Lysistrata
Lysistrata Classical Aristophanes GreekΛυσιστράτη ἀλλʼ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
ἢ ʼς Πανὸς ἢ ʼπὶ Κωλιάδʼ ἢ ʼς Γενετυλλίδος,
οὐδʼ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
νῦν δʼ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·
πλὴν ἥ γʼ ἐμὴ κωμῆτις ἥδʼ ἐξέρχεται.
χαῖρʼ ὦ Καλονίκη.
Καλονίκη καὶ σύ γʼ ὦ Λυσιστράτη.
τί συντετάραξαι; μὴ σκυθρώπαζʼ ὦ τέκνον.
οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
Λυσιστράτη ἀλλʼ ὦ Καλονίκη κάομαι τὴν καρδίαν,
καὶ πόλλʼ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
εἶναι πανοῦργοι—
Καλονίκη καὶ γάρ ἐσμεν νὴ Δία.
Λυσιστράτη εἰρημένον δʼ αὐταῖς ἀπαντᾶν ἐνθάδε
βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
εὕδουσι κοὐχ ἥκουσιν.
Καλονίκη ἀλλʼ ὦ φιλτάτη
ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος.
ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρʼ ἐκύπτασεν,
ἡ δʼ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον
κατέκλινεν, ἡ δʼ ἔλουσεν, ἡ δʼ ἐψώμισεν.
Λυσιστράτη ἀλλʼ ἕτερά τἄρʼ ἦν τῶνδε προὐργιαίτερα
αὐταῖς.
Καλονίκη τί δʼ ἐστὶν ὦ φίλη Λυσιστράτη,
ἐφʼ ὅ τι ποθʼ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;
τί τὸ πρᾶγμα; πηλίκον τι;
Λυσιστράτη μέγα.
Καλονίκη μῶν καὶ παχύ;
Λυσιστράτη καὶ νὴ Δία παχύ.
Καλονίκη κᾆτα πῶς οὐχ ἥκομεν;
Λυσιστράτη οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν.
ἀλλʼ ἔστιν ὑπʼ ἐμοῦ πρᾶγμʼ ἀνεζητημένον
πολλαῖσί τʼ ἀγρυπνίαισιν ἐρριπτασμένον.
Καλονίκη ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.
Λυσιστράτη οὕτω γε λεπτὸν ὥσθʼ ὅλης τῆς Ἑλλάδος
ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.
Καλονίκη ἐν ταῖς γυναιξίν; ἐπʼ ὀλίγου γʼ ὠχεῖτʼ ἄρα.
Λυσιστράτη ὡς ἔστʼ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
ἢ μηκέτʼ εἶναι μήτε Πελοποννησίους—
Καλονίκη βέλτιστα τοίνυν μηκέτʼ εἶναι νὴ Δία.
Λυσιστράτη Βοιωτίους τε πάντας ἐξολωλέναι.
Καλονίκη μὴ δῆτα πάντας γʼ, ἀλλʼ ἄφελε τὰς ἐγχέλεις.
Λυσιστράτη περὶ τῶν Ἀθηνῶν δʼ οὐκ ἐπιγλωττήσομαι
τοιοῦτον οὐδέν· ἀλλʼ ὑπονόησον σύ μοι.
ἢν δὲ ξυνέλθωσʼ αἱ γυναῖκες ἐνθάδε
αἵ τʼ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
Καλονίκη τί δʼ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
ἢ λαμπρόν, αἳ καθήμεθʼ ἐξηνθισμέναι,
κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
καὶ Κιμμερίκʼ ὀρθοστάδια καὶ περιβαρίδας;
Λυσιστράτη ταῦτʼ αὐτὰ γάρ τοι κἄσθʼ ἃ σώσειν προσδοκῶ,
τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες
χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.
Καλονίκη τίνα δὴ τρόπον ποθʼ;
Λυσιστράτη ὥστε τῶν νῦν μηδένα
ἀνδρῶν ἐπʼ ἀλλήλοισιν ἄρεσθαι δόρυ—
Καλονίκη κροκωτὸν ἄρα νὴ τὼ θεὼ ʼγὼ βάψομαι.
Λυσιστράτη μηδʼ ἀσπίδα λαβεῖν—
Καλονίκη Κιμμερικὸν ἐνδύσομαι.
Λυσιστράτη μηδὲ ξιφίδιον.
Καλονίκη κτήσομαι περιβαρίδας.
Λυσιστράτη ἆρʼ οὐ παρεῖναι τὰς γυναῖκας δῆτʼ ἐχρῆν;
Καλονίκη οὐ γὰρ μὰ Δίʼ ἀλλὰ πετομένας ἥκειν πάλαι.
Λυσιστράτη ἀλλʼ ὦ μέλʼ ὄψει τοι σφόδρʼ αὐτὰς Ἀττικάς,
ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.
ἀλλʼ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,
οὐδʼ ἐκ Σαλαμῖνος.
Καλονίκη ἀλλʼ ἐκεῖναί γʼ οἶδʼ ὅτι
ἐπὶ τῶν κελήτων διαβεβήκασʼ ὄρθριαι.
Λυσιστράτη οὐδʼ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ
πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων
γυναῖκας, οὐχ ἥκουσιν.
Καλονίκη ἡ γοῦν Θεογένους
ὡς δεῦρʼ ἰοῦσα θοὐκάταιον ἤρετο.
ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.
αἱδί θʼ ἕτεραι χωροῦσί τινες. ἰοὺ ἰού,
πόθεν εἰσίν;
Λυσιστράτη Ἀναγυρουντόθεν.
Καλονίκη νὴ τὸν Δία·
ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.
Μυρρίνη μῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη;
τί φῄς; τί σιγᾷς;
Λυσιστράτη οὔ σʼ ἐπαινῶ Μυρρίνη
ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.
Μυρρίνη μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.
ἀλλʼ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.
Λυσιστράτη μὰ Δίʼ ἀλλʼ ἐπαναμείνωμεν ὀλίγου γʼ οὕνεκα
τάς τʼ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων
γυναῖκας ἐλθεῖν.
Μυρρίνη πολὺ σὺ κάλλιον λέγεις.
ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.
Λυσιστράτη ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ.
οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται.
ὡς δʼ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.
κἂν ταῦρον ἄγχοις.
Λαμπιτώ μάλα γʼ οἰῶ ναὶ τὼ σιώ·
γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.
Καλονίκη ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.
Λαμπιτώ ᾇπερ ἱερεῖόν τοί μʼ ὑποψαλάσσετε.
Λυσιστράτη ἡδὶ δὲ ποδαπή ʼσθʼ ἡ νεᾶνις ἡτέρα;
Λαμπιτώ πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία
ἵκει ποθʼ ὑμέ.
Μυρρίνη νὴ μὰ Δία Βοιωτία,
καλόν γʼ ἔχουσα τὸ πεδίον.
Καλονίκη καὶ νὴ Δία
κομψότατα τὴν βληχώ γε παρατετιλμένη.
Λυσιστράτη τίς δʼ ἡτέρα παῖς;
Λαμπιτώ χαΐα ναὶ τὼ σιώ,
Κορινθία δʼ αὖ.
Καλονίκη χαΐα νὴ τὸν Δία
δήλη ʼστὶν οὖσα ταυταγὶ τἀντευθενί.
Λαμπιτώ τίς δʼ αὖ ξυναλίαξε τόνδε τὸν στόλον
τὸν τᾶν γυναικῶν;
Λυσιστράτη ἥδʼ ἐγώ.
Λαμπιτώ μύσιδδέ τοι
ὅ τι λῇς ποθʼ ἁμέ.
Καλονίκη νὴ Δίʼ ὦ φίλη γύναι,
λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτʼ ἐστί σοι.
Λυσιστράτη λέγοιμʼ ἂν ἤδη. πρὶν λέγειν δʼ, ὑμᾶς τοδὶ
ἐπερήσομαί τι μικρόν.
Καλονίκη ὅ τι βούλει γε σύ.
Λυσιστράτη τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδʼ ὅτι
πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.
Καλονίκη ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν
ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.
Μυρρίνη ὁ δʼ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.
Λαμπιτώ ὁ δʼ ἐμός γα καἴ κʼ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,
πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.
Λυσιστράτη ἀλλʼ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.
ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,
οὐκ εἶδον οὐδʼ ὄλισβον ὀκτωδάκτυλον,
ὃς ἦν ἂν ἡμῖν σκυτίνη ʼπικουρία.
ἐθέλοιτʼ ἂν οὖν, εἰ μηχανὴν εὕροιμʼ ἐγώ,
μετʼ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;
Καλονίκη νὴ τὼ θεώ·
ἔγωγʼ ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλον
τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.
Μυρρίνη ἐγὼ δέ γʼ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ
δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.
Λαμπιτώ ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γʼ ἄνω
ἔλσοιμʼ ὅπᾳ μέλλοιμί γʼ εἰράναν ἰδεῖν.
Λυσιστράτη λέγοιμʼ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν
ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,
ἀφεκτέʼ ἐστὶ—
Καλονίκη τοῦ; φράσον.
Λυσιστράτη ποιήσετʼ οὖν;
Καλονίκη ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.
Λυσιστράτη ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;
αὗται τί μοιμυᾶτε κἀνανεύετε;
τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;
ποιήσετʼ ἢ οὐ ποιήσετʼ; ἢ τί μέλλετε;
Καλονίκη οὐκ ἂν ποιήσαιμʼ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
Μυρρίνη μὰ Δίʼ οὐδʼ ἐγὼ γάρ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
Λυσιστράτη ταυτὶ σὺ λέγεις ὦ ψῆττα; καὶ μὴν ἄρτι γε
ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.
Καλονίκη ἄλλʼ ἄλλʼ ὅ τι βούλει· κἄν με χρῇ διὰ τοῦ πυρὸς
ἐθέλω βαδίζειν· τοῦτο μᾶλλον τοῦ πέους.
οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη.
