐκ ἂν ἄραιντʼ οὐδʼ ἑκατὸν Αἰγύπτιοι.
Αἰσχύλος καὶ μηκέτʼ ἔμοιγε κατʼ ἔπος, ἀλλʼ ἐς τὸν σταθμὸν
αὐτὸς τὰ παιδίʼ ἡ γυνὴ Κηφισοφῶν
ἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία·
ἐγὼ δὲ δύʼ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον.
Διόνυσος ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ.
οὐ γὰρ διʼ ἔχθρας οὐδετέρῳ γενήσομαι.
τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δʼ ἥδομαι.
Πλούτων οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;
Διόνυσος ἐὰν δὲ κρίνω;
Πλούτων τὸν ἕτερον λαβὼν ἄπει,
ὁπότερον ἂν κρίνῃς, ἵνʼ ἔλθῃς μὴ μάτην.
Διόνυσος εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί.
ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν;
ἵνʼ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.
ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃ
μᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.
πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίνʼ ἔχετον
γνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ.
Εὐριπίδης ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;
Διόνυσος τίνα;
ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν.
ἀλλʼ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.
Εὐριπίδης μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν
βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς,
καὶ πόριμον αὑτῷ τῇ πόλει δʼ ἀμήχανον.
Διόνυσος εὖ γʼ ὦ Πόσειδον· σὺ δὲ τίνα γνώμην ἔχεις;
Αἰσχύλος οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν,
ἢν δʼ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.
Διόνυσος νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γʼ ἔχω·
ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δʼ ἕτερος σαφῶς.
ἀλλʼ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον
περὶ τῆς πόλεως ἥντινʼ ἔχετον σωτηρίαν.
Εὐριπίδης εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,
αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα.
Διόνυσος γέλοιον ἂν φαίνοιτο· νοῦν δʼ ἔχει τίνα;
Εὐριπίδης εἰ ναυμαχοῖεν κᾆτʼ ἔχοντες ὀξίδας
ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων.
ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.
Διόνυσος λέγε.
Εὐριπίδης ὅταν τὰ νῦν ἄπιστα πίσθʼ ἡγώμεθα,
τὰ δʼ ὄντα πίστʼ ἄπιστα.
Διόνυσος πῶς; οὐ μανθάνω.
ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.
Εὐριπίδης εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,
τούτοις ἀπιστήσαιμεν, οἷς δʼ οὐ χρώμεθα,
τούτοισι χρησαίμεσθʼ, ἴσως σωθεῖμεν ἄν.
εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς
τἀναντίʼ ἂν πράττοντες οὐ σῳζοίμεθʼ ἄν;
Διόνυσος εὖ γʼ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.
ταυτὶ πότερʼ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;
Εὐριπίδης ἐγὼ μόνος· τὰς δʼ ὀξίδας Κηφισοφῶν.
τί δαὶ σύ; τί λέγεις;
Αἰσχύλος τὴν πόλιν νῦν μοι φράσον
πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;
Διόνυσος πόθεν;
μισεῖ κάκιστα.
Αἰσχύλος τοῖς πονηροῖς δʼ ἥδεται;
Διόνυσος οὐ δῆτʼ ἐκείνη γʼ, ἀλλὰ χρῆται πρὸς βίαν.
Αἰσχύλος πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;
Διόνυσος εὕρισκε νὴ Δίʼ, εἴπερ ἀναδύσει πάλιν.
Αἰσχύλος ἐκεῖ φράσαιμʼ ἄν· ἐνθαδὶ δʼ οὐ βούλομαι.
Διόνυσος μὴ δῆτα σύ γʼ, ἀλλʼ ἐνθένδʼ ἀνίει τἀγαθά.
Αἰσχύλος τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων
εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον.
Διόνυσος εὖ, πλήν γʼ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.
Πλούτων κρίνοις ἄν.
Διόνυσος αὕτη σφῷν κρίσις γενήσεται·
αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.
