Knights
Knights Classical Aristophanes GreekΔημοσθένης ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.
κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν
αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν
πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.
Νικίας κάκιστα δῆθʼ οὗτός γε πρῶτος Παφλαγόνων
αὐταῖς διαβολαῖς.
Δημοσθένης ὦ κακόδαιμον πῶς ἔχεις;
Νικίας κακῶς καθάπερ σύ.
Δημοσθένης δεῦρο δὴ πρόσελθʼ, ἵνα
ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.
Δημοσθένης καὶ Νικίας μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.
Δημοσθένης τί κινυρόμεθʼ ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα
σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;
Νικίας τίς οὖν γένοιτʼ ἄν;
Δημοσθένης λέγε σύ.
Νικίας σὺ μὲν οὖν μοι λέγε,
ἵνα μὴ μάχωμαι.
Δημοσθένης μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
Νικίας πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
Δημοσθένης ἀλλʼ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.
Νικίας ἀλλʼ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε
εἴποιμʼ ἂν αὐτὸ δῆτα κομψευριπικῶς;
Δημοσθένης μὴ ʼμοί γε, μὴ ʼμοί, μὴ διασκανδικίσῃς·
ἀλλʼ εὑρέ τινʼ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.
Νικίας λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.
Δημοσθένης καὶ δὴ λέγω μόλωμεν.
Νικίας ἐξόπισθε νῦν
αὐτὸ φάθι τοῦ μόλωμεν.
Δημοσθένης αὐτό.
Νικίας πάνυ καλῶς.
ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε
τὸ μόλωμεν, εἶτα δʼ αὐτό, κᾆτʼ ἐπάγων πυκνόν.
Δημοσθένης μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν.
Νικίας ἢν
οὐχ ἡδύ;
Δημοσθένης νὴ Δία· πλήν γε περὶ τῷ δέρματι
δέδοικα τουτονὶ τὸν οἰωνόν.
Νικίας τί δαί;
Δημοσθένης ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.
Νικίας κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,
θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.
Δημοσθένης † ποῖον βρέτας †; ἐτεὸν ἡγεῖ γὰρ θεούς;
Νικίας ἔγωγε.
Δημοσθένης ποίῳ χρώμενος τεκμηρίῳ;
Νικίας ὁτιὴ θεοῖσιν ἐχθρός εἰμʼ. οὐκ εἰκότως;
Δημοσθένης εὖ προσβιβάζεις μʼ. ἀλλʼ ἑτέρᾳ πῃ σκεπτέον.
βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;
Νικίας οὐ χεῖρον· ἓν δʼ αὐτοὺς παραιτησώμεθα,
ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,
ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.
Δημοσθένης λέγοιμʼ ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης
ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος,
Δῆμος πυκνίτης, δύσκολον γερόντιον
ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ
ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,
πανουργότατον καὶ διαβολώτατόν τινα.
οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,
ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην
ᾔκαλλʼ ἐθώπευʼ ἐκολάκευʼ ἐξηπάτα
κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων·
ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν,
ἐνθοῦ ῥόφησον ἔντραγʼ ἔχε τριώβολον.
βούλει παραθῶ σοι δόρπον; εἶτʼ ἀναρπάσας
ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ
Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γʼ ἐμοῦ
μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν,
πανουργότατά πως περιδραμὼν ὑφαρπάσας
αὐτὸς παρέθηκε τὴν ὑπʼ ἐμοῦ μεμαγμένην,
ἡμᾶς δʼ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην
ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων
δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας.
ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ.
ὁ δʼ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,
τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς
ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα
ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας
αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε·
ὁρᾶτε τὸν Ὕλαν διʼ ἐμὲ μαστιγούμενον;
εἰ μή μʼ ἀναπείσετʼ, ἀποθανεῖσθε τήμερον.
ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι
ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν.
νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ,
ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.
Νικίας κράτιστʼ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.
Δημοσθένης ἀλλʼ οὐχ οἷόν τε τὸν Παφλαγόνʼ οὐδὲν λαθεῖν·
ἐφορᾷ γὰρ οὗτος πάντʼ. ἔχει γὰρ τὸ σκέλος
τὸ μὲν ἐν Πύλῳ, τὸ δʼ ἓτερον ἐν τἠκκλησίᾳ.
τοσόνδε δʼ αὐτοῦ βῆμα διαβεβηκότος
ὁ πρωκτός ἐστιν αὐτόχρημʼ ἐν Χάοσιν,
τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν.
Νικίας κράτιστον οὖν νῷν ἀποθανεῖν.
Δημοσθένης ἀλλὰ σκόπει,
ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.
Νικίας πῶς δῆτα πῶς γένοιτʼ ἂν ἀνδρικώτατα;
βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.
ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.
Δημοσθένης μὰ Δίʼ ἀλλʼ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.
ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.
Νικίας ἰδού γʼ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;
πῶς δʼ ἂν μεθύων χρηστόν τι βουλεύσαιτʼ ἀνήρ;
Δημοσθένης ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ.
οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν;
οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;
ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε
πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας
εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.
ἀλλʼ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ,
τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.
Νικίας οἴμοι τί ποθʼ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;
Δημοσθένης ἀγάθʼ· ἀλλʼ ἔνεγκʼ· ἐγὼ δὲ κατακλινήσομαι.
ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω
βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.
Νικίας ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν
κλέπτων τὸν οἶνον.
Δημοσθένης εἰπέ μοι Παφλαγὼν τί δρᾷ;
Νικίας ἐπίπαστα λείξας δημιόπραθʼ ὁ βάσκανος
ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.
Δημοσθένης ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν
σπονδήν.
Νικίας λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.
Δημοσθένης ἕλχʼ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.
ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμʼ, οὐκ ἐμόν.
Νικίας εἴπʼ, ἀντιβολῶ, τί ἔστι;
Δημοσθένης τοὺς χρησμοὺς ταχὺ
κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,
ἕως καθεύδει.
Νικίας ταῦτʼ. ἀτὰρ τοῦ δαίμονος
δέδοιχʼ ὅπως μὴ τεύξομαι κακοδαίμονος.
Δημοσθένης φέρε νυν ἐγὼ μʼ αὐτῷ προσαγάγω τὸν χοᾶ.
τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.
Νικίας ὡς μεγάλʼ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται,
ὥστʼ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,
ὅνπερ μάλιστʼ ἐφύλαττεν.
Δημοσθένης ὦ σοφώτατε.
φέρʼ αὐτὸν ἵνʼ ἀναγνῶ· σὺ δʼ ἔγχεον πιεῖν
ἀνύσας τι. φέρʼ ἴδω τί ἄρʼ ἔνεστιν αὐτόθι.
ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ.
Νικίας ἰδού. τί φησʼ ὁ χρησμός;
Δημοσθένης ἑτέραν ἔγχεον.
Νικίας ἐν τοῖς λογίοις ἔνεστιν ἑτέραν ἔγχεον;
Δημοσθένης ὦ Βάκι.
Νικίας τί ἔστι;
Δημοσθένης δὸς τὸ ποτήριον ταχύ.
Νικίας πολλῷ γʼ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.
Δημοσθένης ὦ μιαρὲ Παφλαγὼν ταῦτʼ ἄρʼ ἐφυλάττου πάλαι,
τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν;
Νικίας τιή;
Δημοσθένης ἐνταῦθʼ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.
Νικίας καὶ πῶς;
Δημοσθένης ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει
ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,
ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.
Νικίας εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε.
Δημοσθένης μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.
Νικίας δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;
Δημοσθένης κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος
αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτʼ ἀπόλλυται.
ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών,
ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.
Νικίας τὸν προβατοπώλην ἦν ἄρʼ ἀπολέσθαι χρεὼν
ὑπὸ βυρσοπώλου;
Δημοσθένης νὴ Δίʼ.
Νικίας οἴμοι δείλαιος.
πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος;
Δημοσθένης ἔτʼ ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων.
Νικίας εἴπʼ, ἀντιβολῶ, τίς ἐστιν;
Δημοσθένης εἴπω;
Νικίας νὴ Δία.
Δημοσθένης ἀλλαντοπώλης ἔσθʼ ὁ τοῦτον ἐξολῶν.
Νικίας ἀλλαντοπώλης; ὦ Πόσειδον τῆς τέχνης.
φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;
Δημοσθένης ζητῶμεν αὐτόν.
Νικίας ἀλλʼ ὁδὶ προσέρχεται
ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν.
Δημοσθένης ὦ μακάριε
ἀλλαντοπῶλα, δεῦρο δεῦρʼ ὦ φίλτατε
ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.
Ἀλλαντοπώλης τί ἔστι; τί με καλεῖτε;
Δημοσθένης δεῦρʼ ἔλθʼ, ἵνα πύθῃ
ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
Νικίας ἴθι δὴ κάθελʼ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ
τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·
ἐγὼ δʼ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
Δημοσθένης ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί·
ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.
Ἀλλαντοπώλης ἰδού· τί ἔστιν;
Δημοσθένης ὦ μακάριʼ ὦ πλούσιε,
ὦ νῦν μὲν οὐδεὶς αὔριον δʼ ὑπέρμεγας,
ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.
Ἀλλαντοπώλης τί μʼ ὦγάθʼ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
Δημοσθένης ὦ μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.
τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;
Ἀλλαντοπώλης ὁρῶ.
Δημοσθένης τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός·
βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.
Ἀλλαντοπώλης ἐγώ;
Δημοσθένης σὺ μέντοι· κοὐδέπω γε πάνθʼ ὁρᾷς.
ἀλλʼ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ
καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.
Ἀλλαντοπώλης καθορῶ.
Δημοσθένης τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;
Ἀλλαντοπώλης ἔγωγε.
Δημοσθένης πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλʼ ἐς Καρίαν
τὸν δεξιόν, τὸν δʼ ἕτερον ἐς Καρχηδόνα.
Ἀλλαντοπώλης εὐδαιμονήσω δʼ εἰ διαστραφήσομαι;
Δημοσθένης οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
ἀνὴρ μέγιστος.
Ἀλλαντοπώλης εἰπέ μοι καὶ πῶς ἐγὼ
ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
Δημοσθένης διʼ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,
ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.