Λυσιστράτη τί δαὶ σύ;
Ἄλλη κἀγὼ βούλομαι διὰ τοῦ πυρός.
Λυσιστράτη ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος,
οὐκ ἐτὸς ἀφʼ ἡμῶν εἰσιν αἱ τραγῳδίαι.
οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.
ἀλλʼ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ
μόνη μετʼ ἐμοῦ, τὸ πρᾶγμʼ ἀνασωσαίμεσθʼ ἔτʼ ἄν,
ξυμψήφισαί μοι.
Λαμπιτώ χαλεπὰ μὲν ναὶ τὼ σιὼ
γυναῖκάς ἐσθʼ ὑπνῶν ἄνευ ψωλᾶς μόνας.
ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλʼ αὖ.
Λυσιστράτη ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.
Καλονίκη εἰ δʼ ὡς μάλιστʼ ἀπεχοίμεθʼ οὗ σὺ δὴ λέγεις,
ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ
γένοιτʼ ἂν εἰρήνη;
Λυσιστράτη πολύ γε νὴ τὼ θεώ.
εἰ γὰρ καθοίμεθʼ ἔνδον ἐντετριμμέναι,
κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις
γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,
στύοιντο δʼ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,
ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλʼ ἀπεχοίμεθα,
σπονδὰς ποιήσαιντʼ ἂν ταχέως, εὖ οἶδʼ ὅτι.
Λαμπιτώ ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ
γυμνᾶς παραϊδὼν ἐξέβαλʼ, οἰῶ, τὸ ξίφος.
Καλονίκη τί δʼ ἢν ἀφιῶσʼ ἅνδρες ἡμᾶς ὦ μέλε;
Λυσιστράτη τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.
Καλονίκη φλυαρία ταῦτʼ ἐστὶ τὰ μεμιμημένα.
ἐὰν λαβόντες δʼ ἐς τὸ δωμάτιον βίᾳ
ἕλκωσιν ἡμᾶς;
Λυσιστράτη ἀντέχου σὺ τῶν θυρῶν.
Καλονίκη ἐὰν δὲ τύπτωσιν;
Λυσιστράτη παρέχειν χρὴ κακὰ κακῶς.
οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.
κἄλλως ὀδυνᾶν χρή· κἀμέλει ταχέως πάνυ
ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτʼ εὐφρανθήσεται
ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.
Καλονίκη εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.
Λαμπιτώ καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες
παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν·
τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον
πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;
Λυσιστράτη ἡμεῖς ἀμέλει σοι τά γε παρʼ ἡμῖν πείσομεν.
Λαμπιτώ οὐχ ἇς πόδας κʼ ἔχωντι ταὶ τριήρεες,
καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.
Λυσιστράτη ἀλλʼ ἔστι καὶ τοῦτʼ εὖ παρεσκευασμένον·
καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.
ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,
ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,
θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.
Λαμπιτώ παντᾷ κʼ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς.
Λυσιστράτη τί δῆτα ταῦτʼ οὐχ ὡς τάχιστʼ ὦ Λαμπιτοῖ
ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;
Λαμπιτώ πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.
Λυσιστράτη καλῶς λέγεις. ποῦ ʼσθʼ ἡ Σκύθαινα; ποῖ βλέπεις;
θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,
καί μοι δότω τὰ τόμιά τις.
Καλονίκη Λυσιστράτη
τίνʼ ὅρκον ὁρκώσεις ποθʼ ἡμᾶς;
Λυσιστράτη ὅντινα;
εἰς ἀσπίδʼ, ὥσπερ φάσʼ ἐν Αἰσχύλῳ ποτέ,
μηλοσφαγούσας.
Καλονίκη μὴ σύ γʼ ὦ Λυσιστράτη
εἰς ἀσπίδʼ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.
Λυσιστράτη τίς ἂν οὖν γένοιτʼ ἂν ὅρκος;
Καλονίκη εἰ λευκόν ποθεν
ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα.
Λυσιστράτη ποῖ λευκὸν ἵππον;
Καλονίκη ἀλλὰ πῶς ὀμούμεθα
ἡμεῖς;
Λυσιστράτη ἐγώ σοι νὴ Δίʼ, ἢν βούλῃ, φράσω.
θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,
μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον
ὀμόσωμεν ἐς τὴν κύλικα μὴ ʼπιχεῖν ὕδωρ.
Λαμπιτώ φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.
Λυσιστράτη φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.
Μυρρίνη ὦ φίλταται γυναῖκες, ὁ κεραμεὼν ὅσος.
Καλονίκη ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.
Λυσιστράτη καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.
δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,
τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.
Καλονίκη εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.
Λαμπιτώ καὶ μὰν ποτόδδει γʼ ἁδὺ ναὶ τὸν Κάστορα.
Μυρρίνη ἐᾶτε πρώτην μʼ ὦ γυναῖκες ὀμνύναι.
Καλονίκη μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.
Λυσιστράτη λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ·
λεγέτω δʼ ὑπὲρ ὑμῶν μίʼ ἅπερ ἂν κἀγὼ λέγω·
ὑμεῖς δʼ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε.
οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—
Καλονίκη οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—
Λυσιστράτη ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.
Καλονίκη ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. παπαῖ
ὑπολύεταί μου τὰ γόνατʼ ὦ Λυσιστράτη.
Λυσιστράτη οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—
Καλονίκη οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—
Λυσιστράτη κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—
Καλονίκη κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—
Λυσιστράτη ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·
Καλονίκη ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·
Λυσιστράτη κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
Καλονίκη κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
Λυσιστράτη ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,—
Καλονίκη ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,—
Λυσιστράτη κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
Καλονίκη κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
Λυσιστράτη οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
Καλονίκη οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
Λυσιστράτη οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
Καλονίκη οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
Λυσιστράτη ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·
Καλονίκη ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·
Λυσιστράτη εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
Καλονίκη εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
Λυσιστράτη συνεπόμνυθʼ ὑμεῖς ταῦτα πᾶσαι;
Μυρρίνη νὴ Δία.
Λυσιστράτη φέρʼ ἐγὼ καθαγίσω τήνδε.
Καλονίκη τὸ μέρος γʼ ὦ φίλη,
ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.
Λαμπιτώ τίς ὡλολυγά;
Λυσιστράτη τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·
αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ
ἤδη κατειλήφασιν. ἀλλʼ ὦ Λαμπιτοῖ
σὺ μὲν βάδιζε καὶ τὰ παρʼ ὑμῶν εὖ τίθει,
τασδὶ δʼ ὁμήρους κατάλιφʼ ἡμῖν ἐνθάδε·
ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει
ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.
Καλονίκη οὔκουν ἐφʼ ἡμᾶς ξυμβοηθήσειν οἴει
τοὺς ἄνδρας εὐθύς;
Λυσιστράτη ὀλίγον αὐτῶν μοι μέλει.
οὐ γὰρ τοσαύτας οὔτʼ ἀπειλὰς οὔτε πῦρ
ἥξουσʼ ἔχοντες ὥστʼ ἀνοῖξαι τὰς πύλας
ταύτας, ἐὰν μὴ ʼφʼ οἷσιν ἡμεῖς εἴπομεν.
Καλονίκη μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γʼ· ἄλλως γὰρ ἂν
ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθʼ ἄν.
- Χορὸς γερόντων ἦ πόλλʼ ἄελπτʼ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ φεῦ,
ἐπεὶ τίς ἄν ποτʼ ἤλπισʼ ὦ Στρυμόδωρʼ ἀκοῦσαι
γυναῖκας, ἃς ἐβόσκομεν
κατʼ οἶκον ἐμφανὲς κακόν,
κατὰ μὲν ἅγιον ἔχειν βρέτας,
κατὰ δʼ ἀκρόπολιν ἐμὰν λαβεῖν
μοχλοῖς δὲ καὶ κλῄθροισι
τὰ προπύλαια πακτοῦν;
Χορὸς γερόντων ἀλλʼ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν ὦ Φιλοῦργε,
ὅπως ἄν, αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί,
ὅσαι τὸ πρᾶγμα τοῦτʼ ἐνεστήσαντο καὶ μετῆλθον,
μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες
πάσας, ὑπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.
- Χορὸς γερόντων οὐ γὰρ μὰ τὴν Δήμητρʼ ἐμοῦ ζῶντος ἐγχανοῦνται·
ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος,
ἀπῆθεν ἀψάλακτος, ἀλλʼ
ὅμως Λακωνικὸν πνέων
ᾤχετο θὤπλα παραδοὺς ἐμοί,
σμικρὸν ἔχων πάνυ τριβώνιον,
πινῶν ῥυπῶν ἀπαράτιλτος,
ἓξ ἐτῶν ἄλουτος.
Χορὸς γερόντων οὕτως ἐπολιόρκησʼ ἐγὼ τὸν ἄνδρʼ ἐκεῖνον ὠμῶς
ἐφʼ ἑπτακαίδεκʼ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων.
τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰς
ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;
μή νυν ἔτʼ ἐν τῇ τετραπόλει τοὐμὸν τροπαῖον εἴη.
- Χορὸς γερόντων ἀλλʼ αὐτὸ γάρ μοι τῆς ὁδοῦ
λοιπόν ἐστι χωρίον
τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω·
χὤπως ποτʼ ἐξαμπρεύσομεν
τοῦτʼ ἄνευ κανθηλίου.
ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον·
ἀλλʼ ὅμως βαδιστέον,
καὶ τὸ πῦρ φυσητέον,
μή μʼ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ.
φῦ φῦ.
ἰοὺ ἰοὺ τοῦ καπνοῦ.
- Χορὸς γερόντων ὡς δεινὸν ὦναξ Ἡράκλεις
προσπεσόν μʼ ἐκ τῆς χύτρας
ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει·
κἄστιν γε Λήμνιον τὸ πῦρ
τοῦτο πάσῃ μηχανῇ.
