Thesmophoriazusae
Thesmophoriazusae Classical Aristophanes GreekΘεράπων εὔφημος πᾶς ἔστω λαός,
στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ
θίασος Μουσῶν ἔνδον μελάθρων
τῶν δεσποσύνων μελοποιῶν.
ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,
κῦμα δὲ πόντου μὴ κελαδείτω
γλαυκόν·
Μνησίλοχος βομβάξ.
Εὐριπίδης σίγα.
Μνησίλοχος τι λέγει;
Θεράπων πτηνῶν τε γένη κατακοιμάσθω,
θηρῶν τʼ ἀγρίων πόδες ὑλοδρόμων
μὴ λυέσθων.
Μνησίλοχος βομβαλοβομβάξ.
Θεράπων μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων
πρόμος ἡμέτερος—
Μνησίλοχος μῶν βινεῖσθαι;
Θεράπων τίς ὁ φωνήσας;
Μνησίλοχος νήνεμος αἰθήρ.
Θεράπων δρυόχους τιθέναι δράματος ἀρχάς.
κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν,
τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ,
καὶ γνωμοτυπεῖ κἀντονομάζει
καὶ κηροχυτεῖ καὶ γογγύλλει
καὶ χοανεύει.
Μνησίλοχος καὶ λαικάζει.
Θεράπων τίς ἀγροιώτας πελάθει θριγκοῖς;
Μνησίλοχος ὃς ἕτοιμος σοῦ τοῦ τε ποιητοῦ
τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ
συγγογγύλας καὶ συστρέψας
τουτὶ τὸ πέος χοανεῦσαι.
Θεράπων ἦ που νέος γʼ ὢν ἦσθʼ ὑβριστὴς ὦ γέρον.
Εὐριπίδης ὦ δαιμόνιε τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ
Ἀγάθωνά μοι δεῦρʼ ἐκκάλεσον πάσῃ τέχνῃ.
Θεράπων μηδὲν ἱκέτευʼ· αὐτὸς γὰρ ἔξεισιν τάχα.
καὶ γὰρ μελοποιεῖν ἄρχεται· χειμῶνος οὖν
ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,
ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον.
Εὐριπίδης τί οὖν ἐγὼ δρῶ;
Θεράπων περίμενʼ, ὡς ἐξερχεται.
Εὐριπίδης ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον;
Μνησίλοχος νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι
τί τὸ πρᾶγμα τουτί. τί στένεις; τί δυσφορεῖς;
οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.
Εὐριπίδης ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.
Μνησίλοχος ποῖόν τι;
Εὐριπίδης τῇδε θἠμέρᾳ κριθήσεται
εἴτʼ ἔστʼ ἔτι ζῶν εἴτʼ ἀπόλωλʼ Εὐριπίδης.
Μνησίλοχος καὶ πῶς; ἐπεὶ νῦν γʼ οὔτε τὰ δικαστήρια
μέλλει δικάζειν οὔτε βουλῆς ἐσθʼ ἕδρα,
ἐπεὶ τρίτη ʼστὶ Θεσμοφορίων ἡ μέση.
Εὐριπίδης τοῦτʼ αὐτὸ γὰρ τοι κἀπολεῖν με προσδοκῶ.
αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι
κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον
ἐκκλησιάζειν ἐπʼ ὀλέθρῳ.
Μνησίλοχος τιὴ τί δή;
Εὐριπίδης ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω.
Μνησίλοχος νὴ τὸν Ποσειδῶ καὶ δίκαιά γʼ ἂν πάθοις.
ἀτὰρ τίνʼ ἐκ τούτων σὺ μηχανὴν ἔχεις;
Εὐριπίδης Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον
ἐς Θεσμοφόροιν ἐλθεῖν.
Μνησίλοχος τί δράσοντʼ; εἰπέ μοι.
Εὐριπίδης ἐκκλησιάσοντʼ ἐν ταῖς γυναιξὶ κἂν δέῃ
λέξονθʼ ὑπὲρ ἐμοῦ.
Μνησίλοχος πότερα φανερῶς ἢ λάθρᾳ;
Εὐριπίδης λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.
Μνησίλοχος τὸ πρᾶγμα κομψὸν καὶ σφόδρʼ ἐκ τοῦ σοῦ τρόπου·
τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.
Εὐριπίδης σίγα.
Μνησίλοχος τί δʼ ἔστιν;
Εὐριπίδης Ἁγάθων ἐξέρχεται.
Μνησίλοχος καὶ ποῖός ἐστιν;
Εὐριπίδης οὗτος οὑκκυκλούμενος.
Μνησίλοχος ἀλλʼ ἢ τυφλὸς μέν εἰμʼ· ἐγὼ γὰρ οὐχ ὁρῶ
ἄνδρʼ οὐδένʼ ἐνθάδʼ ὄντα, Κυρήνην δʼ ὁρῶ.
Εὐριπίδης σίγα· μελῳδεῖν γὰρ παρασκευάζεται.
Μνησίλοχος μύρμηκος ἀτραπούς, ἢ τί διαμινύρεται;
Ἀγάθων ἱερὰν χθονίαις δεξάμεναι
λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ
πατρίδι χορεύσασθε βοάν.
Χορὸς Ἀγάθωνος τίνι δαιμόνων ὁ κῶμος;
λέγε νυν. εὐπίστως δὲ τοὐμὸν
δαίμονας ἔχει σεβίσαι.
Ἀγάθων ἄγε νυν ὄλβιζε Μοῦσα
χρυσέων ῥύτορα τόξων
Φοῖβον, ὃς ἱδρύσατο χώρας
γύαλα Σιμουντίδι γᾷ.
Χορὸς Ἀγάθωνος χαῖρε καλλίστας ἀοιδᾶς
Φοῖβʼ ἐν εὐμούσοισι τιμαῖς
γέρας ἱερὸν προφέρων.