Εὐριπίδης μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας
ἦ μὴν ἀπάξειν μʼ οἴκαδʼ, αἱροῦ τοὺς φίλους.
Διόνυσος ἡ γλῶττʼ ὀμώμοκʼ, Αἰσχύλον δʼ αἱρήσομαι.
Εὐριπίδης τί δέδρακας ὦ μιαρώτατʼ ἀνθρώπων;
Διόνυσος ἐγώ;
ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;
Εὐριπίδης αἴσχιστον ἔργον προσβλέπεις μʼ εἰργασμένος;
Διόνυσος τί δʼ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;
Εὐριπίδης ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα;
Διόνυσος τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;
Πλούτων χωρεῖτε τοίνυν ὦ Διόνυσʼ εἴσω.
Διόνυσος τί δαί;
Πλούτων ἵνα ξενίσω ʼγὼ σφὼ πρὶν ἀποπλεῖν.
Διόνυσος εὖ λέγεις
νὴ τὸν Δίʼ· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.
Χορός μακάριός γʼ ἀνὴρ ἔχων
ξύνεσιν ἠκριβωμένην.
πάρα δὲ πολλοῖσιν μαθεῖν.
ὅδε γὰρ εὖ φρονεῖν δοκήσας
πάλιν ἄπεισιν οἴκαδʼ αὖ,
ἐπʼ ἀγαθῷ μὲν τοῖς πολίταις,
ἐπʼ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ
ξυγγενέσι τε καὶ φίλοισι,
διὰ τὸ συνετὸς εἶναι.
Χορός χαρίεν οὖν μὴ Σωκράτει
παρακαθήμενον λαλεῖν,
ἀποβαλόντα μουσικὴν
τά τε μέγιστα παραλιπόντα
τῆς τραγῳδικῆς τέχνης.
τὸ δʼ ἐπὶ σεμνοῖσιν λόγοισι
καὶ σκαριφησμοῖσι λήρων
διατριβὴν ἀργὸν ποιεῖσθαι,
παραφρονοῦντος ἀνδρός.
Πλούτων ἄγε δὴ χαίρων Αἰσχύλε χώρει,
καὶ σῷζε πόλιν τὴν ἡμετέραν
γνώμαις ἀγαθαῖς καὶ παίδευσον
τοὺς ἀνοήτους· πολλοὶ δʼ εἰσίν·
καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων
καὶ τουτὶ τοῖσι πορισταῖς
Μύρμηκί θʼ ὁμοῦ καὶ Νικομάχῳ,
τόδε δʼ Ἀρχενόμῳ·
καὶ φράζʼ αὐτοῖς ταχέως ἥκειν
ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν·
κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ
νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς
καὶ συμποδίσας
μετʼ Ἀδειμάντου τοῦ Λευκολόφου
κατὰ γῆς ταχέως ἀποπέμψω.
Αἰσχύλος ταῦτα ποιήσω· σὺ δὲ τὸν θᾶκον
τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν
καὶ διασῴζειν, ἢν ἄρʼ ἐγώ ποτε
δεῦρʼ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼ
σοφίᾳ κρίνω δεύτερον εἶναι.
μέμνησο δʼ ὅπως ὁ πανοῦργος ἀνὴρ
καὶ ψευδολόγος καὶ βωμολόχος
μηδέποτʼ ἐς τὸν θᾶκον τὸν ἐμὸν
μηδʼ ἄκων ἐγκαθεδεῖται.
Πλούτων φαίνετε τοίνυν ὑμεῖς τούτῳ
λαμπάδας ἱεράς, χἄμα προπέμπετε
τοῖσιν τούτου τοῦτον μέλεσιν
καὶ μολπαῖσιν κελαδοῦντες.
Χορός πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇ
ἐς φάος ὀρνυμένῳ δότε δαίμονες οἱ κατὰ γαίας,
τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας.
πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθʼ ἂν οὕτως
ἀργαλέων τʼ ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθω
κἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.