οὐ γὰρ ἄν ποθʼ ὧδʼ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ.
σπεῦδε πρόσθεν ἐς πόλιν
καὶ βοήθει τῇ θεῷ.
ἢ πότʼ αὐτῇ μᾶλλον ἢ νῦν ὦ Λάχης ἀρήξομεν;
φῦ φῦ.
ἰοὺ ἰοὺ τοῦ καπνοῦ.
Χορὸς γερόντων τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ.
οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ,
τῆς ἀμπέλου δʼ ἐς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες
ἅψαντες εἶτʼ ἐς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν;
κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες,
ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν.
θώμεσθα δὴ τὸ φορτίον. φεῦ τοῦ καπνοῦ βαβαιάξ.
τίς ξυλλάβοιτʼ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατη γῶν;
ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται.
σὸν δʼ ἔργον ἐστὶν ὦ χύτρα τὸν ἄνθρακʼ ἐξεγείρειν,
τὴν λαμπάδʼ ἡμμένην ὅπως πρώτιστʼ ἐμοὶ προσοίσεις.
δέσποινα Νίκη ξυγγενοῦ τῶν τʼ ἐν πόλει γυναικῶν
τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.
Χορὸς Γυναικῶν λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνὸν ὦ γυναῖκες
ὥσπερ πυρὸς καομένου· σπευστέον ἐστὶ θᾶττον.
- Χορὸς Γυναικῶν πέτου πέτου Νικοδίκη,
πρὶν ἐμπεπρῆσθαι Καλύκην
τε καὶ Κρίτυλλαν περιφυσήτω
†ὑπό τε νόμων † ἀργαλέων
ὑπό τε γερόντων ὀλέθρων.
ἀλλὰ φοβοῦμαι τόδε, μῶν ὑστερόπους βοηθῶ.
νῦν δὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία
μόλις ἀπὸ κρήνης ὑπʼ ὄχλου καὶ θορύβου καὶ πατάγου
χυτρείου,
δούλαισιν ὠστιζομένη
. . .
στιγματίαις θʼ, ἁρπαλέως
ἀραμένη ταῖσιν ἐμαῖς
δημότισιν καομέναις
φέρουσʼ ὕδωρ βοηθῶ.
- Χορὸς Γυναικῶν ἤκουσα γὰρ τυφογέροντας
ἄνδρας ἔρρειν, στελέχη
φέροντας ὥσπερ βαλανεύσοντας
ἐς πόλιν ὡς τριτάλαντον βάρος,
δεινότατʼ ἀπειλοῦντας ἐπῶν
ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν·
ἃς ὦ θεὰ μή ποτʼ ἐγὼ πιμπραμένας ἴδοιμι,
ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ
πολίτας,
ἐφʼ οἷσπερ ὦ χρυσολόφα
πολιοῦχε σὰς ἔσχον ἕδρας.
καί σε καλῶ ξύμμαχον ὦ
Τριτογένειʼ, εἴ τις ἐκείνας
ὑποπίμπρησιν ἀνήρ,
φέρειν ὕδωρ μεθʼ ἡμῶν.
Χορὸς Γυναικῶν ἔασον ὦ. τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι·
οὐ γάρ ποτʼ ἂν χρηστοί γʼ ἔδρων οὐδʼ εὐσεβεῖς τάδʼ ἄνδρες.
Χορὸς γερόντων τουτὶ τὸ πρᾶγμʼ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει·
ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.
Χορὸς Γυναικῶν τί βδύλλεθʼ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;
καὶ μὴν μέρος γʼ ἡμῶν ὁρᾶτʼ οὔπω τὸ μυριοστόν.
Χορὸς γερόντων ὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;
οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντʼ ἐχρῆν τινʼ αὐταῖς;
Χορὸς Γυναικῶν θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζʼ, ὅπως ἂν
ἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μʼ ἐμποδίζῃ.
Χορὸς γερόντων εἰ νὴ Δίʼ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς
ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.
Χορὸς Γυναικῶν καὶ μὴν ἰδοὺ παταξάτω τις· στᾶσʼ ἐγὼ παρέξω,
κοὐ μή ποτʼ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.
Χορὸς γερόντων εἰ μὴ σιωπήσει, θενών σου ʼκκοκκιῶ τὸ γῆρας.
Χορὸς Γυναικῶν ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.
Χορὸς γερόντων τί δʼ ἢν σποδῶ τοῖς κονδύλοις; τί μʼ ἐργάσει τὸ δεινόν;
Χορὸς Γυναικῶν βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερʼ ἐξαμήσω.
Χορὸς γερόντων οὐκ ἔστʼ ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής·
οὐδὲν γὰρ οὕτω θρέμμʼ ἀναιδές ἐστιν ὡς γυναῖκες.
Χορὸς Γυναικῶν αἰρώμεθʼ ἡμεῖς θοὔδατος τὴν κάλπιν ὦ Ῥοδίππη.
Χορὸς γερόντων τί δʼ ὦ θεοῖς ἐχθρὰ σὺ δεῦρʼ ὕδωρ ἔχουσʼ ἀφίκου;
Χορὸς Γυναικῶν τί δαὶ σὺ πῦρ ὦ τύμβʼ ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων;
Χορὸς γερόντων ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.
Χορὸς Γυναικῶν ἐγὼ δέ γʼ ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.
Χορὸς γερόντων τοὐμὸν σὺ πῦρ κατασβέσεις;
Χορὸς Γυναικῶν τοὔργον τάχʼ αὐτὸ δείξει.
Χορὸς γερόντων οὐκ οἶδά σʼ εἰ τῇδʼ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.
Χορὸς Γυναικῶν εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γʼ ἐγὼ παρέξω.
Χορὸς γερόντων ἐμοὶ σὺ λουτρὸν ὦ σαπρά;
Χορὸς Γυναικῶν καὶ ταῦτα νυμφικόν γε.
Χορὸς γερόντων ἤκουσας αὐτῆς τοῦ θράσους;
Χορὸς Γυναικῶν ἐλευθέρα γάρ εἰμι.
Χορὸς γερόντων σχήσω σʼ ἐγὼ τῆς νῦν βοῆς.
Χορὸς Γυναικῶν ἀλλʼ οὐκέθʼ ἡλιάζει.
Χορὸς γερόντων ἔμπρησον αὐτῆς τὰς κόμας.
Χορὸς Γυναικῶν σὸν ἔργον ὦχελῷε.
Χορὸς γερόντων οἴμοι τάλας.
Χορὸς Γυναικῶν μῶν θερμὸν ἦν;
Χορὸς γερόντων ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς;
Χορὸς Γυναικῶν ἄρδω σʼ ὅπως ἂν βλαστάνῃς.
Χορὸς γερόντων ἀλλʼ αὖός εἰμʼ ἤδη τρέμων.
Χορὸς Γυναικῶν οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.
Πρόβουλος ἆρʼ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ
χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι,
ὅ τʼ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,
οὗ ʼγώ ποτʼ ὢν ἤκουον ἐν τἠκκλησίᾳ;
ἔλεγε δʼ ὁ μὴ ὥρασι μὲν Δημόστρατος
πλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δʼ ὀρχουμένη
αἰαῖ Ἄδωνιν φησίν, ὁ δὲ Δημόστρατος
ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων·
ἡ δʼ ὑποπεπωκυῖʼ ἡ γυνὴ ʼπὶ τοῦ τέγους
κόπτεσθʼ Ἄδωνιν φησίν· ὁ δʼ ἐβιάζετο
ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης.
τοιαῦτʼ ἀπʼ αὐτῶν ἐστιν ἀκόλαστʼ ᾄσματα.
Χορὸς γερόντων τί δῆτʼ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδʼ ὕβριν;
αἳ τἄλλα θʼ ὑβρίκασι κἀκ τῶν καλπίδων
ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια
σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.
Πρόβουλος νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε.
ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα
ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν,
τοιαῦτʼ ἀπʼ αὐτῶν βλαστάνει βουλεύματα.
οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί·
ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας,
ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας
ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος.
ἐμοὶ μὲν οὖν ἔστʼ ἐς Σαλαμῖνα πλευστέα·
σὺ δʼ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν
ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.
ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει
νεανίαν καὶ πέος ἔχοντʼ οὐ παιδικόν·
ὦ σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸς
τὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸν
ἅθʼ ἁπαλὸν ὄν· τοῦτʼ οὖν σὺ τῆς μεσημβρίας
ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.
τοιαῦτʼ ἀπήντηκʼ ἐς τοιαυτὶ πράγματα,
ὅτε γʼ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως
κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον,
ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις.
ἀλλʼ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς,
ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω.
τί κέχηνας ὦ δύστηνε; ποῖ δʼ αὖ σὺ βλέπεις,
οὐδὲν ποιῶν ἀλλʼ ἢ καπηλεῖον σκοπῶν;
οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας
ἐντεῦθεν ἐκμοχλεύσετʼ; ἐνθενδὶ δʼ ἐγὼ
ξυνεκμοχλεύσω.
Λυσιστράτη μηδὲν ἐκμοχλεύετε·
ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν;
οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.
Πρόβουλος ἄληθες ὦ μιαρὰ σύ; ποῦ ʼσθʼ ὁ τοξότης;
ξυλλάμβανʼ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.
Λυσιστράτη εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι
ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται.
Πρόβουλος ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην
καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον;
Γυνὴ Α εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον
τὴν χεῖρʼ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.
Πρόβουλος ἰδού γʼἐπιχεσεῖ. ποῦ ʼστιν ἕτερος τοξότης;
ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.
Γυνὴ Β εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρʼ ἄκραν
ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.
Πρόβουλος τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου.
παύσω τινʼ ὑμῶν τῆσδʼ ἐγὼ τῆς ἐξόδου.
Γυνὴ Γ εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,
ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας.