Ἀγάθων τάν τʼ ἐν ὄρεσι δρυογόνοισι
κόραν ἀείσατʼ
Ἄρτεμιν ἀγροτέραν.
Χορὸς Ἀγάθωνος ἕπομαι κλῄζουσα σεμνὸν
γόνον ὀλβίζουσα Λατοῦς
Ἄρτεμιν ἀπειρολεχῆ.
Ἀγάθων Λατώ τε κρούματά τʼ Ἀσιάδος
ποδὶ †παράρυθμʼ εὔρυθμα Φρυγίων
διανεύματα Χαρίτων†.
Χορὸς Ἀγάθωνος σέβομαι Λατώ τʼ ἄνασσαν
κίθαρίν τε ματέρʼ ὕμνων
ἄρσενι βοᾷ δόκιμον,
τᾷ φάος ἔσσυτο δαιμονίοις θεοῦ ὄμμασιν
ἁμετέρας τε διʼ αἰφνιδίου ὀπός. ὧν χάριν
ἄνακτʼ ἄγαλλε Φοῖβον τιμᾷ.
χαῖρʼ ὄλβιε παῖ Λατοῦς.
Μνησίλοχος ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες
καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον
καὶ μανδαλωτόν, ὥστʼ ἐμοῦ γʼ ἀκροωμένου
ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.
καί σʼ ὦ νεανίσχʼ ὅστις εἶ, κατʼ Αἰσχύλον
ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι.
ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή;
τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτος
λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ;
τί λήκυθος καὶ στρόφιον; ὡς οὐ ξύμφορον.
τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία;
τίς δʼ αὐτὸς ὦ παῖ; πότερον ὡς ἀνὴρ τρέφει;
καὶ ποῦ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί;
ἀλλʼ ὡς γυνὴ δῆτʼ· εἶτα ποῦ τὰ τιτθία;
τί φῄς; τί σιγᾷς; ἀλλὰ δῆτʼ ἐκ τοῦ μέλους
ζητῶ σʼ, ἐπειδή γʼ αὐτὸς οὐ βούλει φράσαι;
Ἀγάθων ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον
ἤκουσα, τὴν δʼ ἄλγησιν οὐ παρεσχόμην·
ἐγὼ δὲ τὴν ἐσθῆθʼ ἅμα γνώμῃ φορῶ.
χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματα
ἃ δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.
αὐτίκα γυναικεῖʼ ἢν ποιῇ τις δράματα,
μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμʼ ἔχειν.
Μνησίλοχος οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς;
Ἀγάθων ἀνδρεῖα δʼ ἢν ποιῇ τις, ἐν τῷ σώματι
ἔνεσθʼ ὑπάρχον τοῦθʼ. ἃ δʼ οὐ κεκτήμεθα,
μίμησις ἤδη ταῦτα συνθηρεύεται.
Μνησίλοχος ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ,
ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.
Ἀγάθων ἄλλως τʼ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν
ἀγρεῖον ὄντα καὶ δασύν· σκέψαι δʼ ὅτι
Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος
κἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν,
ἐμιτροφόρουν τε καὶ διεκλῶντʼ Ἰωνικῶς,
καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας,
αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο·
διὰ τοῦτʼ ἄρʼ αὐτοῦ καὶ κάλʼ ἦν τὰ δράματα.
ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει.
Μνησίλοχος ταῦτʼ ἄρʼ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ,
ὁ δʼ αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ,
ὁ δʼ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ.
Ἀγάθων ἅπασʼ ἀνάγκη· ταῦτα γάρ τοι γνοὺς ἐγὼ
ἐμαυτὸν ἐθεράπευσα.
Μνησίλοχος πῶς πρὸς τῶν θεῶν;
Εὐριπίδης παῦσαι βαΰζων· καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν
ὢν τηλικοῦτος, ἡνίκʼ ἠρχόμην ποιεῖν.
Μνησίλοχος μὰ τὸν Δίʼ οὐ ζηλῶ σε τῆς παιδεύσεως.
Εὐριπίδης ἀλλʼ ὧνπερ οὕνεκʼ ἦλθον, ἔα μʼ εἰπεῖν.
Ἀγάθων λέγε.
Εὐριπίδης Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ
πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.
ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος
ἱκέτης ἀφῖγμαι πρὸς σέ.
Ἀγάθων τοῦ χρείαν ἔχων;
Εὐριπίδης μέλλουσί μʼ αἱ γυναῖκες ἀπολεῖν τήμερον
τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.
Ἀγάθων τίς οὖν παρʼ ἡμῶν ἐστιν ὠφέλειά σοι;
Εὐριπίδης ἡ πᾶσʼ· ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ
ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,
ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.
μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.
Ἀγάθων ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;
Εὐριπίδης ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι·
ἔπειτα πολιός εἰμι καὶ πώγωνʼ ἔχω,
σὺ δʼ εὐπρόσωπος λευκὸς ἐξυρημένος
γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν.
Ἀγάθων Εὐριπίδη—
Εὐριπίδης τί ἔστιν;
Ἀγάθων ἐποίησάς ποτε,
χαίρεις ὁρῶν φῶς, πατέρα δʼ οὐ χαίρειν δοκεῖς;
Εὐριπίδης ἔγωγε.
Ἀγάθων μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν
ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθʼ ἄν.
ἀλλʼ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.
τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν.
Μνησίλοχος καὶ μὴν ού γʼ ὦ κατάπυγον εὐρύπρωκτος εἶ
οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν.
Εὐριπίδης τί δʼ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;
Ἀγάθων κάκιον ἀπολοίμην ἂν ἢ σύ.
Εὐριπίδης πῶς;
Ἀγάθων ὅπως;
δοκῶν γυναικῶν ἔργα νυκτερείσια
κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.
Μνησίλοχος ἰδού γε κλέπτειν· νὴ Δία βινεῖσθαι μὲν οὖν.