Ἀλλαντοπώλης οὐκ ἀξιῶ ʼγὼ ʼμαυτὸν ἰσχύειν μέγα.
Δημοσθένης οἴμοι τί ποτʼ ἔσθʼ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
μῶν ἐκ καλῶν εἶ κἀγαθῶν;
Ἀλλαντοπώλης μὰ τοὺς θεοὺς
εἰ μὴ ʼκ πονηρῶν γʼ.
Δημοσθένης ὦ μακάριε τῆς τύχης
ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.
Ἀλλαντοπώλης ἀλλʼ ὦγάθʼ οὐδὲ μουσικὴν ἐπίσταμαι
πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.
Δημοσθένης τουτὶ μόνον σʼ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.
ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
ἔτʼ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,
ἀλλʼ εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς
ἅ σοι διδόασʼ ἐν τοῖς λογίοισιν οἱ θεοί.
Ἀλλαντοπώλης πῶς δῆτά φησʼ ὁ χρησμός;
Δημοσθένης εὖ νὴ τοὺς θεοὺς
καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·
ἀλλʼ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,
αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
Ἀλλαντοπώλης πῶς οὖν πρὸς ἐμὲ ταῦτʼ ἐστίν; ἀναδίδασκέ με.
Δημοσθένης βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθʼ οὑτοσί.
Ἀλλαντοπώλης τί δʼ ἀγκυλοχήλης ἐστίν;
Δημοσθένης αὐτό που λέγει,
ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.
Ἀλλαντοπώλης ὁ δράκων δὲ πρὸς τί;
Δημοσθένης τοῦτο περιφανέστατον.
ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τʼ ἀλλᾶς αὖ μακρόν.
εἶθʼ αἱματοπώτης ἔσθʼ ὅ τʼ ἀλλᾶς χὠ δράκων·
τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις.
Ἀλλαντοπώλης τὰ μὲν λόγιʼ αἰκάλλει με· θαυμάζω δʼ ὅπως
τὸν δῆμον οἷός τʼ ἐπιτροπεύειν εἴμʼ ἐγώ.
Δημοσθένης φαυλότατον ἔργον· ταῦθʼ ἅπερ ποιεῖς ποίει·
τάραττε καὶ χόρδευʼ ὁμοῦ τὰ πράγματα
ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ
ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.
τὰ δʼ ἄλλα σοι πρόσεστι δημαγωγικά,
φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ·
ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ·
χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν.
ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ·
χὤπως ἀμυνεῖ τὸν ἄνδρα.
Ἀλλαντοπώλης καὶ τίς ξύμμαχος
γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι
δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.
Δημοσθένης ἀλλʼ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι
μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,
καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί,
καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,
κἀγὼ μετʼ αὐτῶν χὠ θεὸς ξυλλήψεται.
καὶ μὴ δέδιθʼ· οὐ γάρ ἐστιν ἐξῃκασμένος,
ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν
τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν
γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.
Ἀλλαντοπώλης οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται.
Κλέων οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,
ὁτιὴ ʼπὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.
τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;
οὐκ ἔσθʼ ὅπως οὐ Χαλκιδέας ἀφίστατον.
ἀπολεῖσθον ἀποθανεῖσθον ὦ μιαρωτάτω.
Δημοσθένης οὗτος τί φεύγεις; οὐ μενεῖς; ὦ γεννάδα
ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.
Δημοσθένης ἄνδρες ἱππῆς παραγένεσθε· νῦν ὁ καιρός. ὦ Σίμων,
ὦ Παναίτιʼ οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;
ἅνδρες ἐγγύς. ἀλλʼ ἀμύνου κἀπαναστρέφου πάλιν.
ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.
ἀλλʼ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.
Χορός Ἱππεῶν παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,
καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτʼ ἐρῶ.
καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.
ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα
καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα·
εὐλαβοῦ δὲ μὴ ʼκφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,
ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.
Κλέων ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου,
οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,
παραβοηθεῖθʼ, ὡς ὑπʼ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.
Χορός ἐν δίκῃ γʼ, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,
κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,
ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων,
κἄν τινʼ αὐτῶν γνῷς ἀπράγμονʼ ὄντα καὶ κεχηνότα,
καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας
εἶτʼ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας·
καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.
Κλέων ξυνεπίκεισθʼ ὑμεῖς; ἐγὼ δʼ ἄνδρες διʼ ὑμᾶς τύπτομαι,
ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει
ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.
Χορός ὡς δʼ ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷʼ ὑπέρχεται
ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται;
ἀλλʼ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται·
ἢν δʼ ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει.
Κλέων ὦ πόλις καὶ δῆμʼ ὑφʼ οἵων θηρίων γαστρίζομαι.
Χορός καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει;
Κλέων ἀλλʼ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.
Χορός ἀλλʼ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ·
ἢν δʼ ἀναιδείᾳ παρέλθῃ σʼ, ἡμέτερος ὁ πυραμοῦς.
Κλέων τουτονὶ τὸν ἄνδρʼ ἐγὼ ʼνδείκνυμι, καὶ φήμʼ ἐξάγειν
ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.
Ἀλλαντοπώλης ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ
ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.
Δημοσθένης νὴ Δίʼ ἐξάγων γε τἀπόρρηθʼ, ἅμʼ ἄρτον καὶ κρέας
καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.
Κλέων ἀποθανεῖσθον αὐτίκα μάλα.
Ἀλλαντοπώλης τριπλάσιον κεκράξομαί σου.
Κλέων καταβοήσομαι βοῶν σε.
Ἀλλαντοπώλης κατακεκράξομαί σε κράζων.
Κλέων διαβαλῶ σʼ ἐὰν στρατηγῇς.
Ἀλλαντοπώλης κυνοκοπήσω σου τὸ νῶτον.
Κλέων περιελῶ σʼ ἀλαζονείαις.
Ἀλλαντοπώλης ὑποτεμοῦμαι τὰς ὁδούς σου.
Κλέων βλέψον ἔς μʼ ἀσκαρδάμυκτος.
Ἀλλαντοπώλης ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.
Κλέων διαφορήσω σʼ εἴ τι γρύξει.
Ἀλλαντοπώλης κοπροφορήσω σʼ εἰ λαλήσεις.
Κλέων ὁμολογῶ κλέπτειν· σὺ δʼ οὐχί.
Ἀλλαντοπώλης νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,
κἀπιορκῶ γε βλεπόντων.
Κλέων ἀλλότρια τοίνυν σοφίζει,
καὶ φανῶ σε τοῖς πρυτάνεσιν
ἀδεκατεύτους τῶν θεῶν ἱερὰς
ἔχοντα κοιλίας.
- Χορός ὦ μιαρὲ καὶ βδελυρὲ † καὶ κεκράκτα †, τοῦ σοῦ θράσους
πᾶσα μὲν γῆ πλέα, πᾶσα δʼ ἐκκλησία, καὶ τέλη
καὶ γραφαὶ καὶ δικαστήριʼ, ὦ βορβοροτάραξι καὶ
τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς,
ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν,
κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.
Κλέων οἶδʼ ἐγὼ τὸ πρᾶγμα τοῦθʼ ὅθεν πάλαι καττύεται.
Ἀλλαντοπώλης εἰ δὲ μὴ σύ γʼ οἶσθα κάττυμʼ, οὐδʼ ἐγὼ χορδεύματα,
ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς
τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,
καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.
Δημοσθένης νὴ Δία κἀμὲ τοῦτʼ ἔδρασε ταὐτόν, ὥστε κατάγελων
πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν·
πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.
- Χορός ἆρα δῆτʼ οὐκ ἀπʼ ἀρχῆς ἐδήλους ἀναίδειαν,
ἥπερ μόνη προστατεῖ ῥητόρων;
ᾗ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους,
πρῶτος ὤν· ὁ δʼ Ἱπποδάμου λείβεται θεώμενος.
ἀλλʼ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ
σοῦ μιαρώτερος, ὥστε με χαίρειν,
ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν,
πανουργίᾳ τε καὶ θράσει
καὶ κοβαλικεύμασιν.
Χορός ἀλλʼ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,
νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.
Ἀλλαντοπώλης καὶ μὴν ἀκούσαθʼ οἷός ἐστιν οὑτοσὶ πολίτης.
Κλέων οὐκ αὖ μʼ ἐάσεις;
Ἀλλαντοπώλης μὰ Δίʼ ἐπεὶ κἀγὼ πονηρός εἰμι.
Χορός ἐὰν δὲ μὴ ταύτῃ γʼ ὑπείκῃ, λέγʼ ὅτι κἀκ πονηρῶν.
Κλέων οὐκ αὖ μʼ ἐάσεις;
Ἀλλαντοπώλης μὰ Δία.
Κλέων ναὶ μὰ Δία.
Ἀλλαντοπώλης μὰ τὸν Ποσειδῶ.
ἀλλʼ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.
Κλέων οἴμοι διαρραγήσομαι.
Ἀλλαντοπώλης καὶ μὴν ἐγὼ οὐ παρήσω.
Χορός πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.
Κλέων τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;
Ἀλλαντοπώλης ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.
Κλέων ἰδοὺ λέγειν. καλῶς γʼ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι
ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς.
ἀλλʼ οἶσθʼ ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.
εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,
τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,
ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τʼ ἀνιῶν,
ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας.
Ἀλλαντοπώλης τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ
ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;
Κλέων ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίνʼ; ὅστις εὐθὺς
θύννεια θερμὰ καταφαγών, κᾆτʼ ἐπιπιὼν ἀκράτου
οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.
Ἀλλαντοπώλης ἐγὼ δέ γʼ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
καταβροχθίσας κᾆτʼ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
Χορός τὰ μὲν ἄλλα μʼ ἤρεσας λέγων·. ἓν δʼ οὐ προσίεταί με,
τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει.
Κλέων ἀλλʼ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
Ἀλλαντοπώλης ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.
Κλέων ἐγὼ δʼ ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.
Ἀλλαντοπώλης ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.
Κλέων ἐγὼ δέ γʼ ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα.
Χορός νὴ τὸν Ποσειδῶ κἀμέ τἄρʼ, ἤνπερ γε τοῦτον ἕλκῃς.