Πρόβουλος οἴμοι κακοδαίμων· ἐπιλέλοιφʼ ὁ τοξότης.
ἀτὰρ οὐ γυναικῶν οὐδέποτʼ ἔσθʼ ἡττητέα
ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι
ξυνταξάμενοι.
Λυσιστράτη νὴ τὼ θεὼ γνώσεσθʼ ἄρα
ὅτι καὶ παρʼ ἡμῖν εἰσι τέτταρες λόχοι
μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.
Πρόβουλος ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι.
Λυσιστράτη ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτʼ ἔνδοθεν,
ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες,
ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες,
οὐχ ἕλξετʼ, οὐ παιήσετʼ, οὐκ ἀράξετε;
οὐ λοιδορήσετʼ, οὐκ ἀναισχυντήσετε;
παύσασθʼ, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.
Πρόβουλος οἴμʼ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.
Λυσιστράτη ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰς
ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει
χολὴν ἐνεῖναι;
Πρόβουλος νὴ τὸν Ἀπόλλω καὶ μάλα
πολλήν γʼ, ἐάνπερ πλησίον κάπηλος ᾖ.
Χορὸς γερόντων ὦ πόλλʼ ἀναλώσας ἔπη πρόβουλε τῆσδε τῆς γῆς,
τί τοῖσδε σαυτὸν ἐς λόγους τοῖς θηρίοις συνάπτεις;
οὐκ οἶσθα λουτρὸν οἷον αἵδʼ ἡμᾶς ἔλουσαν ἄρτι
ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτʼ ἄνευ κονίας;
Χορὸς Γυναικῶν ἀλλʼ ὦ μέλʼ οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ
τὴν χεῖρʼ· ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη.
ἐπεὶ ʼθέλω ʼγὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι,
λυποῦσα μηδένʼ ἐνθαδί, κινοῦσα μηδὲ κάρφος,
ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.
- Χορὸς γερόντων ὦ Ζεῦ τί ποτε χρησόμεθα τοῖσδε τοῖς κνωδάλοις;
ουʼ γὰρ ἔτʼ ἀνεκτὰ τάδε γʼ, ἀλλὰ βασανιστέον
τόδε σοι τὸ πάθος μετʼ ἐμοῦ
ὅ τι βουλόμεναί ποτε τὴν
Κραναὰν κατέλαβον, ἐφʼ ὅ τι τε
μεγαλόπετρον ἄβατον ἀκρόπολιν
ἱερὸν τέμενος.
Χορὸς γερόντων ἀλλʼ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους,
ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας.
Πρόβουλος καὶ μὴν αὐτῶν τοῦτʼ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι,
ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν.
Λυσιστράτη ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε διʼ αὐτό.
Πρόβουλος διὰ τἀργύριον πολεμοῦμεν γάρ;
Λυσιστράτη καὶ τἄλλα γε πάντʼ ἐκυκήθη.
ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες,
ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δʼ οὖν τοῦδʼ οὕνεκα δρώντων
ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτʼ οὐκέτι μὴ καθέλωσιν.
Πρόβουλος ἀλλὰ τί δράσεις;
Λυσιστράτη τοῦτό μʼ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό.
Πρόβουλος ὑμεῖς ταμιεύσετε τἀργύριον;
Λυσιστράτη τί δὲ δεινὸν τοῦτο νομίζεις;
οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;
Πρόβουλος ἀλλʼ οὐ ταὐτόν.
Λυσιστράτη πῶς οὐ ταὐτόν;
Πρόβουλος πολεμητέον ἔστʼ ἀπὸ τούτου.
Λυσιστράτη ἀλλʼ οὐδὲν δεῖ πρῶτον πολεμεῖν.
Πρόβουλος πῶς γὰρ σωθησόμεθʼ ἄλλως;
Λυσιστράτη ἡμεῖς ὑμᾶς σώσομεν.
Πρόβουλος ὑμεῖς;
Λυσιστράτη ἡμεῖς μέντοι.
Πρόβουλος σχέτλιόν γε.
Λυσιστράτη ὡς σωθήσει, κἂν μὴ βούλῃ.
Πρόβουλος δεινόν γε λέγεις.
Λυσιστράτη ἀγανακτεῖς.
ἀλλὰ ποιητέα ταῦτʼ ἐστὶν ὅμως.
Πρόβουλος νὴ τὴν Δήμητρʼ ἄδικόν γε.
Λυσιστράτη σωστέον ὦ τᾶν.
Πρόβουλος κεἰ μὴ δέομαι;
Λυσιστράτη τοῦδʼ οὕνεκα καὶ πολὺ μᾶλλον.
Πρόβουλος ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τʼ εἰρήνης ἐμέλησεν;
Λυσιστράτη ἡμεῖς φράσομεν.
Πρόβουλος λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς,
Λυσιστράτη ἀκροῶ δή,
καὶ τὰς χεῖρας πειρῶ κατέχειν.
Πρόβουλος ἀλλʼ οὐ δύναμαι· χαλεπὸν γὰρ
ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν.
Γυνὴ Α κλαύσει τοίνυν πολὺ μᾶλλον.
Πρόβουλος τοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις· σὺ δέ μοι λέγε.
Λυσιστράτη ταῦτα ποιήσω.
ἡμεῖς τὸν μὲν πρότερον πόλεμον † καὶ τὸν χρόνον ἠνεσχόμεθα †
ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττʼ ἐποιεῖτε.
οὐ γὰρ γρύζειν εἰᾶθʼ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γʼ ἡμᾶς.
ἀλλʼ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι
ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα·
εἶτʼ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθʼ ἂν γελάσασαι,
τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι
ἐν τῷ δήμῳ τήμερονὑμῖν; τίδὲ σοὶ ταῦτʼ; ἦ δʼ ὃς ἂν ἁνήρ.
οὐ σιγήσει; κἀγὼ ἐσίγων.
Γυνὴ Α ἀλλʼ οὐκ ἂν ἐγώ ποτʼ ἐσίγων.
Πρόβουλος κἂν ᾤμωζές γʼ, εἰ μὴ ʼσίγας.
Λυσιστράτη τοιγὰρ ἔγωγʼ ἔνδον ἐσίγων.
. . . ἔτερόν τι πονηρότερον βούλευμʼ ἐπεπύσμεθʼ ἂν ὑμῶν·
εἶτʼ ἠρόμεθʼ ἄν· πῶς ταῦτʼ ὦνερ διαπράττεσθʼ ὧδʼ ἀνοήτως;
ὁ δέ μʼ εὐθὺς ὑποβλέψας ἂν ἔφασκʼ, εἰ μὴ τὸν στήμονα νήσω,
ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν· πόλεμος δʼ ἄνδρεσσι μελήσει.
Πρόβουλος ὀρθῶς γε λέγων νὴ Δίʼ ἐκεῖνος.
Λυσιστράτη πῶς ὀρθῶς ὦ κακόδαιμον,
εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;
ὅτε δὴ δʼ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη,
οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ; μὰ Δίʼ οὐ δῆτʼ, εἶφʼ ἕτερός τις·
μετὰ ταῦθʼ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ
ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι;
ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητʼ ἀντακροᾶσθαι
κἀντισιωπᾶθʼ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.
Πρόβουλος ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.
Λυσιστράτη σιώπα.
Πρόβουλος σοί γʼ ὦ κατάρατε σιωπῶ ʼγώ, καὶ ταῦτα κάλυμμα φορούσῃ
περὶ τὴν κεφαλήν; μή νυν ζῴην.
Λυσιστράτη ἀλλʼ εἰ τοῦτʼ ἐμπόδιόν σοι,
παρʼ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν
ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,
κᾆτα σιώπα
καὶ τοῦτον τὸν καλαθίσκον.
κᾆτα ξαίνειν ξυζωσάμενος
κυάμους τρώγων·
πόλεμος δὲ γυναιξὶ μελήσει.
Χορὸς Γυναικῶν αἰρώμεθʼ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν
ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.
- Χορὸς Γυναικῶν ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμʼ ἂν ὀρχουμένη,
†οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρόσ†·
ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναι
μετὰ τῶνδʼ ἀρετῆς ἕνεχʼ, αἷς
ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,
ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολις
ἀρετὴ φρόνιμος.
Χορὸς Γυναικῶν ἀλλʼ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν,
χωρεῖτʼ ὀργῇ καὶ μὴ τέγγεσθʼ· ἔτι γὰρ νῦν οὔρια θεῖτε.
Λυσιστράτη ἀλλʼ ἤνπερ ὅ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένειʼ Ἀφροδίτη
ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ,
κᾆτʼ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς,
οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.
Πρόβουλος τί ποιησάσας;
Λυσιστράτη ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν
ἀγοράζοντας καὶ μαινομένους.
Γυνὴ Α νὴ τὴν Παφίαν Ἀφροδίτην.
Λυσιστράτη νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις κἀν τοῖς λαχάνοισιν ὁμοίως
περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες.
Πρόβουλος νὴ Δία· χρὴ γὰρ τοὺς ἀνδρείους.
Λυσιστράτη καὶ μὴν τό γε πρᾶγμα γέλοιον,
ὅταν ἀσπίδʼ ἔχων καὶ Γοργόνα τις κᾆτʼ ὠνῆται κορακίνους.
Γυνὴ Α νὴ Δίʼ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντʼ εἶδον ἐφʼ ἵππου
ἐς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός·
ἕτερος δʼ αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς,
ἐδεδίσκετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν.
Πρόβουλος πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ
ἐν ταῖς χώραις καὶ διαλῦσαι;
Λυσιστράτη φαύλως πάνυ.
Πρόβουλος πῶς; ἀπόδειξον.
Λυσιστράτη ὥσπερ κλωστῆρʼ, ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι,
ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ τὸ δʼ ἐκεῖσε,
οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ,
διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ τὸ δʼ ἐκεῖσε.