ἀτὰρ ἡ πρόφασίς γε νὴ Δίʼ εἰκότως ἔχει.
Εὐριπίδης τί οὖν; ποιήσεις ταῦτα;
Ἀγάθων μὴ δόκει γε σύ.
Εὐριπίδης ὦ τρισκακοδαίμων ὡς ἀπόλωλʼ Εὐριπίδης.
Μνησίλοχος ὦ φίλτατʼ ὦ κηδεστὰ μὴ σαυτὸν προδῷς.
Εὐριπίδης πῶς οὖν ποιήσω δῆτα;
Μνησίλοχος τοῦτον μὲν μακρὰ
κλάειν κέλευʼ, ἐμοὶ δʼ ὅ τι βούλει χρῶ λαβών.
Εὐριπίδης ἄγε νυν ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί,
ἀπόδυθι τουτὶ θοἰμάτιον.
Μνησίλοχος καὶ δὴ χαμαί.
ἀτὰρ τί μέλλεις δρᾶν μʼ;
Εὐριπίδης ἀποξυρεῖν ταδί,
τὰ κάτω δʼ ἀφεύειν.
Μνησίλοχος ἀλλὰ πρᾶττʼ, εἴ σοι δοκεῖ.
ἢ μὴʼ πιδοῦνʼ ἐμαυτὸν ὤφελόν ποτε.
Εὐριπίδης Ἀγάθων σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε,
χρῆσόν τί νυν ἡμῖν ξυρόν.
Ἀγάθων αὐτὸς λάμβανε
ἐντεῦθεν ἐκ τῆς ξυροδόκης.
Εὐριπίδης γενναῖος εἶ.
κάθιξε· φύσα τὴν γνάθον τὴν δεξιάν.
Μνησίλοχος ὤμοι.
Εὐριπίδης τί κέκραγας; ἐμβαλῶ σοι πάτταλον,
ἢν μὴ σιωπᾷς.
Μνησίλοχος ἀτταταῖ ἰατταταῖ.
Εὐριπίδης οὗτος σὺ ποῖ θεῖς;
Μνησίλοχος ἐς τὸ τῶν σεμνῶν θεῶν·
οὐ γὰρ μὰ τὴν Δήμητρά γʼ ἐνταυθοῖ μενῶ
τεμνόμενος.
Εὐριπίδης οὔκουν καταγέλαστος δῆτʼ ἔσει
τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων;
Μνησίλοχος ὀλίγον μέλει μοι.
Εὐριπίδης μηδαμῶς πρὸς τῶν θεῶν
προδῷς με· χώρει δεῦρο.
Μνησίλοχος κακοδαίμων ἐγώ.
Εὐριπίδης ἔχʼ ἀτρέμα σαυτὸν κἀνάκυπτε· ποῖ στρέφει;
Μνησίλοχος μυμῦ.
Εὐριπίδης τί μύξεις; πάντα πεποίηται καλῶς.
Μνησίλοχος οἴμοι κακοδαίμων, ψιλὸς αὖ στρατεύσομαι.
Εὐριπίδης μὴ φροντίσῃ· ὡς εὐπρεπὴς φανεῖ πάνυ.
βούλει θεᾶσθαι σαυτόν;
Μνησίλοχος εἰ δοκεῖ, φέρε.
Εὐριπίδης ὁρᾷς σεαυτόν;
Μνησίλοχος οὐ μὰ Δίʼ ἀλλὰ Κλεισθένη.
Εὐριπίδης ἀνίστασʼ, ἵνʼ ἀφεύσω σε, κἀγκύψας ἔχε.
Μνησίλοχος οἴμοι κακοδαίμων δελφάκιον γενήσομαι.
Εὐριπίδης ἐνεγκάτω τις ἔνδοθεν δᾷδʼ ἢ λύχνον.
ἐπίκυπτε· τὴν κέρκον φυλάττου νυν ἄκραν.
Μνησίλοχος ἐμοὶ μελήσει νὴ Δία, πλήν γʼ ὅτι κάομαι.
οἴμοι τάλας. ὕδωρ ὕδωρ ὦ γείτονες.
πρὶν ἀντιλαβέσθαι †πρωκτὸν τῆς φλογός.†
Εὐριπίδης θάρρει.
Μνησίλοχος τί θαρρῶ καταπεπυρπολημένος;
Εὐριπίδης ἀλλʼ οὐκ ἔτʼ οἰδὲν πρᾶγμά σοι· τὰ πλεῖστα γὰρ
ἀποπεπόνηκας.
Μνησίλοχος φῦ ἰοὺ τῆς ἀσβόλου.
αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.
Εὐριπίδης μὴ φροντίσῃς· ἕτερος γὰρ αὐτὰ σφογγιεῖ.
Μνησίλοχος οἰμώξετἄρʼ εἴ τις τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.
Εὐριπίδης Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,
ἀλλʼ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ
καὶ στρόφιον· οὐ γὰρ ταῦτά γʼ ὡς οὐκ ἔστʼ ἐρεῖς.
Ἀγάθων λαμβάνετε καὶ χρῆσθʼ· οὐ φθονῶ.
Μνησίλοχος τί οὖν λάβω;
Ἀγάθων ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.
Μνησίλοχος νὴ τὴν Ἀφροδίτην ἡδύ γʼ ὄζει ποσθίου.
σύζωσον ἀνύσας. αἶρε νῦν στρόφιον.
Εὐριπίδης ἰδού.
Μνησίλοχος ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.
Εὐριπίδης κεκρυφάλου δεῖ καὶ μίτρας.
Ἀγάθων ἡδὶ μὲν οὖν
κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.
Εὐριπίδης νὴ τὸν Δίʼ ἀλλὰ κἀπιτηδεία πάνυ.
Μνησίλοχος ἆρʼ ἁρμόσει μοι;
Εὐριπίδης νὴ Δίʼ ἀλλʼ ἄριστʼ ἔχει.