Κλέων οἷόν σε δήσω ʼνʼ τῷ ξύλῳ.
Ἀλλαντοπώλης διώξομαί σε δειλίας.
Κλέων ἡ βύρσα σου θρανεύσεται.
Ἀλλαντοπώλης δερῶ σε θύλακον κλοπῆς.
Κλέων διαπατταλευθήσει χαμαί.
Ἀλλαντοπώλης περικόμματʼ ἔκ σου σκευάσω.
Κλέων τὰς βλεφαρίδας σου παρατιλῶ.
Ἀλλαντοπώλης τὸν πρηγορεῶνά σοὐκτεμῶ.
Δημοσθένης καὶ νὴ Δίʼ ἐμβαλόντες αὐτῷ
πάτταλον μαγειρικῶς
ἐς τὸ στόμʼ, εἶτα δʼ ἔνδοθεν
τὴν γλῶτταν ἐξείραντες αὐτοῦ
σκεψόμεσθʼ εὖ κἀνδρικῶς
κεχηνότος
τὸν πρωκτὸν εἰ χαλαζᾷ.
- Χορός ἦν ἄρα πυρός γʼ ἕτερα θερμότερα καὶ λόγων
ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι· καὶ τὸ πρᾶγμʼ
ἦν ἄρʼ οὐ φαῦλον ὧδʼ . . . ἀλλʼ ἔπιθι καὶ στρόβει,
μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος·
ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.
Ἀλλαντοπώλης ἀλλʼ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,
κᾆτʼ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.
νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,
ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.
Κλέων οὐ δέδοιχʼ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον
καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.
- Χορός ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι
τοῦ χρώματος τοῦ παρεστηκότος.
εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον,
καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.
ὦ περὶ πάντʼ ἐπὶ πᾶσί τε πράγμασι
δωροδόκοισιν ἐπʼ ἄνθεσιν ἵζων,
εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν.
ᾄσαιμι γὰρ τότʼ ἂν μόνον,
πῖνε πῖνʼ ἐπὶ συμφοραῖς.
Χορός τὸν Ἰουλίου τʼ ἂν οἴομαι γέροντα πυροπίπην
ἡσθέντʼ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.
Κλέων οὔτοί μʼ ὑπερβαλεῖσθʼ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
ἢ μή ποτʼ ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην.
Ἀλλαντοπώλης ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ʼπὶ πολλοῖς
ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς,
ὑπερβαλεῖσθαί σʼ οἴομαι τούτοισιν, ἢ μάτην γʼ ἂν
ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.
Κλέων ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖν
κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ;
Ἀλλαντοπώλης καὶ νὴ Δίʼ ἄλλα γʼ ἐστί μου κόβαλα παιδὸς ὄντος.
ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί·
σκέψασθε παῖδες· οὐχ ὁρᾶθʼ; ὥρα νέα, χελιδών.
οἱ δʼ ἔβλεπον, κἀγὼ ʼν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.
Χορός ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω·
ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.
Ἀλλαντοπώλης καὶ ταῦτα δρῶν ἐλάνθανόν γʼ· εἰ δʼ οὖν ἴδοι τις αὐτῶν,
ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·
ὥστʼ εἶπʼ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα·
οὐκ ἔσθʼ ὅπως ὁ παῖς ὅδʼ οὐ τὸν δῆμον ἐπιτροπεύσει.
Χορός εὖ γε ξυνέβαλεν αὔτʼ· ἀτὰρ δῆλόν γʼ ἀφʼ οὗ ξυνέγνω·
ὁτιὴ ʼπιώρκεις θʼ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.
Κλέων ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.
ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς,
ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.
Ἀλλαντοπώλης ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτʼ ἀφήσω
κατὰ κῦμʼ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.
Δημοσθένης κἄγωγʼ, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.
Κλέων οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ
κλέψας Ἀθηναίων.
Δημοσθένης ἄθρει καὶ τοῦ ποδὸς παρίει·
ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.
Ἀλλαντοπώλης σὲ δʼ ἐκ Ποτειδαίας ἔχοντʼ εὖ οἶδα δέκα τάλαντα.
Κλέων τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;
Χορός ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει·
Χορός τὸ πνεῦμʼ ἔλαττον γίγνεται.
Κλέων φεύξει γραφὰς . . .
ἑκατονταλάντους τέτταρας.
Ἀλλαντοπώλης σὺ δʼ ἀστρατείας γʼ εἴκοσιν,
κλοπῆς δὲ πλεῖν ἢ χιλίας.
Κλέων ἐκ τῶν ἀλιτηρίων σέ φημι
γεγονέναι τῶν τῆς θεοῦ.
Ἀλλαντοπώλης τὸν πάππον εἶναί φημί σου
τῶν δορυφόρων —
Κλέων ποίων; φράσον.
Ἀλλαντοπώλης τῶν Βυρσίνης τῆς Ἱππίου.
Κλέων κόβαλος εἶ.
Ἀλλαντοπώλης πανοῦργος εἶ.
Χορός παῖʼ ἀνδρικῶς.
Κλέων ἰοὺ ἰού,
τύπτουσί μʼ οἱ ξυνωμόται.
Χορός παῖʼ αὐτὸν ἀνδρειότατα, καὶ
γάστριζε καὶ τοῖς ἐντέροις
καὶ τοῖς κόλοις,
χὤπως κολᾷ τὸν ἄνδρα.
Χορός ὦ γεννικώτατον κρέας ψυχήν τʼ ἄριστε πάντων,
καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,
ὡς εὖ τὸν ἄνδρα ποικίλως θʼ ὑπῆλθες ἐν λόγοισιν.
πῶς ἄν σʼ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;
Κλέων ταυτὶ μὰ τὴν Δήμητρά μʼ οὐκ ἐλάνθανεν
τεκταινόμενα τὰ πράγματʼ, ἀλλʼ ἠπιστάμην
γομφούμενʼ αὐτὰ πάντα καὶ κολλώμενα.
Χορός οἴμοι σὺ δʼ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;
Ἀλλαντοπώλης οὔκουν μʼ ἐν Ἄργει γʼ οἷα πράττεις λανθάνει.
πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,
ἰδίᾳ δʼ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.
καὶ ταῦτʼ ἐφʼ οἷσίν ἐστι συμφυσώμενα
ἐγᾦδʼ· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.
Χορός εὖ γʼ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων.
Ἀλλαντοπώλης καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτʼ ἐκεῖθεν αὖ,
καὶ ταῦτά μʼ οὔτʼ ἀργύριον οὔτε χρυσίον
διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,
ὅπως ἐγὼ ταῦτʼ οὐκ Ἀθηναίοις φράσω.
Κλέων ἐγὼ μὲν οὖν αὐτίκα μάλʼ ἐς βουλὴν ἰὼν
ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,
καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,
καὶ πάνθʼ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,
καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.
Ἀλλαντοπώλης πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;
Κλέων ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.
Χορός ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις;
νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε
ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις·
θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον,
ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ
ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.
Ἀλλαντοπώλης ἀλλʼ εἶμι· πρῶτον δʼ ὡς ἔχω τὰς κοιλίας
καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.
Δημοσθένης ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί,
ἵνʼ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.
Ἀλλαντοπώλης ἀλλʼ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.
Δημοσθένης ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.
Ἀλλαντοπώλης τί δαί;
Δημοσθένης ἵνʼ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ.
καὶ σπεῦδε ταχέως.
Ἀλλαντοπώλης ταῦτα δρῶ.
Δημοσθένης μέμνησό νυν
δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν,
χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.
Χορός ἄλλʼ ἴθι χαίρων, καὶ πράξειας
κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι
Ζεὺς ἀγοραῖος· καὶ νικήσας
αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς
ἔλθοις στεφάνοις κατάπαστος.
ὑμεῖς δʼ ἡμῖν προσέχετε τὸν νοῦν
τοῖς ἀναπαίστοις,
ὦ παντοίας ἤδη Μούσης
πειραθέντες καθʼ ἑαυτούς.
Χορός εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς
ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι,
οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δʼ ἄξιός ἐσθʼ ὁ ποιητής,
ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια,
καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.
ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας
καὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθʼ ἑαυτόν,
ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴρ
οὐχ ὑπʼ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων
κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων·
πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι·
ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας
καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας·
τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις,
ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα·
πάσας δʼ ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων
καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις
οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφʼ ἥβης,
ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη·
εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτʼ ἐπαίνῳ
διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων
ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους·
ᾆσαι δʼ οὐκ ἦν ἐν ξυμποσίῳ πλὴν Δωροῖ συκοπέδιλε,
καὶ τέκτονες εὐπαλάμων ὕμνων· οὕτως ἤνθησεν ἐκεῖνος.
νυνὶ δʼ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντʼ οὐκ ἐλεεῖτε,
ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτʼ ἐνόντος
τῶν θʼ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει,
ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον δίψῃ δʼ ἀπολωλώς,
ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ,
καὶ μὴ ληρεῖν ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.
οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς,
ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν,
ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας·
χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων τοτὲ δʼ οὐχί.
ταῦτʼ ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν
ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν,
κᾆτʼ ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι,
κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων,
ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει,
αἴρεσθʼ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατʼ ἐφʼ ἕνδεκα κώπαις
Χορός θόρυβον χρηστὸν ληναΐτην,
ἵνʼ ὁ ποιητὴς ἀπίῃ χαίρων
κατὰ νοῦν πράξας,
φαιδρὸς λάμποντι μετώπῳ.
Χορός ἵππιʼ ἄναξ Πόσειδον, ᾧ
χαλκοκρότων ἵππων κτύπος
καὶ χρεμετισμὸς ἁνδάνει
καὶ κυανέμβολοι θοαὶ
μισθοφόροι τριήρεις,
μειρακίων θʼ ἅμιλλα λαμπρυνομένων ἐν ἅρμασιν
καὶ βαρυδαιμονούντων,
δεῦρʼ ἔλθʼ ἐς χορὸν ὦ χρυσοτρίαινʼ ὦ
δελφίνων μεδέων Σουνιάρατε,
ὦ Γεραίστιε παῖ Κρόνου,
Φαρμίωνί τε φίλτατʼ ἐκ
τῶν ἄλλων τε θεῶν Ἀθηναίοις
πρὸς τὸ παρεστός.