Πρόβουλος ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ
παύσειν οἴεσθʼ ὦ ἀνόητοι;
Λυσιστράτη κἂν ὑμῖν γʼ εἴ τις ἐνῆν νοῦς,
ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθʼ ἂν ἅπαντα.
Πρόβουλος πῶς δή; φέρʼ ἴδω.
Λυσιστράτη πρῶτον μὲν ἐχρῆν, ὥσπερ πόκου ἐν βαλανείῳ
ἐκπλύναντας τὴν οἰσπώτην, ἐκ τῆς πόλεως ἐπὶ κλίνης
ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι,
καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς
ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι·
εἶτα ξαίνειν ἐς καλαθίσκον κοινὴν εὔνοιαν, ἅπαντας
καταμιγνύντας τούς τε μετοίκους κεἴ τις ξένος ἢ φίλος ὑμῖν,
κεἴ τις ὀφείλει τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι·
καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδʼ εἰσὶν ἄποικοι,
διαγιγνώσκειν ὅτι ταῦθʼ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται
χωρὶς ἕκαστον· κᾆτʼ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας
δεῦρο ξυνάγειν καὶ συναθροίξειν εἰς ἕν, κἄπειτα ποιῆσαι
τολύπην μεγάλην κᾆτʼ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι.
Πρόβουλος οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίξειν καὶ τολυπεύειν,
αἶς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου;
Λυσιστράτη καὶ μὴν ὦ παγκατάρατε
πλεῖν ἤ γε διπλοῦν αὐτὸν φέρομεν, πρώτιστον μέν γε τεκοῦσαι
κἀκπέμψασαι παῖδας ὁπλίτας.
Πρόβουλος σίγα, μὴ μνησικακήσῃς.
Λυσιστράτη εἶθʼ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι,
μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. καὶ θἠμέτερον μὲν ἐᾶτε,
περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι.
Πρόβουλος οὔκουν χἄνδρες γηράσκουσιν;
Λυσιστράτη μὰ Δίʼ ἀλλʼ οὐκ εἶπας ὅμοιον.
ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν·
τῆς δὲ γυναικὸς σμικρὸς ὁ καιρός, κἂν τούτου μὴ ʼπιλάβηται,
οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.
Πρόβουλος ἀλλʼ ὅστις ἔτι στῦσαι δυνατὸς—
Λυσιστράτη σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις;
†χωρίον ἐστί·† σορὸν ὠνήσει·
μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω.
λαβὲ ταυτὶ καὶ στεφάνωσαι.
Γυνὴ Α καὶ ταυτασὶ δέξαι παρʼ ἐμοῦ.
Γυνὴ Β καὶ τουτονγὶ λαβὲ τὸν στέφανον.
Λυσιστράτη τοῦ δεῖ; τί ποθεῖς; χώρει ʼς τὴν ναῦν·
ὁ Χάρων σε καλεῖ,
σὺ δὲ κωλύεις ἀνάγεσθαι.
Πρόβουλος εἶτʼ οὐχὶ ταῦτα δεινὰ πάσχειν ἔστʼ ἐμέ;
νὴ τὸν Δίʼ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς
ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω.
Λυσιστράτη μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε;
ἀλλʼ ἐς τρίτην γοῦν ἡμέραν σοὶ πρῲ πάνυ
ἥξει παρʼ ἡμῶν τὰ τρίτʼ ἐπεσκευασμένα.
Χορὸς γερόντων οὐκέτʼ ἔργον ἐγκαθεύδειν ὅστις ἔστʼ ἐλεύθερος,
ἀλλʼ ἐπαποδυώμεθʼ ἄνδρες τουτῳὶ τῷ πράγματι.
ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνων
- Χορὸς γερόντων πραγμάτων μοι δοκεῖ,
καὶ μάλιστʼ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος·
καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς
δεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένους
τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳ
καταλαβεῖν τὰ χρήμαθʼ ἡμῶν τόν τε μισθόν,
ἔνθεν ἔζων ἐγώ.
Χορὸς γερόντων δεινὰ γάρ τοι τάσδε γʼ ἤδη τοὺς πολίτας νουθετεῖν,
καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι,
καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς,
οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.
ἀλλὰ ταῦθʼ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι.
ἀλλʼ ἐμοῦ μὲν οὐ τυραννεύσουσʼ, ἐπεὶ φυλάξομαι
καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί,
ἀγοράσω τʼ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι,
ὧδέ θʼ ἑστήξω παρʼ αὐτόν· †αὐτὸσ† γάρ μοι γίγνεται
τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.
- Χορὸς Γυναικῶν οὐκ ἄρʼ εἰσιόντα σʼ οἴκαδʼ ἡ τεκοῦσα γνώσεται.
ἀλλὰ θώμεσθʼ ὦ φίλαι γρᾶες ταδί πρῶτον χαμαί.
ἡμεῖς γὰρ ὦ πάντες ἀστοὶ λόγων κατάρχομεν
τῇ πόλει χρησίμων·
εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με.
ἑπτὰ μὲν ἔτη γεγῶσʼ εὐθὺς ἠρρηφόρουν·
εἶτʼ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι·
κᾆτʼ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις·
κἀκανηφόρουν ποτʼ οὖσα παῖς καλὴ ʼχουσʼ
ἰσχάδων ὁρμαθόν·
Χορὸς Γυναικῶν ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι;
εἰ δʼ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι,
ἢν ἀμείνω γʼ εἰσενέγκω τῶν παρόντων πραγμάτων.
τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας ἐσφέρω,
τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθʼ ὑμῖν, ἐπεὶ
τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν
εἶτʼ ἀναλώσαντες οὐκ ἀντεσφέρετε τὰς ἐσφοράς,
ἀλλʼ ὑφʼ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν.
ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με,
τῷδέ γʼ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.
- Χορὸς γερόντων ταῦτʼ οὖν οὐχ ὕβρις τὰ πράγματʼ ἐστὶ
πολλή; κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον.
ἀλλʼ ἀμυντέον τὸ πρᾶγμʼ ὅστις γʼ ἐνόρχης ἔστʼ ἀνήρ.
ἀλλὰ τὴν ἐξωμίδʼ ἐκδυώμεθʼ, ὡς τὸν ἄνδρα δεῖ
ἀνδρὸς ὄζειν εὐθύς, ἀλλʼ οὐν ἐντεθριῶσθαι πρέπει.
ἀλλʼ ἄγετε λευκόποδες, οἵπερ επὶ Λείψύδριον ἤλθομεν ὅτʼ ἦμεν ἔτι,
νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι
πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.
Χορὸς γερόντων εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,
οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας,
ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσʼ ἔτι
ναυμαχεῖν καὶ πλεῖν ἐφʼ ἡμἁς ὥσπε, Ἀρτεμισία.
ἢν δʼ ἐφʼ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας.
ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή,
κοὐκ ἂν ἀπολίσθοι τρέχοντος· τὰς δʼ Ἀμαζόνας σκόπει,
ἃς Μίκων ἔγραψʼ ἐφʼ ἵππων μαχομένας τοῖς ἀνδράσιν.
ἀλλὰ τούτων χρῆν ἁπασῶν ἐς τετρημένον ξύλον
ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.
- Χορὸς Γυναικῶν εἰ νὴ τὼ θεώ με ζωπυρήσεις,
λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσω
τήμερον τοὺς δημότας βωστρεῖν σʼ ἐγὼ πεκτούμενον.
ἀλλὰ χἠμεῖς ὦ γυναῖκες θᾶττον ἐκδυώμεθα,
ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.
νῦν πρὸς ἔμʼ ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μηδὲ
κυάμους μέλανας.
ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ,
αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.
Χορὸς Γυναικῶν οὐ γὰρ ὑμῶν φροντίσαιμʼ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ
ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία.
οὐ γὰρ ἔσται δύναμις, οὐδʼ ἢν ἑπτάκις σὺ ψηφίσῃ,
ὅστις ὦ δύστηνʼ ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν.
ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ
τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσʼ ἐκ τῶν γειτόνων,
παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν·
οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα.
κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν
τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.
Χορὸς Γυναικῶν ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος,
τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;
Λυσιστράτη κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν
ποιεῖ μʼ ἄθυμον περιπατεῖν τʼ ἄνω κάτω.
Χορὸς Γυναικῶν τί φῄς; τί φῄς;
Λυσιστράτη ἀληθῆ, ἀληθῆ.
Χορὸς Γυναικῶν τί δʼ ἐστὶ δεινόν; φράζε ταῖς σαυτῆς φίλαις.
Λυσιστράτη ἀλλʼ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.
Χορὸς Γυναικῶν μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν.
Λυσιστράτη βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου.
Χορὸς Γυναικῶν ἰὼ Ζεῦ.
Λυσιστράτη τί Ζῆνʼ ἀυτεῖς; ταῦτα δʼ οὖν οὕτως ἔχει.
ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι
οἵα τʼ ἀπὸ τῶν ἀνδρῶν· διαδιδράσκουσι γάρ.
τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴν
κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον,
τὴν δʼ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην,
τὴν δʼ αὐτομολοῦσαν, τὴν δʼ ἐπὶ στρούθου †μίαν†
ἤδη πέτεσθαι διανοουμένην κάτω
ἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα.
πάσας τε προφάσεις ὥστʼ ἀπελθεῖν οἴκαδε
ἕλκουσιν. ἤδη γοῦν τις αὐτῶν ἔρχεται.
αὕτη σὺ ποῖ θεῖς;
Γυνὴ Α οἴκαδʼ ἐλθεῖν βούλομαι.
οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια
ὑπὸ τῶν σέων κατακοπτόμενα.
Λυσιστράτη ποίων σέων;
οὐκ εἶ πάλιν;
Γυνὴ Α ἀλλʼ ἥξω ταχέως νὴ τὼ θεὼ
ὅσον διαπετάσασʼ ἐπὶ τῆς κλίνης μόνον.