φέρʼ ἔγκυκλον·
Ἀγάθων τουτὶ λάβʼ ἀπὸ τῆς κλινίδος.
Εὐριπίδης ὑποδημάτων δεῖ.
Ἀγάθων τἀμὰ ταυτὶ λάμβανε.
Μνησίλοχος ἆρʼ ἁρμόσει μοι;
Εὐριπίδης χαλαρὰ γοῦν χαίρεις φορῶν.
Ἀγάθων σὺ τοῦτο γίγνωσκʼ· ἀλλʼ ἔχεις γὰρ ὧν δέει,
εἴσω τις ὡς τάχιστά μʼ ἐσκυκλησάτω.
Εὐριπίδης ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ
τό γʼ εἶδος· ἢν λαλῇς δʼ, ὅπως τῷ φθέγματι
γυναικιεῖς εὖ καὶ πιθανῶς.
Μνησίλοχος πειράσομαι.
Εὐριπίδης βάδιζε τοίνυν.
Μνησίλοχος μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ
ὀμόσῃς ἐμοί—
Εὐριπίδης τί χρῆμα;
Μνησίλοχος συσσώσειν ἐμὲ
πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.
Εὐριπίδης ὄμνυμι τοίνυν αἰθέρʼ οἴκησιν Διός.
Μνησίλοχος τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;
Εὐριπίδης ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.
Μνησίλοχος μέμνησο τοίνυν ταῦθʼ, ὅτι ἡ φρὴν ὤμοσεν,
ἡ γλῶττα δʼ οὐκ ὀμώμοκʼ· οὐδʼ ὥρκωσʼ ἐγώ.
Εὐριπίδης ἔκσπευδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίας
σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.
ἐγὼ δʼ ἄπειμι.
Μνησίλοχος δεῦρό νυν ὦ Θρᾷτθʼ ἕπου.
ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων
ὅσον τὸ χρῆμʼ ἀνέρχεθʼ ὑπὸ τῆς λιγνύος.
ἀλλʼ ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με
ἀγαθῇ τύχῃ καὶ δεῦρο καὶ πάλιν οἴκαδε.
ὦ Θρᾷττα τὴν κίστην κάθελε, κᾆτʼ ἔξελε
τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν.
δέσποινα πολυτίμητε Δήμητερ φίλη
καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι
θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.
καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν
πλουτοῦντος, ἄλλως δʼ ἠλιθίου κἀβελτέρου,
καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας.
ποῦ ποῦ καθίζωμʼ ἐν καλῷ, τῶν ῥητόρων
ἵνʼ ἐξακούω; σὺ δʼ ἄπιθʼ ὦ Θρᾷττʼ ἐκποδών.
Κηρύκαινα εὐφημία ʼστω, εὐφημία ʼστω. εὔχεσθε τοῖν
Θεσμοφόροιν τῇ Δήμητρι καὶ τῇ Κόρῃ καὶ τῷ
Πλούτῳ καὶ τῇ Καλλιγενείᾳ καὶ τῇ Κουροτρόφῳ
τῇ Γῇ καὶ τῷ Ἑρμῇ καὶ Χάρισιν ἐκκλησίαν
τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ ἄριστα
ποιῆσαι, πολυωφελῶς μὲν πόλει τῇ Ἀθηναίων
τυχηρῶς δʼ ἡμῖν αὐταῖς. καὶ τὴν δρῶσαν
τήν τʼ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον
τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν ταύτην
νικᾶν. ταῦτʼ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά.
ἰὴ παιὼν ἰὴ παιών. χαίρωμεν.
Χορός δεχόμεθα καὶ θεῶν γένος
λιτόμεθα ταῖσδʼ ἐπʼ εὐχαῖς
φανέντας ἐπιχαρῆναι.
Ζεῦ μεγαλώνυμε χρυσολύρα τε
Δῆλον ὃς ἔχεις ἱεράν,
καὶ σὺ παγκρατὲς κόρα γλαυκῶπι
χρυσόλογχε πόλιν οἰκοῦσα
περιμάχητον, ἐλθὲ δεῦρο.
καὶ πολυώνυμε θηροφόνη παῖ
Λατοῦς χρυσώπιδος ἔρνος,
σύ τε πόντιε σεμνὲ Πόσειδον
ἁλιμέδον προλιπὼν
μυχὸν ἰχθυόεντʼ οἰστροδόνητον,
Νηρέος ἐναλίου τε κόραι
Νύμφαι τʼ ὀρείπλαγκτοι.
χρυσέα τε φόρμιγξ
ἰαχήσειεν ἐπʼ εὐχαῖς
ἡμετέραις· τελέως δʼ
ἐκκλησιάσαιμεν Ἀθηναίων
εὐγενεῖς γυναῖκες.
Κηρύκαινα εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις
καὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοις
καὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοις
καὶ ταῖσι Δηλίαισι τοῖς τʼ ἄλλοις θεοῖς,
εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν
τῷ τῶν γυναικῶν ἢ ʼπικηρυκεύεται
Εὐριπίδῃ Μήδοις τʼ ἐπὶ βλάβῃ τινὶ
τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ
ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον
ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς
προαγωγὸς οὖσʼ ἐνετρύλλισεν τῷ δεσπότῃ
ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει,
ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων
καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε,
ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή,
ἢ καὶ δέχεται προδιδοῦσʼ ἑταίρα τὸν φίλον,
κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς
ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται,
κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν
ἀρᾶσθε, ταῖς δʼ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς
εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.