Χορός εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι
ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου,
οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷ
πανταχοῦ νικῶντες ἀεὶ τήνδʼ ἐκόσμησαν πόλιν·
οὐ γὰρ οὐδεὶς πώποτʼ αὐτῶν τοῦς ἐναντίους ἰδὼν
ἠρίθμησεν, ἀλλʼ ὁ θυμὸς εὐθὺς ἦν Ἀμυνίας·
εἰ δέ που πέσοιεν ἐς τὸν ὦμον ἐν μάχῃ τινί,
τοῦτʼ ἀπεψήσαντʼ ἄν, εἶτʼ ἠρνοῦντο μὴ πεπτωκέναι,
ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδʼ ἂν εἷς
τῶν πρὸ τοῦ σίτησιν ᾔτησʼ ἐρόμενος Κλεαίνετον·
νῦν δʼ ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία,
οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δʼ ἀξιοῦμεν τῇ πόλει
προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις.
καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον·
ἤν ποτʼ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
μὴ φθονεῖθʼ ἡμῖν κομῶσι μηδʼ ἀπεστλεγγισμένοις.
Χορός Ὦ πολιοῦχε Παλλάς, ὦ
τῆς ἱερωτάτης ἁπασῶν
πολέμῳ τε καὶ ποιηταῖς
δυνάμει θʼ ὑπερφερούσης
μεδέουσα χώρας,
δεῦρʼ ἀφικοῦ λαβοῦσα τὴν
ἐν στρατιαῖς τε καὶ μάχαις
ἡμετέραν ξυνεργὸν
Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα
τοῖς τʼ ἐχθροῖσι μεθʼ ἡμῶν στασιάζει.
νῦν οὖν δεῦρο φάνηθι· δεῖ
γὰρ τοῖς ἀνδράσι τοῖσδε πάσῃ
τέχνῃ πορίσαι σε νίκην
εἴπερ ποτὲ καὶ νῦν.
Χορός ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθʼ ἐπαινέσαι.
ἄξιοι δʼ εἴσʼ εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πάγματα
ξυνδιήνεγκαν μεθʼ ἡμῶν, ἐσβολάς τε καὶ μάχας.
ἀλλὰ τἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,
ὡς ὅτʼ ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα·
εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ
ἐμβαλόντες ἀνεβρύαξαν, ἱππαπαῖ, τίς ἐμβαλεῖ;
ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς ὦ σαμφόρα;
ἐξεπήδων τʼ ἐς Κόρινθον· εἶτα δʼ οἱ νεώτεροι
ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα·
ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,
εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι·
ὥστʼ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον,
δεινά γʼ ὦ Πόσειδον εἰ μήτʼ ἐν βυθῷ δυνήσομαι
μήτε γῇ μήτʼ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.
Χορός νῦν ἄρʼ ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.
ὦ καλὰ λέγων πολὺ δʼ ἀμείνονʼ ἔτι τῶν λόγων
ἐργασάμενʼ, εἴθʼ ἐπέλθοις
ἅπαντά μοι σαφῶς·
ὡς ἐγώ μοι δοκῶ
κἂν μακρὰν ὁδὸν διελθεῖν
ὥστʼ ἀκοῦσαι. πρὸς τάδʼ ὦ βέλτιστε
θαρρήσας λέγʼ, ὡς, ἅπαντες
ἡδόμεσθά σοι.
Ἀλλαντοπώλης καὶ μὴν ἀκοῦσαί γʼ ἄξιον τῶν πραγμάτων.
εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδʼ ἱέμην·
ὁ δʼ ἄρʼ ἔνδον ἐλασίβροντʼ ἀναρρηγνὺς ἔπη
τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
κρημνοὺς †ἐρείδων† καὶ ξυνωμότας λέγων
πιθανώταθʼ· ἡ βουλὴ δʼ ἅπασʼ ἀκροωμένη
ἐγένεθʼ ὑπʼ αὐτοῦ ψευδατραφάξυος πλέα,
κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπʼ ἀνέσπασεν.
κἄγωγʼ ὅτε δὴ γʼνων ἐνδεχομένην τοὺς λόγους
καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δʼ ἐγώ,
Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων,
ἀγορά τʼ ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ,
νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε
φωνήν τʼ ἀναιδῆ. ταῦτα φροντίζοντί μοι
ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ.
κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν
τὴν κιγκλίδʼ ἐξήραξα κἀναχανὼν μέγα
ἀνέκραγον· ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων
εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·
ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,
οὐπώποτʼ ἀφύας εἶδον ἀξιωτέρας.
τῶν δʼ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν·
εἶτʼ ἐστεφάνουν μʼ εὐαγγέλια· κἀγὼ φρασα
αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,
ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,
τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.
οἱ δʼ ἀνεκρότησαν καὶ πρὸς ἔμʼ ἐκεχήνεσαν.
ὁ δʼ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα
οἶς ἥδεθʼ ἡ βουλὴ μάλιστα ῥήμασιν,
γνώμην ἔλεξεν· ἄνδρες, ἤδη μοι δοκεῖ
ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις
εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.
ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.
κἄγωγʼ ὅτε δὴ γʼνων τοῖς βολίτοις ἡττημένος,
διακοσίαισι βουσὶν ὑπερηκόντισα,
τῇ δʼ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα
εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,
αἱ τριχίδες εἰ γενοίαθʼ ἑκατὸν τοὐβολοῦ.
ἐκαραδόκησεν εἰς ἔμʼ ἡ βουλὴ πάλιν.
ὁ δὲ ταῦτʼ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.
κᾆθʼ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται.
οἱ δʼ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες·
ὁ δʼ ἠντεβόλει γʼ αὐτοὺς ὀλίγον μεῖναι χρόνον,
ἵνʼ ἅτθʼ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει
πύθησθʼ, ἀφῖκται γὰρ περὶ σπονδῶν, λέγων.
οἱ δʼ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον·
νυνὶ περὶ σπονδῶν; ἐπειδή γʼ ὦ μέλε
ᾔσθοντο τὰς ἀφύας παρʼ ἡμῖν ἀξίας.
οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω.
ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·
εἶθʼ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ.
ἐγὼ δὲ τὰ κορίαννʼ ἐπριάμην ὑποδραμὼν
ἅπαντα τά τε γήτεἰ ὅσʼ ἦν ἐν τἀγορᾷ·
ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
οἱ δʼ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με
ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην
ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
Χορός πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·
ηὗρε δʼ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
μείζοσι κεκασμένον
καὶ δόλοισι ποικίλοις
ῥήμασίν θʼ αἱμύλοις.
ἀλλʼ ὅπως ἀγωνιεῖ φρόντιζε
τἀπίλοιπʼ ἄριστα·
συμμάχους δʼ ἡμᾶς ἔχων εὔνους
ἐπίστασαι πάλαι.
Ἀλλαντοπώλης καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,
ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,
ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους.
Κλέων εἰ μή σʼ ἀπολέσαιμʼ, εἴ τι τῶν αὐτῶν ἐμοὶ
ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.
Ἀλλαντοπώλης ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,
ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.
Κλέων οὔτοι μὰ τὴν Δήμητρʼ, ἐὰν μή σʼ ἐκφάγω
ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.
Ἀλλαντοπώλης ἣν μὴ κʼφάγῃς; ἐγὼ δέ γʼ, ἢν μή σʼ ἐκπίω
κἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.
Κλέων ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.
Ἀλλαντοπώλης ἰδοὺ προεδρίαν· οἷον ὅψομαί σʼ ἐγὼ
ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.
Κλέων ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.
Ἀλλαντοπώλης ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν;
ἐπὶ τῷ φάγοις ἥδιστʼ ἄν; ἐπὶ βαλλαντίῳ;
Κλέων ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.
Ἀλλαντοπώλης ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.
Κλέων ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.
Ἀλλαντοπώλης κἀγὼ δέ σʼ ἕλξω καὶ διαβαλῶ πλείονα.
Κλέων ἀλλʼ ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται·
ἐγὼ δʼ ἐκείνου καταγελῶ γʼ ὅσον θέλω.
Ἀλλαντοπώλης ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.
Κλέων ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.
Ἀλλαντοπώλης κᾆθʼ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς.
μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,
αὐτὸς δʼ ἐκείνου τριπλάσιον κατέσπακας.
Κλέων καὶ νὴ Δίʼ ὑπό γε δεξιότητος τῆς ἐμῆς
δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.
Ἀλλαντοπώλης χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.
Κλέων οὐκ ὦγάθʼ ἐν βουλῇ με δόξεις καθυβρίσαι.
ἴωμεν ἐς τὸν δῆμον.
Ἀλλαντοπώλης οὐδὲν κωλύει·
ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.
Κλέων ὦ Δῆμε δεῦρʼ ἔξελθε.
Ἀλλαντοπώλης νὴ Δίʼ ὦ πάτερ
ἔξελθε δῆτʼ.
Κλέων ὦ Δημίδιον ὦ φίλτατον
ἔξελθʼ, ἵνʼ εἰδῇς οἷα περιυβρίζομαι.
Δῆμος τίνες οἱ βοῶντες; οὐκ ἄπιτʼ ἀπὸ τῆς θύρας;
τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
τίς ὦ Παφλαγὼν ἀδικεῖ σε;
Κλέων διὰ σὲ τύπτομαι
ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.
Δῆμος τιή;
Κλέων ὁτιὴ φιλῶ σʼ ὦ Δῆμʼ ἐραστής τʼ εἰμὶ σός.
Δῆμος σὺ δʼ εἶ τίς ἐτεόν;
Ἀλλαντοπώλης ἀντεραστὴς τουτουί,
ἐρῶν πάλαι σου βουλόμενός τέ σʼ εὖ ποιεῖν,
ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί.
ἀλλʼ οὐχ οἷοί τʼ ἐσμὲν διὰ τουτονί. σὺ γὰρ
ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·
τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,
σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις
καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.