Λυσιστράτη μὴ διαπετάννυ, μηδʼ ἀπέλθῃς μηδαμῇ.
Γυνὴ Α ἀλλʼ ἐῶ ʼπολέσθαι τἄριʼ;
Λυσιστράτη ἢν τούτου δέῃ.
Γυνὴ Β τάλαινʼ ἐγώ, τάλαινα τῆς Ἀμοργίδος,
ἣν ἄλοπον οἴκοι καταλέλοιφʼ.
Λυσιστράτη αὕθἠτέρα
ἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται.
χώρει πάλιν δεῦρʼ.
Γυνὴ Β ἀλλὰ νὴ τὴν Φωσφόρον
ἔγωγʼ ἀποδείρασʼ αὐτίκα μάλʼ ἀνέρχομαι.
Λυσιστράτη μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ,
ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται.
Γυνὴ Γ ὦ πότνιʼ Εἰλείθυιʼ ἐπίσχες τοῦ τόκου,
ἕως ἂν εἰς ὅσιον μόλω ʼγὼ χωρίον.
Λυσιστράτη τί ταῦτα ληρεῖς;
Γυνὴ Γ αὐτίκα μάλα τέξομαι.
Λυσιστράτη ἀλλʼ οὐκ ἐκύεις σύ γʼ ἐχθές.
Γυνὴ Γ ἀλλὰ τήμερον.
ἀλλʼ οἴκαδέ μʼ ὡς τὴν μαῖαν ὦ Λυσιστράτη
ἀπόπεμψον ὡς τάχιστα.
Λυσιστράτη τίνα λόγον λέγεις;
τί τοῦτʼ ἔχεις τὸ σκληρόν;
Γυνὴ Γ ἄρρεν παιδίον.
Λυσιστράτη μὰ τὴν Ἀφροδίτην οὐ σύ γʼ, ἀλλʼ ἢ χαλκίον
ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δʼ ἐγώ.
ὦ καταγέλαστʼ ἔχουσα τὴν ἱερὰν κυνῆν
κυεῖν ἔφασκες;
Γυνὴ Γ καὶ κυῶ γε νὴ Δία.
Λυσιστράτη τί δῆτα ταύτην εἶχες;
Γυνὴ Γ ἵνα μʼ εἰ καταλάβοι
ὁ τόκος ἔτʼ ἐν πόλει, τέκοιμʼ ἐς τὴν κυνῆν
ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.
Λυσιστράτη τί λέγεις; προφασίζει· περιφανῆ τὰ πράγματα.
οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;
Γυνὴ Γ ἀλλʼ οὐ δύναμαι ʼγωγʼ οὐδὲ κοιμᾶσθʼ ἐν πόλει,
ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.
Γυνὴ Α ἐγὼ δʼ ὑπὸ τῶν γλαυκῶν γε τάλαινʼ ἀπόλλυμαι
ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί.
Λυσιστράτη ὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων.
ποθεῖτʼ ἴσως τοὺς ἄνδρας· ἡμᾶς δʼ οὐκ οἴει
ποθεῖν ἐκείνους; ἀργαλέας γʼ εὖ οἶδʼ ὅτι
ἄγουσι νύκτας. ἀλλʼ ἀνάσχεσθʼ ὦγαθαί,
καὶ προσταλαιπωρήσατʼ ἔτʼ ὀλίγον χρόνον,
ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν
μὴ στασιάσωμεν· ἔστι δʼ ὁ χρησμὸς οὑτοσί.
Γυνὴ Α λέγʼ αὐτὸν ἡμῖν ὅ τι λέγει.
Λυσιστράτη σιγᾶτε δή.
ἀλλʼ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον,
τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων,
παῦλα κακῶν ἔσται, τὰ δʼ ὑπέρτερα νέρτερα θήσει
Ζεὺς ὑψιβρεμέτης—
Γυνὴ Α ἐπάνω κατακεισόμεθʼ ἡμεῖς;
Λυσιστράτη ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν
ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει
ὄρνεον οὐδʼ ὁτιοῦν καταπυγωνέστερον εἶναι.
Γυνὴ Α σαφής γʼ ὁ χρησμὸς νὴ Δίʼ.
Λυσιστράτη ὦ πάντες θεοί,
μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι,
ἀλλʼ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ
ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.
- Χορὸς γερόντων μῦθον βούλομαι λέξαι τινʼ ὑμῖν, ὅν ποτʼ ἤκουσʼ
αὐτὸς ἔτι παῖς ὤν.
οὕτως ἦν νεανίσκος Μελανίων τις,
ὃς φεύγων γάμον ἀφίκετʼ ἐς ἐρημίαν,
κἀν τοῖς ὄρεσιν ᾤκει·
κᾆτʼ ἐλαγοθήρει
πλεξάμενος ἄρκυς,
καὶ κύνα τινʼ εἶχεν,
κοὐκέτι κατῆλθε πάλιν οἴκαδʼ ὑπὸ μίσους.
οὕτω τὰς γυναῖκας ἐβδελύχθη
ʼκʼεῖνος, ἡμεῖς τʼ οὐδὲν ἧττον
τοῦ Μελανίωνος οἱ σώφρονες.
γέρων βούλομαί σε γραῦ κύσαι—
Γυνή κρόμμυόν τἄρʼ οὐκ ἔδει.
γέρων κἀνατείνας λακτίσαι.
Γυνή τὴν λόχμην πολλὴν φορεῖς.
Χορὸς γερόντων καὶ Μυρωνίδης γὰρ ἦν
τραχὺς ἐντεῦθεν μελάμπυγός
τε τοῖς ἐχθροῖς ἅπασιν,
ὥς δὲ καὶ Φορμίων.
- Χορὸς Γυναικῶν κἀγὼ βούλομαι μῦθόν τινʼ ὑμῖν ἀντιλέξαι
τῷ Μελανίωνι.
Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισιν
ἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος,
Ἐρινύων ἀπορρώξ.
οὗτος οὖν ὁ Τίμων
. . .
ᾤχεθʼ ὑπὸ μίσους
πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς.
οὕτω ʼκεῖνος ὑμῶν ἀντεμίσει
τοὺς πονηροὺς ἄνδρας ἀεί,
ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος.
Γυνή τὴν γνάθον βούλει θένω;
γέρων μηδαμῶς· †ἔδεισά γε.†
Γυνή ἀλλὰ κρούσω τῷ σκέλει;
γέρων τὸν σάκανδρον ἐκφανεῖς.
Χορὸς Γυναικῶν ἀλλʼ ὅμως ἂν οὐκ ἴδοις
καίπερ οὔσης γραὸς ὄντʼ αὐτὸν
κομήτην, ἀλλʼ ἀπεψιλωμένον
τῷ λύχνῳ.
Κινησίας οἴμοι τί πάθω; τίνα βινήσω
τῆς καλλίστης πασῶν ψευσθείς;
πῶς ταυτηνὶ παιδοτροφήσω;
ποῦ Κυναλώπηξ;
μίσθωσόν μοι τὴν τίτθην.
Χορὸς γερόντων ἐν δεινῷ γʼ ὦ δύστηνε κακῷ
τείρει ψυχὴν ἐξαπατηθείς.
κἄγωγʼ οἰκτίρω σʼ αἰαῖ.
ποῖος γὰρ ἂν ἢ νέφρος ἀντίσχοι,
ποία ψυχή, ποῖοι δʼ ὄρχεις,
ποία δʼ ὀσφῦς, ποῖος δʼ ὄρρος
κατατεινόμενος
καὶ μὴ βινῶν τοὺς ὄρθρους;
Κινησίας ὦ Ζεῦ δεινῶν ἀντισπασμῶν.
Χορὸς γερόντων ταυτὶ μέντοι νυνί σʼ ἐποίησʼ
ἡ παμβδελυρὰ καὶ παμμυσαρά.
Κινησίας μὰ Δίʼ ἀλλὰ φίλη καὶ παγγλυκερά.
Χορὸς γερόντων ποία γλυκερά; μιαρὰ μιαρά.
Κινησίας μιαρὰ δῆτʼ ὦ Ζεῦ ὦ Ζεῦ·
εἴθʼ αὐτὴν ὥσπερ τοὺς θωμοὺς
μεγάλῳ τυφῷ καὶ πρηστῆρι
ξυστρέψας καὶ ξυγγογγύλας
οἴχοιο φέρων, εἶτα μεθείης,
ἡ δὲ φέροιτʼ αὖ πάλιν ἐς τὴν γῆν,
κᾆτʼ ἐξαίφνης
περὶ τὴν ψωλὴν περιβαίη.
Κῆρυξ Λακεδαιμονίων πᾷ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία
ἢ τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον.
Κινησίας σὺ δʼ εἶ πότερον ἄνθρωπος ἢ κονίσαλος;
Κῆρυξ Λακεδαιμονίων κᾶρυξ ἐγὼν ὦ κυρσάνιε ναὶ τὼ σιὼ
ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν.
Κινησίας κἄπειτα δόρυ δῆθʼ ὑπὸ μάλης ἥκεις ἔχων;
Κῆρυξ Λακεδαιμονίων οὐ τὸν Δίʼ οὐκ ἐγών γα.
Κινησίας ποῖ μεταστρέφει;
τί δὴ προβάλλει τὴν χλαμύδʼ; ἢ βουβωνιᾷς
ὑπὸ τῆς ὁδοῦ;
Κῆρυξ Λακεδαιμονίων παλαιόρ γα ναὶ τὸν Κάστορα
ὥνθρωπος.
Κινησίας ἀλλʼ ἔστυκας ὦ μιαρώτατε.
Κῆρυξ Λακεδαιμονίων οὐ τὸν Δίʼ οὐκ ἐγών γα· μηδʼ αὖ πλαδδίη.
Κινησίας τί δʼ ἐστί σοι τοδί;
Κῆρυξ Λακεδαιμονίων σκυτάλα Λακωνικά.