Χορός ξυνευχόμεσθα τέλεα μὲν
πόλει τέλεα δὲ δήμῳ
τάδʼ εὔγματα γενέσθαι,
τὰ δʼ ἄρισθʼ ὅσαις προσήκει
νικᾶν λεγούσαις· ὁπόσαι δʼ
ἐξαπατῶσιν παραβαίνουσί τε τοὺς
ὅρκους τοὺς νενομισμένους
κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ,
ἢ ψηφίσματα καὶ νόμον
ζητοῦσʼ ἀντιμεθιστάναι,
τἀπόρρητά τε τοῖσιν ἐχθροῖς
τοῖς ἡμετέροις λέγουσʼ,
ἢ Μήδους ἐπάγουσι γῇ
κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ,
ἀσεβοῦσιν ἀδικοῦσίν τε τὴν πόλιν.
ἀλλʼ ὦ παγκρατὲς
Ζεῦ ταῦτα κυρώσειας, ὥσθʼ
ἡμῖν θεοὺς παραστατεῖν
καίπερ γυναιξὶν οὔσαις.
- Χορός οὔπω ταύτης ἤκουσα
πολυπλοκωτέρας γυναικὸς
οὐδὲ δεινότερον λεγούσης.
πάντα γὰρ λέγει δίκαια,
†πάσας δʼ ἰδέας ἐξήτασεν,
πάντα δʼ ἐβάστασεν φρενὶ πυκνῶς τε†
ποικίλους λόγους ἀνηῦρεν
εὖ διεζητημένους·
ὥστʼ ἂν εἰ λέγοι παρʼ αὐτὴν
Ξενοκλέης ὁ Καρκίνου, δοκεῖν
ἂν αὐτόν, ὡς ἐγᾦμαι,
πᾶσιν ὑμῖν
ἄντικρυς μηδὲν λέγειν.
Γυνὴ Β ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων.
τὰ μὲν γὰρ ἄλλʼ αὕτη κατηγόρηκεν εὖ·
ἃ δʼ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι.
ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ
παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις
στεφανηπλοκοῦσʼ ἔβοσκον ἐν ταῖς μυρρίναις.
τέως μὲν οὖν ἀλλʼ ἡμικάκως ἐβοσκόμην·
νῦν δʼ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν
τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς·
ὥστʼ οὐκέτʼ ἐμπολῶμεν οὐδʼ εἰς ἥμισυ.
νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω
τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα·
ἄγρια γὰρ ἡμᾶς ὦ γυναῖκες δρᾷ κακά,
ἅτʼ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς.
ἀλλʼ εἰς ἀγορὰν ἄπειμι· δεῖ γὰρ ἀνδράσιν
πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.
- Χορός ἕτερον αὖ τι λῆμα τοῦτο
κομψότερον ἔτʼ ἢ τὸ πρότερον
ἀναπέφηνεν.
οἷα κατεστωμύλατο
οὐκ ἄκαιρα, φρένας ἔχουσα
καὶ πολύπλοκον νόημʼ, οὐδʼ
ἀσύνετʼ ἀλλὰ πιθανὰ πάντα.
δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡμῖν
τὸν ἄνδρα
περιφανῶς δοῦναι δίκην.
Μνησίλοχος τὸ μὲν ὦ γυναῖκες ὀξυθυμεῖσθαι σφόδρα
Εὐριπίδῃ, τοιαῦτʼ ἀκουούσας κακά,
οὐ θαυμάσιόν ἐστʼ, οὐδʼ ἐπιζεῖν τὴν χολήν.
καὐτὴ γὰρ ἔγωγʼ, οὕτως ὀναίμην τῶν τέκνων,
μισῶ τὸν ἄνδρʼ ἐκεῖνον, εἰ μὴ μαίνομαι.
ὅμως δʼ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον·
αὐταὶ γάρ ἐσμεν, κοὐδεμίʼ ἔκφορος λόγου.
τί ταῦτʼ ἔχουσαι ʼκεῖνον αἰτιώμεθα
βαρέως τε φέρομεν, εἰ δύʼ ἡμῶν ἢ τρία
κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία;
ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω,
ξύνοιδʼ ἐμαυτῇ πολλὰ δείνʼ· ἐκεῖνο δʼ οὖν
δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας,
ὁ δʼ ἀνὴρ παρʼ ἐμοὶ καθηῦδεν· ἦν δέ μοι φίλος,
ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν.
οὖτος πόθῳ μου ʼκνυεν ἐλθὼν τὴν θύραν·
κᾆτʼ εὐφὺς ἔγνων· εἶτα καταβαίνω λάθρᾳ.
ὁ δʼ ἀνὴρ ἐρωτᾷ ποῖ σὺ καταβαίνεις; ὅποι;
στρόφος μʼ ἔχει τὴν γαστέρ ὦνερ κὠδύνη·
ἐς τὸν κοπρῶνʼ οὖν ἔρχομαι. βάδιζέ νυν·
κᾆθʼ ὁ μὲν ἔτριβε κεδρίδας ἄννηθον σφάκον·
ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ
ἐξῆλθον ὡς τὸν μοιχόν· εἶτʼ ἠρειδόμην
παρὰ τὸν Ἀγυιᾶ κύβδʼ ἐχομένη τῆς δάφνης.
ταῦτʼ οὐδεπώποτʼ εἶφʼ, ὁρᾶτʼ, Εὐριπίδης·
οὐδʼ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων
σποδούμεθʼ, ἢν μὴ ʼχωμεν ἕτερον, οὐ λέγει·
οὐδʼ ὡς ὅταν μάλισθʼ ὑπό του ληκώμεθα
τὴν νύχθʼ, ἕωθεν σκόροδα διαμασώμεθα,
ἵνʼ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν
μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. ταῦθʼ, ὁρᾷς,
οὐπώποτʼ εἶπεν. εἰ δὲ Φαίδραν λοιδορεῖ,
ἡμῖν τί τοῦτʼ ἔστʼ; οὐδʼ ἐκεῖνʼ εἴρηκέ πω,
ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον
†ὑπʼ αὐγὰς † οἷόν ἐστιν, ἐγκεκαλυμμένον
τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω.