Κλέων εὖ γὰρ ποιῶ τὸν δῆμον.
Ἀλλαντοπώλης εἰπέ νυν τί δρῶν;
Κλέων ὅ τι; †τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου, †
πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.
Ἀλλαντοπώλης ἐγὼ δὲ περιπατῶν γʼ ἀπʼ ἐργαστηρίου
ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην.
Κλέων καὶ μὴν ποιήσας αὐτίκα μάλʼ ἐκκλησίαν
ὦ Δῆμʼ ἵνʼ εἰδῇς ὁπότερος νῷν ἐστί σοι
εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.
Ἀλλαντοπώλης ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ʼν τῇ πυκνί.
Δῆμος οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.
ἀλλʼ ἐς τὸ πρόσθε. χρὴ παρεῖνʼ ἐς τὴν πύκνα.
Ἀλλαντοπώλης οἴμοι κακοδαίμων ὡς ἀπόλωλʼ. ὁ γὰρ γέρων
οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,
ὅταν δʼ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.
Χορός νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ,
καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους
ὅτοισι τόνδʼ ὑπερβαλεῖ. ποικίλος γὰρ ἁνὴρ
κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.
πρὸς ταῦθʼ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα.
Χορός ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺ
τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.
Κλέων τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ
εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι
βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ,
ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ·
εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς,
ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.
Ἀλλαντοπώλης κἄγωγʼ ὦ Δῆμʼ, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς
ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας,
ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ,
καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν.
Κλέων καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν ὦ Δῆμε γένοιτο πολίτης;
ὃς πρῶτα μὲν ἡνίκʼ ἐβούλευον σοὶ χρήματα πλεῖστʼ ἀπέδειξα
ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δʼ ἄγχων τοὺς δὲ μεταιτῶν,
οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.
Ἀλλαντοπώλης τοῦτο μὲν ὦ Δῆμʼ οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω.
ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.
ὡς δʼ οὐχὶ φιλεῖ σʼ οὐδʼ ἔστʼ εὔνους, τοῦτʼ αὐτό σε πρῶτα διδάξω,
ἀλλʼ ἢ διὰ τοῦτʼ αὔθʼ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.
σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,
καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,
ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,
οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλʼ ἐπαναίρου,
κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.
Δῆμος ἄνθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;
τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.
Κλέων ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.
Ἀλλαντοπώλης καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.
Κλέων καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων
ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.
Ἀλλαντοπώλης καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντʼ ἐν ταῖς φιδάκναισι
καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,
ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος
τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τʼ ἀπελαύνεις
ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.
Κλέων ἵνα γʼ Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν
ὡς τοῦτον δεῖ ποτʼ ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι,
ἢν ἀναμείνῃ· πάντως δʼ αὐτὸν θρέψω γʼὼ καὶ θεραπεύσω,
ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.
Ἀλλαντοπώλης οὐχ ἵνα γʼ ἄρξῃ μὰ Δίʼ Ἀρκαδίας προνοούμενος, ἀλλʼ ἵνα μᾶλλον
σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος
ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,
ἀλλʼ ὑπʼ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
ἢν δέ ποτʼ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ,
καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ,
γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·
εἶθʼ ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.
ἃ σὺ γιγνώσκων τόνδʼ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.
Κλέων οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτʼ ἔστʼ ἐμὲ καὶ διαβάλλειν
πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ
νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;
Ἀλλαντοπώλης ὦ πόλις Ἄργους κλύεθʼ οἷα λέγει. σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;
ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,
καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν,
ἀφελών τʼ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν·
σὺ δʼ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι
διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.
κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δʼ Ἀχιλλείων ἀπομάττει.
Κλέων οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ Δῆμʼ ἐστίν μʼ ὑπὸ τούτου,
ὁτιή σε φιλῶ;
Δῆμος παὖ ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.
πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων.
Ἀλλαντοπώλης μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς,
Ἀλλαντοπώλης ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς
τῶν εὐθυνῶν ἐκκαυλίζων
καταβροχθίζει, κἀμφοῖν χειροῖν
μυστιλᾶται τῶν δημοσίων.
Κλέων οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθʼ
αἱρήσω γʼὼ τρεῖς μυριάδας.
Ἀλλαντοπώλης τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις,
μιαρώτατος ὢν περὶ τὸν δῆμον
τὸν Ἀθηναίων; καί σʼ ἐπιδείξω
νὴ τὴν Δήμητρʼ, ἢ μὴ ζῴην,
δωροδοκήσαντʼ ἐκ Μυτιλήνης
πλεῖν ἢ μνᾶς τετταράκοντα.
Χορός ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,
ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδʼ ἐποίσεις,
μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις
τἀν τῇ πόλει τῶν ξυμμάχων τʼ ἄρξεις ἔχων τρίαιναν,
ᾗ πολλὰ χρήματʼ ἐργάσει σείων τε καὶ ταράττων.
Χορός καὶ μὴ μεθῇς τὸν ἄνδρʼ, ἐπειδή σοι λαβὴν δέδωκεν·
κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.
Κλέων οὐκ ὦγαθοὶ ταῦτʼ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.
ἐμοὶ γάρ ἐστʼ εἰργασμένον τοιοῦτον ἔργον ὥστε
ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν,
ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.
Ἀλλαντοπώλης ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.
οὐ γάρ σʼ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας
ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.
ἀλλʼ ἐστὶ τοῦτʼ ὦ Δῆμε μηχάνημʼ, ἵνʼ ἢν σὺ βούλῃ
τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ κʼγένηται.
ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν
νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι
καὶ τυροπῶλαι· τοῦτο δʼ εἰς ἕν ἐστι συγκεκυφός,
ὥστʼ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα,
νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες
τὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.
Δῆμος οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε
ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.
Κλέων ὦ δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδʼ οἰηθῇς
ἐμοῦ ποθʼ εὑρήσειν φίλον βελτίονʼ· ὅστις εἷς ὢν
ἔπαυσα τοὺς ξυνωμότας, καί μʼ οὐ λέληθεν οὐδὲν
ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλʼ εὐθέως κέκραγα.
Ἀλλαντοπώλης ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν·
ἐὰν δʼ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.
ἓν δʼ εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν
ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ
ταῖς ἐμβάσιν φάσκων φιλεῖν;
Δῆμος οὐ δῆτα μὰ τὸν Ἀπόλλω.
Ἀλλαντοπώλης ἔγνωκας οὖν δῆτʼ αὐτὸν οἷός ἐστιν; ἀλλʼ ἐγώ σοι
ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.
Δῆμος κρίνω σʼ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρʼ ἄριστον
εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.
Κλέων οὐ δεινὸν οὖν δῆτʼ ἐμβάδας τοσουτονὶ δύνασθαι,
ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις
ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.
Ἀλλαντοπώλης οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν
παῦσαί τε τοὺς βινουμένους; κοὐκ ἔσθʼ ὅπως ἐκείνους
οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται.
τονδὶ δʼ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον
οὐπώποτʼ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας
χειμῶνος ὄντος· ἀλλʼ ἐγώ σοι τουτονὶ δίδωμι.
Δῆμος τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτʼ ἐπενόησεν.
καίτοι σοφὸν κἀκεῖνʼ ὁ Πειραιεύς· ἔμοιγε μέντοι
οὐ μεῖζον εἶναι φαίνετʼ ἐξεύρημα τοῦ χιτῶνος.
Κλέων οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις.
Ἀλλαντοπώλης οὔκ, ἀλλʼ ὅπερ πίνων ἀνὴρ πέπονθʼ ὅταν χεσείῃ,
τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.
Κλέων ἀλλʼ οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν
προσαμφιῶ τοδί· σὺ δʼ οἴμωζʼ ὦ πόνηρʼ.
Δῆμος ἰαιβοῖ.
οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων;
Ἀλλαντοπώλης καὶ τοῦτό γʼ ἐπίτηδές σε περιήμπεσχʼ, ἵνα σʼ ἀποπνίξῃ·
καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθʼ ἐκεῖνον
τοῦ σιλφίου τὸν ἄξιον γενόμενον;
Δῆμος οἶδα μέντοι.
Ἀλλαντοπώλης ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδʼ ἄξιον γενέσθαι,
ἵνʼ ἐσθίοιτʼ ὠνούμενοι, κἄπειτʼ ἐν ἡλιαίᾳ
βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.
Δῆμος νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτʼ εἶπʼ ἀνὴρ Κόπρειος.
Ἀλλαντοπώλης οὐ γὰρ τόθʼ ὑμεῖς βδεόμενοι δήπου ʼγένεσθε πυρροί;
Δῆμος καὶ νὴ Δίʼ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.
Κλέων οἵοισί μʼ ὦ πανοῦργε βωμολοχεύμασιν ταράττεις.
Ἀλλαντοπώλης ἡ γὰρ θεός μʼ ἐκέλευσε νικῆσαί σʼ ἀλαζονείαις.
Κλέων ἀλλʼ οὐχὶ νικήσεις. ἐγὼ γάρ φημί σοι παρέξειν
ὦ Δῆμε μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι.
Ἀλλαντοπώλης ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι
τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.
Κλέων ἐγὼ δὲ τὰς πολιάς γέ σοὐκλέγων νέον ποιήσω.
Ἀλλαντοπώλης ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.
Κλέων ἀπομυξάμενος ὦ Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.
Ἀλλαντοπώλης ἐμοῦ μὲν οὖν.
Κλέων ἐμοῦ μὲν οὖν.
ἐγώ σε ποιήσω τριηραρχεῖν
ἀναλίσκοντα τῶν
σαυτοῦ, παλαιὰν ναῦν ἔχοντʼ,
εἰς ἣν ἀναλῶν οὐκ ἐφέξεις
οὐδὲ ναυπηγούμενος·
διαμηχανήσομαί θʼ ὅπως
ἂν ἱστίον σαπρὸν λάβῃς.
Χορός ἁνὴρ παφλάζει, παῦε παῦʼ,
ὑπερζέων· ὑφελκτέον
τῶν δᾳδίων ἀπαρυστέον
τε τῶν ἀπειλῶν ταυτῃί.