Κινησίας εἴπερ γε χαὔτη ʼστὶ σκυτάλη Λακωνική.
ἀλλʼ ὡς πρὸς εἰδότʼ ἐμὲ σὺ τἀληθῆ λέγε.
τί τὰ πράγμαθʼ ὑμῖν ἐστι τἀν Λακεδαίμονι;
Κῆρυξ Λακεδαιμονίων ὀρσὰ Λακεδαίμων πᾶα καὶ τοὶ σύμμαχοι
ἅπαντες ἐστύκαντι· Πελλάνας δὲ δεῖ.
Κινησίας ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν;
ἀπὸ Πανός;
Κῆρυξ Λακεδαιμονίων οὔκ, ἀλλʼ ἆρχεν οἰῶ Λαμπιτώ,
ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἅμα
γυναῖκες ᾇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος
ἀπήλααν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων.
Κινησίας πῶς οὖν ἔχετε;
Κῆρυξ Λακεδαιμονίων μογίομες. ἂν γὰρ τὰν πόλιν
ᾇπερ λυχνοφορίοντες ἐπικεκύφαμες.
ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγεῖν
ἐῶντι, πρίν γʼ ἅπαντες ἐξ ἑνὸς λόγω
σπονδὰς ποιησώμεσθα ποττὰν Ἑλλάδα.
Κινησίας τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται
ὑπὸ τῶν γυναικῶν· ἄρτι νυνὶ μανθάνω.
ἀλλʼ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν
αὐτοκράτορας πρέσβεις ἀποπέμπειν ἐνθαδί.
ἐγὼ δʼ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω
πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί.
Κῆρυξ Λακεδαιμονίων ποτάομαι· κράτιστα γὰρ παντᾷ λέγεις.
Χορὸς γερόντων οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,
οὐδὲ πῦρ, οὐδʼ ὧδʼ ἀναιδὴς οὐδεμία πόρδαλις.
Χορὸς Γυναικῶν ταῦτα μέντοι σὺ ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί,
ἐξὸν ὦ πόνηρε σοὶ βέβαιον ἔμʼ ἔχειν φίλην;
Χορὸς γερόντων ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.
Χορὸς Γυναικῶν ἀλλʼ ὅταν βούλῃ σύ· νῦν δʼ οὖν οὔ σε περιόψομαι
γυμνὸν ὄνθʼ οὕτως. ὁρῶ γὰρ ὡς καταγέλαστος εἶ.
ἀλλὰ τὴν ἐξωμίδʼ ἐνδύσω σε προσιοῦσʼ ἐγώ.
Χορὸς γερόντων τοῦτο μὲν μὰ τὸν Δίʼ οὐ πονηρὸν ἐποιήσατε·
ἀλλʼ ὑπʼ ὀργῆς γὰρ πονηρᾶς καὶ τότʼ ἀπέδυν ἐγώ.
Χορὸς Γυναικῶν πρῶτα μὲν φαίνει γʼ ἀνήρ, εἶτʼ οὐ καταγέλαστος εἶ.
κεἴ με μὴ ʼλύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον
τοὐπὶ τὠφθαλμῷ λαβοῦσʼ ἐξεῖλον ἂν ὃ νῦν ἔνι.
Χορὸς γερόντων τοῦτʼ ἄρʼ ἦν με τοὐπιτρῖβον, δακτύλιος οὑτοσί·
ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι·
ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει.
Χορὸς Γυναικῶν ἀλλὰ δράσω ταῦτα· καίτοι δύσκολος ἔφυς ἀνήρ.
ἦ μέγʼ ὦ Ζεῦ χρῆμʼ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι.
οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;
Χορὸς γερόντων νὴ Δίʼ ὤνησάς γέ μʼ, ὡς πάλαι γέ μʼ ἐφρεωρύχει,
ὥστʼ ἐπειδὴ ʼξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ.
Χορὸς Γυναικῶν ἀλλʼ ἀποψήσω σʼ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ,
καὶ φιλήσω.
Χορὸς γερόντων μὴ φιλήσῃς.
Χορὸς Γυναικῶν ἤν τε βούλῃ γʼ ἤν τε μή.
Χορὸς γερόντων ἀλλὰ μὴ ὥρασʼ ἵκοισθʼ· ὡς ἐστὲ θωπικαὶ φύσει,
κἄστʼ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον,
οὔτε σὺν πανωλέθροισιν οὔτʼ ἄνευ πανωλέθρων.
ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι
οὔτε δράσω φλαῦρον οὐδὲν οὔθʼ ὑφʼ ὑμῶν πείσομαι.
ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.
- Χορός οὐ παρασκευαζόμεσθα
τῶν πολιτῶν οὐδένʼ ὦνδρες
φλαῦρον εἰπεῖν οὐδὲ ἕν.
ἀλλὰ πολὺ τοὔμπαλιν πάντʼ ἀγαθὰ καὶ λέγειν
καὶ δρᾶν· ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα.
ἀλλʼ ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή,
εἴ τις ἀργυρίδιον δεῖται
λαβεῖν μνᾶς ἢ δύʼ ἢ τρεῖς,
ὡς † πόλλʼ ἔσω ʼστὶν†
κἄχομεν βαλλάντια.
κἄν ποτʼ εἰρήνη φανῇ,
ὅστις ἂν νυνὶ δανείσηται
παρʼ ἡμῶν,
ἃν λάβῃ μηκέτʼ ἀποδῷ.
- Χορός ἑστιᾶν δὲ μέλλομεν ξένους
τινὰς Καρυστίους, ἄν-
δρας καλούς τε κἀγαθούς.
κἄστιν ἔτʼ ἔτνος τι· καὶ δελφάκιον ἦν τί μοι,
καὶ τοῦτο τέθυχʼ, ὡς τὰ κρέʼ ἔδεσθʼ ἁπαλὰ καὶ καλά.
ἥκετʼ οὖν εἰς ἐμοῦ τήμερον· πρῲ δὲ χρὴ
τοῦτο δρᾶν λελουμένους αὔ-
τούς τε καὶ τὰ παιδίʼ, εἶτʼ εἴσω βαδίζειν,
μηδʼ ἐρέσθαι μηδένα,
ἀλλὰ χωρεῖν ἄντικρυς
ὥσπερ οἴκαδʼ εἰς ἑαυτῶν
γεννικῶς, ὡς
ἡ θύρα κεκλῄσεται.
Χορός καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας
χωροῦσʼ, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.
Χορός ἄνδρες Λάκωνες πρῶτα μέν μοι χαίρετε,
εἶτʼ εἴπαθʼ ἡμῖν πῶς ἔχοντες ἥκετε.
Λάκων τί δεῖ ποθʼ ὑμὲ πολλὰ μυσίδδειν ἔπη;
ὁρῆν γὰρ ἔξεσθʼ ὡς ἔχοντες ἵκομες.
Χορός βαβαί· νενεύρωται μὲν ἥδε συμφορὰ
δεινῶς, †τεθερμῶσθαί γε† χεῖρον φαίνεται.
Λάκων ἄφατα. τί κα λέγοι τις; ἀλλʼ ὅπᾳ σέλει
παντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.
Χορός καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας
ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων
θαἰμάτιʼ ἀποστέλλοντας· ὥστε φαίνεται
ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.
Ἀθηναῖος τίς ἂν φράσεις ποῦʼ στιν ἡ Λυσιστράτη;
ὡς ἄνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.
Χορός χαὔτη ξυνᾴδει χἠτέρα ταύτῃ νόσῳ.
ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;
Ἀθηναῖος μὰ Δίʼ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα.
ὥστʼ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ,
οὐκ ἔσθʼ ὅπως οὐ Κλεισθένη βινήσομεν.
Χορός εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθʼ, ὅπως
τῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.
Ἀθηναῖος νὴ τὸν Δίʼ εὖ μέντοι λέγεις.
Λάκων ναὶ τὼ σιὼ
παντᾷ γα. φέρε τὸ ἔσθος ἀμβαλώμεθα.
Ἀθηναῖος ὢ χαίρετʼ ὦ Λάκωνες· αἰσχρά γʼ ἐπάθομεν.
Λάκων ὦ Πολυχαρείδα δεινά κʼ αὖ ʼπεπόνθεμες,
αἰ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.
Ἀθηναῖος ἄγε δὴ Λάκωνες αὔθʼ ἕκαστα χρὴ λέγειν.
ἐπὶ τί πάρεστε δεῦρο;
Λάκων περὶ διαλλαγᾶν
πρέσβεις.
Ἀθηναῖος καλῶς δὴ λέγετε· χἠμεῖς τουτογί.
τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράην,
ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;
Λάκων ναὶ τὼ σιὼ κἂν λῆτε τὸν Λυσίστρατον.
Ἀθηναῖος ἀλλʼ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν·
αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδʼ ἐξέρχεται.
Χορός χαῖρʼ ὦ πασῶν ἀνδρειοτάτη· δεῖ δὴ νυνί σε γενέσθαι
δεινὴν δειλὴν ἀγαθὴν φαύλην σεμνὴν ἀγανὴν πολύπειρον·
ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι
συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντʼ ἐπέτρεψαν.
Λυσιστράτη ἀλλʼ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις
ὀργῶντας ἀλλήλων τε μὴ ʼκπειρωμένους.
τάχα δʼ εἴσομαι ʼγώ. ποῦ ʼστιν ἡ Διαλλαγή;
πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς,
καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδʼ αὐθαδικῇ,
μηδʼ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτʼ ἔδρων,
ἀλλʼ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ,
ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.
ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε,
οὗ δʼ ἂν διδῶσι πρόσαγε τούτους λαβομένη.
ἄνδρες Λάκωνες στῆτε παρʼ ἐμὲ πλησίον,
ἐνθένδε δʼ ὑμεῖς, καὶ λόγων ἀκούσατε.
ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δʼ ἔνεστί μοι,
αὐτὴ δʼ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω,
τοὺς δʼ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους
πολλοὺς ἀκούσασʼ οὐ μεμούσωμαι κακῶς.
λαβοῦσα δʼ ὑμᾶς λοιδορῆσαι βούλομαι
κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος
βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς
Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ πόσους
εἴποιμʼ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι;
ἐχθρῶν παρόντων βαρβάρων στρατεύματι
Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.
εἷς μὲν λόγος μοι δεῦρʼ ἀεὶ περαίνεται.
Ἀθηναῖος ἐγὼ δʼ ἀπόλλυμαί γʼ ἀπεψωλημένος.
Λυσιστράτη εἶτʼ ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι,
οὐκ ἴσθʼ ὅτʼ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ
ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο
ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι
στρατιὰν προσαιτῶν; ἡ δὲ Μεσσήνη τότε
ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα.
ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις
Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα.
ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο
δῃοῦτε χώραν, ἧς ὑπʼ εὖ πεπόνθατε;
Ἀθηναῖος ἀδικοῦσιν οὗτοι νὴ Δίʼ ὦ Λυσιστράτη.
Λάκων ἀδικίομες· ἀλλʼ ὁ πρωκτὸς ἄφατον ὡς καλός.
Λυσιστράτη ὑμᾶς δʼ ἀφήσειν τοὺς Ἀθηναίους μʼ οἴει;
οὐκ ἴσθʼ ὅθʼ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ
κατωνάκας φοροῦντας ἐλθόντες δορὶ
πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν,
πολλοὺς δʼ ἑταίρους Ἱππίου καὶ ξυμμάχους,
ξυνεκμαχοῦντες τῇ τόθʼ ἡμέρᾳ μόνοι,
κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης
τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;
Λάκων οὔπα γυναῖκʼ ὄπωπα χαϊωτεραν.
Ἀθηναῖος ἐγὼ δὲ κύσθον γʼ οὐδέπω καλλίονα.
Λυσιστράτη τί δῆθʼ υπηργμένων γε πολλῶν κἀγαθῶν
μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας;
τί δʼ οὐ διηλλάγητε; φέρε τί τοὐμποδών;
Λάκων ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον
λῇ τοῦτʼ ἀποδόμεν.
Λυσιστράτη ποῖον ὦ τᾶν;
Λάκων τὰν Πύλον,
ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες.
Ἀθηναῖος μὰ τὸν Ποσειδῶ τοῦτο μέν γʼ οὐ δράσετε.
Λυσιστράτη ἄφετʼ ὦγάθʼ αὐτοῖς.
Ἀθηναῖος κᾆτα τίνα κινήσομεν;
Λυσιστράτη ἕτερόν γʼ ἀπαιτεῖτʼ ἀντὶ τούτου χωρίον.
Ἀθηναῖος τὸ δεῖνα τοίνυν παράδοθʼ ἡμῖν τουτονὶ
πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ
κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.
Λάκων οὐ τὼ σιὼ οὐχὶ πάντα γʼ ὦ λισσάνιε.
Λυσιστράτη ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.
Ἀθηναῖος ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.
Λάκων ἐγὼ δὲ κοπραγωγεῖν γα †πρῶτα† ναὶ τὼ σιώ.
Λυσιστράτη ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε.
ἀλλʼ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ
τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.
Ἀθηναῖος ποίοισιν ὦ τᾶν ξυμμάχοις; ἐστύκαμεν.
οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν
βινεῖν ἅπασιν;
Λάκων τοῖσι γῶν ναὶ τὼ σιὼ
ἁμοῖσι.
Ἀθηναῖος καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.
Λυσιστράτη καλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε,
ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει
ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.
ὅρκους δʼ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε.
κἄπειτα τὴν αὑτοῦ γυναῖχʼ ὑμῶν λαβὼν
ἄπεισʼ ἕκαστος.
Ἀθηναῖος ἀλλʼ ἴωμεν ὡς τάχος.
Λάκων ἄγʼ ὅπᾳ τυ λῇς.
Ἀθηναῖος νὴ τὸν Δίʼ ὡς τάχιστʼ ἄγε.
- Χορός στρωμάτων δὲ ποικίλων καὶ
χλανιδίων καὶ ξυστίδων καὶ
χρυσίων, ὅσʼ ἐστί μοι,
οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν
τοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ.
πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν
χρημάτων νῦν ἔνδοθεν, καὶ
μηδὲν οὕτως εὖ σεσημάν-
θαι τὸ μὴ οὐχὶ
τοὺς ῥύπους ἀνασπάσαι,
χἄττʼ ἂν ἔνδον ᾖ φορεῖν.
ὄψεται δʼ οὐδὲν σκοπῶν, εἰ
μή τις ὑμῶν
ὀξύτερον ἐμοῦ βλέπει.
- Χορός εἰ δέ τῳ μὴ σῖτος ὑμῶν
ἔστι, βόσκει δʼ οἰκέτας καὶ
σμικρὰ πολλὰ παιδία,
ἔστι παρʼ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν,
ὁ δʼ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας.
ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω
εἰς ἐμοῦ σάκκους ἔχων καὶ
κωρύκους, ὡς λήψεται πυ-
ρούς· ὁ Μανῆς δʼ
οὑμὸς αὐτοῖς ἐμβαλεῖ.
πρός γε μέντοι τὴν θύραν
προαγορεύω μὴ βαδίζειν
τὴν ἐμήν, ἀλλʼ
εὐλαβεῖσθαι τὴν κύνα.
Χορὸς Λακεδαιμονίων ὅρμαον
τὼς κυρσανίως ὦ Μναμοΰνα
τάν τʼ ἐμὰν Μῶαν, ἅτις
οἶδεν ἁμὲ τώς τʼ Ἀσαναίως,
ὅκα τοὶ μὲν ἐπʼ Ἀρταμιτίῳ
πρὤκροον σιοείκελοι
ποττὰ κᾶλα τὼς Μήδως τʼ ἐνίκων,
ἁμὲ δʼ αὖ Λεωνίδας
ἆγεν ᾇπερ τὼς κάπρως
θάγοντας οἰῶ τὸν ὀδόντα·
πολὺς δʼ ἀμφὶ τὰς γένυας ἀφρὸς † ἤνσει †,
πολὺς δʼ ἁμᾷ καττῶν σκελῶν ἀφρὸς ἵετο.
ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως
τᾶς ψάμμας τοὶ Πέρσαι.
ἀγροτέρα σηροκτόνε
μόλε δεῦρο παρσένε σιὰ
ποττὰς σπονδάς,
ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον.
νῦν δʼ αὖ φιλία τʼ αἰὲς εὔπορος εἴη
ταῖς συνθήκαις,
καὶ τᾶν αἱμυλᾶν ἀλωπέκων παυσαίμεθα.
ὢ δεῦρʼ ἴθι δεῦρʼ ὦ
κυναγὲ παρσένε.
Ἀθηναῖος ἄγε νυν ἐπειδὴ τἄλλα πεποίηται καλῶς,
ἀπάγεσθε ταύτας ὦ Λάκωνες, τάσδε τε
ὑμεῖς· ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ
στήτω παρʼ ἄνδρα, κᾆτʼ ἐπʼ ἀγαθαῖς συμφοραῖς
ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα
τὸ λοιπὸν αὖθις μὴ ʼξαμαρτάνειν ἔτι.
Χορὸς Ἀθηναίων πρόσαγε χορόν, ἔπαγε δὲ Χάριτας,
ἐπὶ δὲ κάλεσον Ἄρτεμιν,
ἐπὶ δὲ δίδυμον ἀγέχορον
Ἰήιον
εὔφρονʼ, ἐπὶ δὲ Νύσιον,
ὃς μετὰ μαινάσι Βάκχιος ὄμμασι δαίεται,
Δία τε πυρὶ φλεγόμενον, ἐπί τε
πότνιαν ἄλοχον ὀλβίαν·
εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι
χρησόμεθʼ οὐκ ἐπιλήσμοσιν
Ἡσυχίας πέρι τῆς ἀγανόφρονος,
ἣν ἐποίησε θεὰ Κύπρις.
ἀλαλαὶ ἰὴ παιήων·
αἴρεσθʼ ἄνω ἰαί,
ὡς ἐπὶ νίκῃ ἰαί.
εὐοῖ εὐοῖ, εὐαί εὐαί.
Ἀθηναῖος πρόφαινε δὴ σὺ Μοῦσαν ἐπὶ νέᾳ νέαν.
Χορὸς Λακεδαιμονίων Ταΰγετον αὖτʼ ἐραννὸν ἐκλιπῶα
Μῶα μόλε Λάκαινα πρεπτὸν ἁμὶν
κλέωα τὸν Ἀμύκλαις σιὸν
καὶ χαλκίοικον Ἀσάναν,
Τυνδαρίδας τʼ ἀγασώς,
τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι.
εἶα μάλʼ ἔμβη
ὢ εἶα κοῦφα πάλλων,
ὡς Σπάρταν ὑμνίωμες,
τᾷ σιῶν χοροὶ μέλοντι
καὶ ποδῶν κτύπος,
ᾇ τε πῶλοι ταὶ κόραι
πὰρ τὸν Εὐρωταν
ἀμπάλλοντι πυκνὰ ποδοῖν
ἀγκονίωαι,
ταὶ δὲ κόμαι σείονθʼ ᾇπερ Βακχᾶν
θυρσαδδωᾶν καὶ παιδδωᾶν.
ἁγεῖται δʼ ἁ Λήδας παῖς
ἁγνὰ χοραγὸς εὐπρεπής.
ἀλλʼ ἄγε κόμαν παραμπύκιδδε χερί, ποδοῖν τε πάδη
ᾇ τις ἔλαφος· κρότον δʼ ἁμᾷ ποίει χορωφελήταν.
καὶ τὰν σιὰν δʼ αὖ τὰν κρατίσταν Χαλκίοικον ὕμνει τὰν πάμμαχον.