ἑτέραν δʼ ἐγᾦδʼ ἣ ʼφασκεν ὠδίνειν γυνὴ
δέχʼ ἡμέρας, ἔως ἐπρίατο παιδίον·
ὁ δʼ ἀνὴρ περιέτρεχʼ ὠκυτόκιʼ ὠνούμενος·
τὸ δʼ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον,
ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον·
εἶθʼ ὡς ἔνευσεν ἡ φέρουσʼ, εὐθὺς βοᾷ,
ἄπελθʼ ἄπελθʼ, ἤδη γὰρ ὦνέρ μοι δοκῶ
τέξειν. τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν·
χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δʼ ἐξέσπασεν
ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δʼ ἀνέκραγεν.
εἶθʼ ἡ μιαρὰ γραῦς, ἣ ʼφερεν τὸ παιδίον,
θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει,
λέων λέων σοι γέγονεν, αὔτʼ ἔκμαγμα σόν,
τά τʼ ἄλλʼ ἁπαξάπαντα καὶ τὸ πόσθιον
τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.
ταῦτʼ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμιν
ἡμεῖς γε. κᾆτʼ Εὐριπίδῃ θυμούμεθα,
οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;
- Χορός τουτὶ μέντοι θαυμαστόν,
ὁπόθεν ηὑρέθη τὸ χρῆμα,
χἤτις ἐξέθρεψε χώρα
τήνδε τὴν θρασεῖαν οὕτω.
τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον
κατὰ τὸ φανερὸν ὧδʼ ἀναιδῶς
οὐκ ἂν ᾠόμην ἐν ἡμῖν
οὐδὲ τολμῆσαί ποτʼ ἄν.
ἀλλʼ ἅπαν γένοιτʼ ἂν ἤδη·
τὴν παροιμίαν δʼ ἐπαινῶ
τὴν παλαιάν· ὑπὸ λίθῳ γὰρ
παντί νου χρὴ
μὴ δάκῃ ῥητωρ ἀθρεῖν.
Χορός ἀλλʼ οὐ γάρ ἐστι τῶν ἀναισχύτων φύσει γυναικῶν
οὐδὲν κάκιον εἰς ἄπαντα πλὴν ἄρʼ εἰ γυναῖκες.
Γυνὴ Α οὔ τοι μὰ τὴν Ἄγλαυρον ὦ γυναῖκες εὖ φρονεῖτε,
ἀλλʼ ἢ πεφάρμαχθʼ ἢ κακόν τι μέγα πεπόνθατʼ ἄλλο,
ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν
ἡμᾶς ἁπάσας. εἰ μὲν οἶν τις ἔστιν· εἰ δὲ μή, ἡμεῖς
αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι
ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ
γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.
Μνησίλοχος μὴ δῆτα τόν γε χοῖρον ὦ γυναῖκες. εἰ γὰρ οὔσης
παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί,
εἶτʼ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,
διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφʼ ὑμῶν;
Γυνὴ Α οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας
ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν
ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ
ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲ
οὐπώποτʼ ἐποίησʼ, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.
Μνησίλοχος ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις
τῶν νῦν γυναικῶν Πηνελόπην, Παίδρας δʼ ἁπαξαπάσας.
Γυνὴ Α ἀκούετʼ ὦ γυναῖκες οἷʼ εἴρηκεν ἡ πανοῦργος
ἡμᾶς ἁπάσας αὖθις αὖ.
Μνησίλοχος καὶ νὴ Δίʼ οὐδέπω γε
εἴρηχʼ ὅσα ξύνοιδʼ· ἐπεὶ βούλεσθε πλείονʼ εἴπω;
Γυνὴ Α ἀλλʼ οὐκ ἂν ἔτʼ ἔχοις· ὅσα γὰρ ᾔδησθʼ ἐξέχεας ἅπαντα.
Μνησίλοχος μὰ Δίʼ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.
ἐπεὶ τάδʼ οὐκ εἴρηχʼ, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι
ἔπειτα σιφωνίζομεν τὸν οἶνον.
Γυνὴ Α ἐπιτριβείης.
Μνησίλοχος ὥς τʼ αὖ τὰ κρέʼ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι
ἔπειτα τὴν γαλῆν φαμεν—
Γυνὴ Α τάλαινʼ ἐγώ· φλυαρεῖς.
Μνησίλοχος οὐδʼ ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν,
οὐκ εἶπον· οὐδʼ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρʼ ἔμηνεν,
οὐδʼ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτʼ—
Γυνὴ Α ἐξόλοιο.
Μνησίλοχος ἁχαρνικὴ τὸν πατέρα.
Γυνὴ Α ταυτὶ δῆτʼ ἀνέκτʼ ἀκούειν;
Μνησίλοχος οὐδʼ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ
τοῦθʼ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.
Γυνὴ Α οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,
ἀλλʼ ἐκποκιῶ σου τὰς ποκάδας.
Μνησίλοχος οὐ δὴ μὰ Δία σύ γʼ ἅψει.
Γυνὴ Α καὶ μὴν ἰδού.
Μνησίλοχος καὶ μὴν ἰδού.
Γυνὴ Α λαβὲ θοἰμάτιον Φιλίστη.
Μνησίλοχος πρόσθες μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν—
Γυνὴ Α τί δράσεις;
Μνησίλοχος τὸν σησαμοῦνθʼ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω.
Χορός παύσασθε λοιδορούμεναι· καὶ γὰρ γυνή τις ἡμῖν
ἐσπουδακυῖα προστρέχει. πρὶν οὖν ὁμοῦ γενέσθαι,
σιγᾶθʼ, ἵνʼ αὐτῆς κοσμίως πυθώμεθʼ ἅττα λέξει.
Κλεισθένης φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου·
ὅτι μὲν φίλος εἴμʼ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις·
γυναικομανῶ γὰρ προξενῶ θʼ ὑμῶν ἀεί.
καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
ὀλίγῳ τι πρότερον κατʼ ἀγορὰν λαλούμενον,
ἥκω φράσων τοῦτʼ ἀγγελῶν θʼ ὑμῖν, ἵνα
σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ
ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.
Χορός τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ σʼ εἰκὸς καλεῖν,
ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.
Κλεισθένης Εὐριπίδην φάσʼ ἄνδρα κηδεστήν τινα
αὑτοῦ γέροντα δεῦρʼ ἀναπέμψαι τήμερον.
Χορός πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;
Κλεισθένης ἵνʼ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.
Χορός καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;
Κλεισθένης ἀφηῦσεν αὐτὸν κἀπέτιλʼ Εὐριπίδης
καὶ τἄλλʼ ἅπανθʼ ὥσπερ γυναῖκʼ ἐσκεύασεν.
Μνησίλοχος πείθεσθε τούτῳ ταῦτα; τίς δʼ οὕτως ἀνὴρ
ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
οὐκ οἴομαι ʼγωγʼ ὦ πολυτιμήτω θεώ.
Κλεισθένης ληρεῖς· ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,
εἰ μὴ ʼπεπύσμην ταῦτα τῶν σάφʼ εἰδότων.
Χορός τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
ἀλλʼ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν,
ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.
καὶ σὺ ξυνέξευρʼ αὐτόν, ὡς ἂν τὴν χάριν
ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε.
Κλεισθένης φέρʼ ἴδω· τίς ἡ πρώτη σύ;
Μνησίλοχος ποῖ τις τρέψεται;
Κλεισθένης ζητητέαι γάρ ἐστε.
Μνησίλοχος κακοδαίμων ἐγώ.
Γυνὴ Α ἔμʼ ἥτις εἴμʼ ἤρου; Κλεωνύμου γυνή.
Κλεισθένης γιγνώσκεθʼ ὑμεῖς ἥτις ἔσθʼ ἥδʼ ἡ γυνή;
Χορός γιγνώσκομεν δῆτʼ. ἀλλὰ τὰς ἄλλας ἄθρει.
Κλεισθένης ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον
ἔχουσα;
Γυνὴ Α τίτθη νὴ Δίʼ ἐμή.
Μνησίλοχος διοίχομαι.
Κλεισθένης αὕτη σὺ ποῖ στρέφει; μένʼ αὐτοῦ. τί τὸ κακόν;
Μνησίλοχος ἔασον οὐρῆσαί μʼ.
Κλεισθένης ἀναίσχυντός τις εἶ.
σὺ δʼ οὖν ποίει τοῦτʼ. ἀναμενῶ γὰρ ἐνθάδε.
Χορός ἀνάμενε δῆτα καὶ σκόπει γʼ αὐτὴν σφόδρα·
μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν.
Κλεισθένης πολύν γε χρόνον οὐρεῖς σύ.
Μνησίλοχος νὴ Δίʼ ὦ μέλε·
στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα.
Κλεισθένης τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρʼ ὡς ἐμέ;
Μνησίλοχος τί δῆτά μʼ ἕλκεις ἀσθενοῦσαν;
Κλεισθένης εἰπέ μοι,
τίς ἔστʼ ἀνήρ σοι;
Μνησίλοχος τὸν ἐμὸν ἄνδρα πυνθάνει;
τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;
Κλεισθένης τὸν δεῖνα; ποῖον;
Μνησίλοχος ἔσθʼ ὁ δεῖνʼ, ὃς καί ποτε
τὸν δεῖνα τὸν τοῦ δεῖνα—
Κλεισθένης ληρεῖν μοι δοκεῖς.
ἀνῆλθες ἤδη δεῦρο πρότερον;
Μνησίλοχος νὴ Δία
ὁσέτη γε.
Κλεισθένης καὶ τίς σοὐστὶ συσκηνήτρια;
Μνησίλοχος ἡ δεῖνʼ ἔμοιγʼ.
Κλεισθένης οἴμοι τάλας, οὐδὲν λέγεις.
Γυνὴ Α ἄπελθʼ. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς
ἐκ τῶν ἱερῶν τῶν πέρυσι· σὺ δʼ ἀπόστηθί μοι,
ἵνα μὴ ʼπακούσῃς ὢν ἀνήρ. σὺ δʼ εἰπέ μοι
ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.
Μνησίλοχος φέρʼ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν.
Γυνὴ Α τί δὲ μετὰ τοῦτο δεύτερον;
Μνησίλοχος προὐπίνομεν.
Γυνὴ Α ταυτὶ μὲν ἤκουσάς τινος· τί δαὶ τρίτον;
Μνησίλοχος σκάφιον Ξένυλλʼ ᾔτησεν· οὐ γὰρ ἦν ἀμίς.
Γυνὴ Α οὐδὲν λέγεις. δεῦρʼ ἐλθὲ δεῦρʼ ὦ Κλείσθενες·
ὅδʼ ἐστὶν ἁνὴρ ὃν λέγεις.
Κλεισθένης τί οὖν ποιῶ;
Γυνὴ Α ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει.
Μνησίλοχος κἄπειτʼ ἀποδύσετʼ ἐννέα παίδων μητέρα;
Κλεισθένης χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ.
Γυνὴ Α ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά·
καὶ νὴ Δία τιτθούς γʼ ὥσπερ ἡμεῖς οὐκ ἔχει.
Μνησίλοχος στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.
Γυνὴ Α νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.
Κλεισθένης ἀνίστασʼ ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω;
Γυνὴ Α τοδὶ διέκυψε καὶ μάλʼ εὔχρων ὦ τάλαν.
Κλεισθένης καὶ ποῦ ʼστιν;
Γυνὴ Α αὖθις ἐς τὸ πρόσθεν οἴχεται.
Κλεισθένης οὐκ ἐνγεταυθί.