Κλέων δώσεις ἐμοὶ καλὴν δίκην
ἰπούμενος ταῖς ἐσφοραῖς.
ἐγὼ γὰρ ἐς τοὺς πλουσίους
σπεύσω σʼ ὅπως ἂν ἐγγραφῇς.
Ἀλλαντοπώλης ἐγὼ δʼ ἀπειλήσω μὲν οὐδέν,
εὔχομαι δέ σοι ταδί·
τὸ μὲν τάγηνον τευθίδων
ἐφεστάναι σίζον· σὲ δὲ
γνώμην ἐρεῖν μέλλοντα περὶ
Μιλησίων καὶ κερδανεῖν
τάλαντον, ἢν κατεργάσῃ,
σπεύδειν ὅπως τῶν τευθίδων
ἐμπλήμενος φθαίης ἔτʼ εἰς
ἐκκλησίαν ἐλθών· ἔπειτα
πρὶν φαγεῖν ἀνὴρ μεθήκοι,
καὶ σὺ τὸ τάλαντον λαβεῖν
βουλόμενος ἐσθίων
ἐναποπνιγείης.
Χορός εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.
Δῆμος κἀμοὶ δοκεῖ· καὶ τἄλλα γʼ εἶναι καταφανῶς
ἀγαθὸς πολίτης, οἶος οὐδείς πω χρόνου
ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ.
σὺ δʼ ὦ Παφλαγὼν φάσκων φιλεῖν μʼ ἐσκορόδισας.
καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι
ἐμοὶ ταμιεύσεις.
Κλέων ἔχε· τοσοῦτον δʼ ἴσθʼ ὅτι,
εἰ μή μʼ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ
ἐμοῦ πανουργότερός τις ἀναφανήσεται.
Δῆμος οὐκ ἔσθʼ ὅπως ὁ δακτύλιός ἐσθʼ οὑτοσὶ
οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,
ἀλλʼ ἢ οὐ καθορῶ.
Ἀλλαντοπώλης φέρʼ ἴδω τί σοι σημεῖον ἦν;
Δῆμος δημοῦ βοείου θρῖον ἐξωπτημένον.
Ἀλλαντοπώλης οὐ τοῦτʼ ἔνεστιν.
Δῆμος οὐ τὸ θρῖον; ἀλλὰ τί;
Ἀλλαντοπώλης λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.
Δῆμος αἰβοῖ τάλας.
Ἀλλαντοπώλης τί ἔστιν;
Δῆμος ἀπόφερʼ ἐκποδών.
οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου.
παρʼ ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.
Κλέων μὴ δῆτά πώ γʼ ὦ δέσποτʼ, ἀντιβολῶ σʼ ἐγώ,
πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.
Ἀλλαντοπώλης καὶ τῶν ἐμῶν νυν.
Κλέων ἀλλʼ ἐὰν τούτῳ πίθῃ,
μολγὸν γενέσθαι δεῖ σε.
Ἀλλαντοπώλης κἄν γε τουτῳί,
ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.
Κλέων ἀλλʼ οἵ γʼ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ
χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.
Ἀλλαντοπώλης οὑμοὶ δέ γʼ αὖ λέγουσιν ὡς ἁλουργίδα
ἔχων κατάπαστον καὶ στεφάνην ἐφʼ ἅρματος
χρυσοῦ διώξει Σμικύθην καὶ κύριον.
Χορός καὶ μὴν ἔνεγκʼ αὐτοὺς ἰών, ἵνʼ οὑτοσὶ
αὐτῶν ἀκούσῃ.
Δῆμος πάνυ γε. καὶ σύ νυν φέρε.
Κλέων ἰδού.
Ἀλλαντοπώλης ἰδοὺ νὴ τὸν Δίʼ· οὐδὲν κωλύει.
Χορός ἥδιστον φάος ἡμέρας
ἔσται τοῖσι παροῦσι καὶ
τοῖσι δεῦρʼ ἀφικνουμένοις,
ἢν Κλέων ἀπόληται.
καίτοι πρεσβυτέρων τινῶν
οἵων ἀργαλεωτάτων
ἐν τῷ δείγματι τῶν δικῶν
ἤκουσʼ ἀντιλεγόντων,
ὡς εἰ μὴ ʼγένεθʼ οὗτος ἐν
τῇ πόλει μέγας, οὐκ ἂν ἤστην
σκεύη δύο χρησίμω,
δοῖδυξ οὐδὲ τορύνη.
Χορός ἀλλὰ καὶ τόδʼ ἔγωγε θαυμάζω
τῆς ὑομουσίας
αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ
παῖδες οἳ ξυνεφοίτων,
τὴν Δωριστὶ μόνην ἂν ἁρμόττεσθαι
θαμὰ τὴν λύραν,
ἄλλην δʼ οὐκ ἐθέλειν μαθεῖν·
κᾆτα τὸν κιθαριστὴν
ὀργισθέντʼ ἀπάγειν κελεύειν,
ὡς ἁρμονίαν ὁ παῖς
οὗτος οὐ δύναται μαθεῖν
ἢν μὴ Δωροδοκιστί.
Κλέων ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.
Ἀλλαντοπώλης οἴμʼ ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.
Δῆμος ταυτὶ τί ἔστι;
Κλέων λόγια.
Δῆμος πάντʼ;
Κλέων ἐθαύμασας;
καὶ νὴ Δίʼ ἔτι γέ μοὔστι κιβωτὸς πλέα.
Ἀλλαντοπώλης ἐμοὶ δʼ ὑπερῷον καὶ ξυνοικία δύο.
Δῆμος φέρʼ ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;
Κλέων οὑμοὶ μέν εἰσι Βάκιδος.
Δῆμος οἱ δὲ σοὶ τίνος;
Ἀλλαντοπώλης Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.
Δῆμος εἰσὶν δὲ περὶ τοῦ;
Κλέων περὶ Ἀθηνῶν, περὶ Πύλου,
περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
Δῆμος οἱ σοὶ δὲ περὶ τοῦ;
Ἀλλαντοπώλης περὶ Ἀθηνῶν, περὶ φακῆς,
περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,
περὶ τῶν μετρούντων τἄλφιτʼ ἐν ἀγορᾷ κακῶς,
περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
Δῆμος ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,
καὶ τὸν περὶ ἐμοῦ ʼκεῖνον ᾧπερ ἥδομαι,
ὡς ἐν νεφέλαισιν αἰετὸς γενήσομαι.
Κλέων ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί.
φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων
ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.
σῴζεσθαί σʼ ἐκέλευσʼ ἱερὸν κύνα καρχαρόδοντα,
ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς
σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτʼ ἀπολεῖται.
πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.
Δῆμος ταυτὶ μὰ τὴν Δήμητρʼ ἐγὼ οὐκ οἶδʼ ὅ τι λέγει.
τί γάρ ἐστʼ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;
Κλέων ἐγὼ μέν εἰμʼ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω·
σοὶ δʼ εἶπε σῴζεσθαί μʼ ὁ Φοῖβος τὸν κύνα.
Ἀλλαντοπώλης οὐ τοῦτό φησʼ ὁ χρησμός, ἀλλʼ ὁ κύων ὁδὶ
ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει.
ἐμοὶ γάρ ἐστʼ ὀρθῶς περὶ τούτου τοῦ κυνός.
Δῆμος λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,
ἵνα μή μʼ ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ.
Ἀλλαντοπώλης φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν,
ὃς κέρκῴ σαίνων σʼ ὁπόταν δειπνῇς ἐπιτηρῶν
ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς·
ἐσφοιτῶν τʼ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν
νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.
Δῆμος νὴ τὸν Ποσειδῶ πολύ γʼ ἄμεινον ὦ Γλάνι.
Κλέων ὦ τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε.
ἔστι γυνή, τέξει δὲ λέονθʼ ἱεραῖς ἐν Ἀθήναις,
ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται
ὥστε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,
τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.
ταῦτʼ οἶσθʼ ὅ τι λέγει;
Δῆμος μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
Κλέων ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ·
ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.
Δῆμος καὶ πῶς μʼ ἐλελήθης Ἀντιλέων γεγενημένος;
Ἀλλαντοπώλης ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών,
ὃ μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον,
ἐν ᾧ σε σῴζειν τόνδʼ ἐκέλευσʼ ὁ Λοξίας.
Δῆμος πῶς δῆτα τοῦτʼ ἔφραζεν ὁ θεός;
Ἀλλαντοπώλης τουτονὶ
δῆσαί σʼ ἐκέλευʼ ἐν πεντεσυρίγγῳ ξύλῳ.
Δῆμος ταυτὶ τελεῖσθαι τὰ λόγιʼ ἤδη μοι δοκεῖ.
Κλέων μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
ἀλλʼ ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι
ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.
Ἀλλαντοπώλης τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
Κεκροπίδη κακόβουλε τί τοῦθʼ ἡγεῖ μέγα τοὔργον;
καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη·
ἀλλʼ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.
Κλέων ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.
ἔστι Πύλος πρὸ Πύλοιο—
Δῆμος τί τοῦτο λέγει, πρὸ Πύλοιο;
Ἀλλαντοπώλης τὰς πυέλους φησὶν καταλήψεσθʼ ἐν βαλανείῳ.
Δῆμος ἐγὼ δʼ ἄλουτος τήμερον γενήσομαι;
Ἀλλαντοπώλης οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.
ἀλλʼ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.
Δῆμος προσέχω· σὺ δʼ ἀναγίγνωσκε, τοῖς ναύταισί μου
ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.
Ἀλλαντοπώλης Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν.
οἶσθʼ ὅ τι ἐστὶν τοῦτο;
Δῆμος Φιλόστρατος ἡ κυναλώπηξ.
Ἀλλαντοπώλης οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε
αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·
ταύτας ἀπαυδᾷ μὴ διδόναι σʼ ὁ Λοξίας.
Δῆμος πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;
Ἀλλαντοπώλης ὅπως;
ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ.
Δῆμος πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;
Ἀλλαντοπώλης ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,
ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.
Δῆμος εἶεν·
τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;
Ἀλλαντοπώλης ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
ἀλλʼ ἔτι τόνδʼ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι
χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.
Δῆμος ποίαν Κυλλήνην;
Ἀλλαντοπώλης τὴν τούτου χεῖρʼ ἐποίησεν
Κυλλήνην ὀρθῶς, ὁτιή φησʼ, ἔμβαλε κυλλῇ.
Κλέων οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος
ἐς τὴν χεῖρʼ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.
ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
Ἀλλαντοπώλης καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,
χὤτι γʼ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.
Κλέων ἀλλʼ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ
τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
Ἀλλαντοπώλης νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ
ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ʼπικαθῆσθαι·
εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.
Δῆμος ἰοὺ ἰού.
οὐκ ἦν ἄρʼ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.
Κλέων μήπω γʼ, ἱκετεύω σʼ, ἀλλʼ ἀνάμεινον, ὡς ἐγὼ
κριθὰς ποριῶ σοι καὶ βίον καθʼ ἡμέραν.
Δῆμος οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις
ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.
Κλέων ἀλλʼ ἄλφιτʼ ἤδη σοι ποριῶ ʼσκευασμένα.
Ἀλλαντοπώλης ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας
καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλʼ εἰ μὴ ʼσθιε.
Δῆμος ἀνύσατέ νυν ὅ τι περ ποιήσεθʼ· ὡς ἐγώ,
ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ,
τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.
Κλέων τρέχοιμʼ ἂν εἴσω πρότερος.
Ἀλλαντοπώλης οὐ δῆτʼ ἀλλʼ ἐγώ.
- Χορός ὦ Δῆμε καλήν γʼ ἔχεις
ἀρχήν, ὅτε πάντες ἄνθρωποι
δεδίασί σʼ ὥσπερ
ἄνδρα τύραννον.
ἀλλʼ εὐπαράγωγος εἶ,
θωπευόμενός τε χαίρεις
κἀξαπατώμενος,
πρὸς τόν τε λέγοντʼ ἀεὶ
κέχηνας· ὁ νοῦς δέ σου
παρὼν ἀποδημεῖ.
- Δῆμος νοῦς οὐκ ἔνι ταῖς κόμαις
ὑμῶν, ὅτε μʼ οὐ φρονεῖν
νομίζετʼ· ἐγὼ δʼ ἑκὼν
ταῦτʼ ἠλιθιάζω.
αὐτός τε γὰρ ἥδομαι
βρύλλων τὸ καθʼ ἡμέραν,
κλέπτοντά τε βούλομαι
τρέφειν ἕνα προστάτην·
τοῦτον δʼ, ὅταν ᾖ πλέως,
ἄρας ἐπάταξα.
- Χορός χοὔτω μὲν ἂν εὖ ποιοῖς,
εἴ σοι πυκνότης ἔνεστʼ
ἐν τῷ τρόπῳ, ὡς λέγεις,
τούτῳ πάνυ πολλή,
εἰ τούσδʼ ἐπίτηδες ὥσπερ
δημοσίους τρέφεις
ἐν τῇ πυκνί, κᾆθʼ ὅταν
μή σοι τύχῃ ὄψον ὄν,
τούτων ὃς ἂν ᾖ παχύς,
θύσας ἐπιδειπνεῖς.
- Δῆμος σκέψασθε δέ μʼ, εἰ σοφῶς
αὐτοὺς περιέρχομαι
τοὺς οἰομένους φρονεῖν
κἄμʼ ἐξαπατύλλειν.
τηρῶ γὰρ ἑκάστοτʼ αὐτοὺς
οὐδὲ δοκῶν ὁρᾶν
κλέπτοντας· ἔπειτʼ ἀναγκάζω
πάλιν ἐξεμεῖν
ἅττʼ ἂν κεκλόφωσί μου,
κημὸν καταμηλῶν.
Κλέων ἄπαγʼ ἐς μακαρίαν ἐκποδών.
Ἀλλαντοπώλης σύ γʼ ὦ φθόρε.
Κλέων ὦ Δῆμʼ ἐγὼ μέντοι παρεσκευασμένος
τρίπαλαι κάθημαι βουλόμενός σʼ εὐεργετεῖν.
Ἀλλαντοπώλης ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι
καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.
Δῆμος ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι
βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.
Ἀλλαντοπώλης οἶσθʼ οὖν ὃ δρᾶσον;
Δῆμος εἰ δὲ μή, φράσεις γε σύ.
Ἀλλαντοπώλης ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί,
ἵνα σʼ εὖ ποιῶμεν ἐξ ἴσου.
Δῆμος δρᾶν ταῦτα χρή.
ἄπιτον.
Κλέων καὶ Ἀλλαντοπώλης ἰδού.
Δῆμος θέοιτʼ ἄν.
Ἀλλαντοπώλης ὑποθεῖν οὐκ ἐῶ.
Δῆμος ἀλλʼ ἢ μεγάλως εὐδαιμονήσω τήμερον
ὑπὸ τῶν ἐραστῶν νὴ Δίʼ ἢ ʼγὼ θρύψομαι.
Κλέων ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.
Ἀλλαντοπώλης ἀλλʼ οὐ τράπεζαν, ἀλλʼ ἐγὼ προτεραίτερος.
Κλέων ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ
ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.
Ἀλλαντοπώλης ἐγὼ δὲ μυστίλας μεμυστιλημένας
ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.
Δῆμος ὡς μέγαν ἄρʼ εἶχες ὦ πότνια τὸν δάκτυλον.
Κλέων ἐγὼ δʼ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·
ἐτόρυνε δʼ αὔθʼ ἡ Παλλὰς ἡ Πυλαιμάχος.
Ἀλλαντοπώλης ὦ Δῆμʼ ἐναργῶς ἡ θεός σʼ ἐπισκοπεῖ,
καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.
Δῆμος οἴει γὰρ οἰκεῖσθʼ ἂν ἔτι τήνδε τὴν πόλιν,
εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;
Κλέων τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.
Ἀλλαντοπώλης ἡ δʼ Ὀβριμοπάτρα γʼ ἑφθὸν ἐκ ζωμοῦ κρέας
καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
Δῆμος καλῶς γʼ ἐποίησε τοῦ πέπλου μεμνημένη.
Κλέων ἡ Γοργολόφα σʼ ἐκέλευε τουτουὶ φαγεῖν
ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.
Ἀλλαντοπώλης λαβὲ καὶ ταδί νυν.
Δῆμος καὶ τί τούτοις χρήσομαι
τοῖς ἐντέροις;
Ἀλλαντοπώλης ἐπίτηδες αὔτʼ ἔπεμψέ σοι
ἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός·
ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.
ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.
Δῆμος ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.
Ἀλλαντοπώλης ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.
Κλέων λαβέ νυν πλακοῦντος πίονος παρʼ ἐμοῦ τόμον.
Ἀλλαντοπώλης παρʼ ἐμοῦ δʼ ὅλον γε τὸν πλακοῦντα τουτονί.
Κλέων ἀλλʼ οὐ λαγῷʼ ἕξεις ὁπόθεν δῷς, ἀλλʼ ἐγώ.
Ἀλλαντοπώλης οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;
ὦ θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.
Κλέων ὁρᾷς τάδʼ ὦ κακόδαιμον;
Ἀλλαντοπώλης ὀλίγον μοι μέλει·
ἐκεινοιὶ γὰρ ὡς ἔμʼ ἔρχονταί τινες
πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.
Κλέων ποῦ ποῦ;
Ἀλλαντοπώλης τί δέ σοι τοῦτʼ; οὐκ ἐάσεις τοὺς ξένους;
ὦ Δημίδιον ὁρᾷς τὰ λαγῷʼ ἅ σοι φέρω;
Κλέων οἴμοι τάλας ἀδίκως γε τἄμʼ ὑφήρπασας.
Ἀλλαντοπώλης νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.
Δῆμος εἴπʼ, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;
Ἀλλαντοπώλης τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμʼ ἐμόν.
Κλέων ἐγὼ δʼ ἐκινδύνευσʼ, ἐγὼ δʼ ὤπτησά γε.
Δῆμος ἄπιθʼ· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις.
Κλέων οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.
Ἀλλαντοπώλης τί οὐ διακρίνεις Δῆμʼ ὁπότερός ἐστι νῷν
ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;
Δῆμος τῷ δῆτʼ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ
δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;
Ἀλλαντοπώλης ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν
ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττʼ ἔνι,
καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.
Δῆμος φέρʼ ἴδω τί οὖν ἔνεστιν;
Ἀλλαντοπώλης οὐχ ὁρᾷς κενὴν
ὦ παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.
Δῆμος αὕτη μὲν ἡ κίστη τὰ τοῦ Δήμου φρονεῖ.
Ἀλλαντοπώλης βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.
ὁρᾷς τάδʼ;
Δῆμος οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα.
ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·
ἐμοὶ δʼ ἔδωκεν ἀποτεμὼν τυννουτονί.
Ἀλλαντοπώλης τοιαῦτα μέντοι καὶ πρότερόν σʼ ἠργάζετο·
σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,
αὐτὸς δʼ ἑαυτῷ παρετίθει τὰ μείζονα.
Δῆμος ὦ μιαρὲ κλέπτων δή με ταῦτʼ ἐξηπάτας;
ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν.
Κλέων ἐγὼ δʼ ἔκλεπτον ἐπʼ ἀγαθῷ γε τῇ πόλει.
Δῆμος κατάθου ταχέως τὸν στέφανον, ἵνʼ ἐγὼ τουτῳὶ
αὐτὸν περιθῶ.
Ἀλλαντοπώλης κατάθου ταχέως μαστιγία.
Κλέων οὐ δῆτʼ, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς
φράζων ὑφʼ οὗ †δεήσει μʼ† ἡττᾶσθαι μόνου.
Ἀλλαντοπώλης τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.
Κλέων καὶ μήν σʼ ἐλέγξαι βούλομαι τεκμηρίῳ,
εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.
καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι·
παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου;
Ἀλλαντοπώλης ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.
Κλέων πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.
εἶεν.
ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;
Ἀλλαντοπώλης κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον·
Κλέων ὦ Φοῖβʼ Ἄπολλον Λύκιε τί ποτέ μʼ ἐργάσει;
τέχνην δὲ τίνα ποτʼ εἶχες ἐξανδρούμενος;
Ἀλλαντοπώλης ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.
Κλέων οἴμοι κακοδαίμων· οὐκέτʼ οὐδέν εἰμʼ ἐγώ.
λεπτή τις ἐλπίς ἐστʼ ἐφʼ ἧς ὀχούμεθα.
καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ
ἠλλαντοπώλεις ἐτεὸν ἢ ʼπὶ ταῖς πύλαις;
Ἀλλαντοπώλης ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.
Κλέων οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.
κυλίνδετʼ εἴσω τόνδε τὸν δυσδαίμονα.
ὦ στέφανε χαίρων ἄπιθι, κεἴ σʼ ἄκων ἐγὼ
λείπω· σὲ δʼ ἄλλος τις λαβὼν κεκτήσεται,
κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δʼ ἴσως.
Ἀλλαντοπώλης Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.
Χορός ὦ χαῖρε καλλίνικε καὶ μέμνησʼ ὅτι
ἀνὴρ γεγένησαι διʼ ἐμέ· καί σʼ αἰτῶ βραχύ,
ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.
Δῆμος ἐμοὶ δέ γʼ ὅ τι σοι τοὔνομʼ εἴπʼ.
Ἀλλαντοπώλης Ἀγοράκριτος·
ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.
Δῆμος Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,
καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.
Ἀλλαντοπώλης καὶ μὴν ἐγώ σʼ ὦ Δῆμε θεραπεύσω καλῶς,
ὥσθʼ ὁμολογεῖν σε μηδένʼ ἀνθρώπων ἐμοῦ
ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.
Χορός τί κάλλιον ἀρχομένοισιν
ἢ καταπαυομένοισιν
ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν, †μηδὲν ἐσ† Λυσίστρατον,
μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ;
καὶ γὰρ οὗτος ὦ φίλʼ Ἄπολλον ἀεὶ πεινῇ, θαλεροῖς δακρύοις
σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι.
Χορός λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστʼ ἐπίφθονον,
ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται.
εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλʼ ἀκοῦσαι καὶ κακά,
αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.
νῦν δʼ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,
ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον.
ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής,
Ἀριφράδης πονηρός. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται·
ἔστι δʼ οὐ μόνον πονηρός, οὐ γὰρ οὐδʼ ἂν ᾐσθόμην,
οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.
τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,
ἐν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον,
καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας,
καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ.
ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,
οὔ ποτʼ ἐκ ταὐτοῦ μεθʼ ἡμῶν πίεται ποτηρίου.
Χορός ἦ πολλάκις ἐννυχίαισι
φροντίσι συγγεγένημαι,
καὶ διεζήτηχʼ ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος.
φασὶ μὲν γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων
οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δʼ ἀντιβολεῖν ἂν ὅμως·
ἴθʼ ὦ ἄνα πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.
Χορός φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον,
καὶ μίαν λέξαι τινʼ αὐτῶν ἥτις ἦν γεραιτέρα·
οὐδὲ πυνθάνεσθε ταῦτʼ ὦ παρθένοι τἀν τῇ πόλει;
φασὶν αἰτεῖσθαί τινʼ ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα
ἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον·
ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν,
καί τινʼ εἰπεῖν ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει·
ἀποτρόπαἰ οὐ δῆτʼ ἐμοῦ γʼ ἄρξει ποτʼ, ἀλλʼ ἐάν με χρῇ,
ὑπὸ τερηδόνων σαπεῖσʼ ἐνταῦθα καταγηράσομαι·
οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτʼ ὦ θεοί,
εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην.
ἢν δʼ ἀρέσκῃ ταῦτʼ Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ
ἐς τὸ Θησεῖον πλεούσαις ἢ ʼπὶ τῶν σεμνῶν θεῶν.
οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει·
ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,
τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.
Ἀλλαντοπώλης εὐφημεῖν χρὴ καὶ στόμα κλῄειν καὶ μαρτυριῶν ἀπέχεσθαι,
καὶ τὰ δικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδε γέγηθεν,
ἐπὶ καιναῖσιν δʼ εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.
Χορός ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,
τίνʼ ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφʼ ὅτῳ κνισῶμεν ἀγυιάς;
Ἀλλαντοπώλης τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα.
Χορός καὶ ποῦ ʼστιν νῦν ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;
Ἀλλαντοπώλης ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.
Χορός πῶς ἂν ἴδοιμεν; ποίαν τινʼ ἔχει σκευήν; ποῖος γεγένηται;
Ἀλλαντοπώλης οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει.
ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων.
ἀλλʼ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις
καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵνʼ ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.
Χορός ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,
δείξατε τὸν τῆς Ἑλλάδος ὑμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον.
Ἀλλαντοπώλης ὅδʼ ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός,
οὐ χοιρινῶν ὄζων ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.
Χορός χαῖρʼ ὦ βασιλεῦ τῶν Ἑλλήνων· καί σοι ξυγχαίρομεν ἡμεῖς.
τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ʼν Μαραθῶνι τροπαίου.
Δῆμος ὦ φίλτατʼ ἀνδρῶν ἐλθὲ δεῦρʼ Ἀγοράκριτε.
ὅσα με δέδρακας ἀγάθʼ ἀφεψήσας.
Ἀλλαντοπώλης ἐγώ;
ἀλλʼ ὦ μέλʼ οὐκ οἶσθʼ οἷος ἦσθʼ αὐτὸς πάρος,
οὐδʼ οἷʼ ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν.
Δῆμος τί δʼ ἔδρων, κάτειπέ μοι, πρὸ τοῦ; ποῖός τις ἦ;
Ἀλλαντοπώλης πρῶτον μέν, ὁπότʼ εἴποι τις ἐν τἠκκλησίᾳ,
ὦ Δῆμʼ ἐραστής εἰμι σὸς φιλῶ τέ σε
καὶ κήδομαί σου καὶ προβουλεύω μόνος,
τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,
ἀνωρτάλιζες κἀκερουτίας.
Δῆμος ἐγώ;
Ἀλλαντοπώλης εἶτʼ ἐξαπατήσας σʼ ἀντὶ τούτων ᾤχετο.
Δῆμος τί φῄς;
ταυτί μʼ ἔδρων, ἐγὼ δὲ τοῦτʼ οὐκ ᾐσθόμην;
Ἀλλαντοπώλης τὰ δʼ ὦτά γʼ ἄν σου νὴ Δίʼ ἐξεπετάννυτο
ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.
Δῆμος οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;
Ἀλλαντοπώλης καὶ νὴ Δίʼ εἴ γε δύο λεγοίτην ῥήτορε,
ὁ μὲν ποιεῖσθαι ναῦς μακρὰς ὁ δʼ ἕτερος αὖ
καταμισθοφορῆσαι τοῦθʼ, ὁ τὸν μισθὸν λέγων
τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.
οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;
Δῆμος αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.
Ἀλλαντοπώλης ἀλλʼ οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,
ἀλλʼ οἵ σε ταῦτʼ ἐξηπάτων. νυνδὶ φράσον·
ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος·
οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,
εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην·
τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;
Δῆμος ἄρας μετέωρον ἐς τὸ βάραθρον ἐμβαλῶ,
ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.
Ἀλλαντοπώλης τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·
τὰ δʼ ἄλλα, φέρʼ ἴδω, πῶς πολιτεύσει φράσον.
Δῆμος πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,
καταγομένοις τὸν μισθὸν ἀποδώσω ʼντελῆ.
Ἀλλαντοπώλης πολλοῖς γʼ ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω.
Δῆμος ἔπειθʼ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ
οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,
ἀλλʼ ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.
Ἀλλαντοπώλης τοῦτʼ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.
Δῆμος οὐδʼ ἀγοράσει γʼ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.
Ἀλλαντοπώλης ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;
Δῆμος τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ,
ἃ στωμυλεῖται τοιαδὶ καθήμενα·
σοφός γʼ ὁ Φαίαξ δεξιῶς τʼ οὐκ ἀπέθανεν.
συνερτικὸς γάρ ἐστι καὶ περαντικός,
καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,
καταληπτικός τʼ ἄριστα τοῦ θορυβητικοῦ.
Ἀλλαντοπώλης οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;
Δῆμος μὰ Δίʼ ἀλλʼ ἀναγκάσω κυνηγετεῖν ἐγὼ
τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.
Ἀλλαντοπώλης ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,
καὶ παῖδʼ ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι·
κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.
Δῆμος μακάριος ἐς τἀρχαῖα δὴ καθίσταμαι.
Ἀλλαντοπώλης φήσεις γʼ, ἐπειδὰν τὰς τριακοντούτιδας
σπονδὰς παραδῶ σοι. δεῦρʼ ἴθʼ αἱ Σπονδαὶ ταχύ.
Δῆμος ὦ Ζεῦ πολυτίμηθʼ ὡς καλαί· πρὸς τῶν θεῶν,
ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;
πῶς ἔλαβες αὐτὰς ἐτέον;
Ἀλλαντοπώλης οὐ γὰρ ὁ Παφλαγὼν
ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;
νῦν οὖν ἐγώ σοι παραδίδωμʼ ἐς τοὺς ἀγροὺς
αὐτὰς ἰέναι λαβόντα.
Δῆμος τὸν δὲ Παφλαγόνα,
ὃς ταῦτʼ ἔδρασεν, εἴφʼ ὅ τι ποιήσεις κακόν.
Ἀλλαντοπώλης οὐδὲν μέγʼ ἀλλʼ ἢ τὴν ἐμὴν ἕξει τέχνην·
ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,
τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν,
μεθύων τε ταῖς πόρναισι λοιδορήσεται,
κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.
Δῆμος εὖ γʼ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,
πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,
καί σʼ ἀντὶ τούτων ἐς τὸ πρυτανεῖον καλῶ
ἐς τὴν ἕδραν θʼ, ἵνʼ ἐκεῖνος ἦν ὁ φαρμακός.
ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα·
κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,
ἵνʼ ἴδωσιν αὐτὸν οἷς ἐλωβᾶθʼ οἱ ξένοι.
. . .