Γυνὴ Α μἀλλὰ δεῦρʼ ἥκει πάλιν.
Κλεισθένης ἰσθμόν τινʼ ἔχεις ὦνθρωπʼ· ἄνω τε καὶ κάτω
τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.
Γυνὴ Α ὦ μιαρὸς οὗτος· ταῦτʼ ἄρʼ ὑπὲρ Εὐριπίδου
ἡμῖν ἐλοιδορεῖτο.
Μνησίλοχος κακοδαίμων ἐγώ,
εἰς οἷʼ ἐμαυτὸν εἰσεκύλισα πράγματα.
Γυνὴ Α ἄγε δὴ τί δρῶμεν;
Κλεισθένης τουτονὶ φυλάττετε
καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται·
ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.
Χορός ἡμᾶς τοίνυν μετὰ τοῦτʼ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ
ξυζωσαμένας εὖ κἀνδρείως τῶν θʼ ἱματίων ἀποδύσας
ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαι
τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.
Χορός εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα
καὶ διασκοπεῖν σιωπῇ πανταχῇ· μόνον δὲ χρὴ
μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι,
ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστʼ ἤδη κύκλῳ.
Χορός εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντʼ,
εἴ τις ἐν τόποις ἑδραῖος
ἄλλος αὖ λέληθεν ὤν.
πανταχῇ δὲ ῥῖψον ὄμμα,
καὶ τὰ τῇδε καὶ τὰ δεῦρο
πάντʼ ἀνασκόπει καλῶς.
- Χορός ἢν γάρ με λάθῃ δράσας ἀνόσια,
δώσει τε δίκην καὶ πρὸς τούτῳ
τοῖς ἄλλοις ἀνδράσιν ἔσται
παράδειγμʼ ὕβρεως ἀδίκων τʼ ἔργων
ἀθέων τε τρόπων·
φήσει δʼ εἶναί τε θεοὺς φανερῶς,
δείξει τʼ ἤδη
πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας . . .
†δικαίως τʼ ἐφέποντας † ὅσια καὶ νόμιμα
μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.
κἂν μὴ ποιῶσι ταῦτα τοιάδʼ ἔσται·
αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν,
†μανίαισ† φλέγων λύσσῃ παράκοπος,
†εἴ τι δρῴη†
πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν,
ὅτι τά τε παράνομα τά τʼ ἀνόσια παρὼν
θεὸς ἀποτίνεται.
ἀλλʼ ἔοιχʼ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς.
οὐχ ὁρῶμεν γοῦν ἔτʼ ἄλλον οὐδένʼ ἐγκαθήμενον.
Γυνὴ Α ἆ ποῖ σὺ φεύγεις; οὗτος οὗτος οὐ μενεῖς;
τάλαινʼ ἐγὼ τάλαινα, καὶ τὸ παιδίον
ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.
Μνησίλοχος κέκραχθι· τοῦτο δʼ οὐδέποτε σὺ ψωμιεῖς,
ἢν μή μʼ ἀφῆτʼ· ἀλλʼ ἐνθάδʼ ἐπὶ τῶν μηρίων
πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας
καθαιματώσει βωμόν.
Γυνὴ Α ὦ τάλαινʼ ἐγώ.
γυναῖκες, οὐκ ἀρήξετʼ; οὐ πολλὴν βοὴν
στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου
τέκνου με περιόψεσθʼ ἀποστερουμένην;
Χορός ἔα ἔα.
ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι
νεοχμὸν αὖ τέρας;
ὡς ἅπαντʼ ἄρʼ ἐστὶ τόλμης μεστὰ κἀναισχυντίας.
οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε.
Μνησίλοχος οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.
Χορός ταῦτα δῆτʼ οὐ δεινὰ πράγματʼ ἐστὶ καὶ περαιτέρω;
Γυνὴ Α δεινὰ δῆθʼ, ὅστις γʼ ἔχει μου ʼξαρπάσας τὸ παιδίον.
- Χορός τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε
τοιαῦτα ποιῶν ὅδʼ ἀναισχυντεῖ;
Μνησίλοχος κοὔπω μέντοι γε πέπαυμαι.
Χορός ἀλλʼ οὖν ἥκεις γʼ ὅθεν οὐ φαύλως γʼ
ἀποδρὰς λέξεις
οἷον δράσας διέδυς ἔργον,
λήψει δὲ κακόν.
Μνησίλοχος τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.
Χορός τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν
ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;
Μνησίλοχος μάτην λαλεῖτε· τὴν δʼ ἐγὼ οὐκ ἀφήσω.
Χορός ἀλλʼ οὐ μὰ τὼ θεὼ τάχʼ οὐ χαίρων ἴσως
ἐνυβριεῖς λόγους λέξεις τʼ ἀνοσίους
ἐπʼ ἀθέοις ἔργοις·
καὶ γὰρ ἀνταμειψόμεσθά σʼ ὥσπερ εἰκὸς ἀντὶ τῶνδε.
τάχα δὲ μεταβαλοῦσʼ ἐπὶ κακὸν ἑτερότροπον
ἐπέχει τύχη.
ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν σʼ ἐκφέρειν τε τῶν ξύλων,
καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θʼ ὅσον τάχος.
Μνησίλοχος ὦ χεῖρες ἐμαὶ
ἐγχειρεῖν χρῆν ἔργῳ πορίμῳ.
ἄγε δὴ πινάκων ξεστῶν δέλτοι,
δέξασθε σμίλης ὁλκοὺς
κήρυκας ἐμῶν μόχθων· οἴμοι
τουτὶ τὸ ῥῶ μοχθηρόν·
χώρει χώρει. ποίαν αὔλακα;
βάσκετʼ ἐπείγετε πάσας καθʼ ὁδοὺς
κείνᾳ ταύτᾳ· ταχέως χρή.
Χορός ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι,
καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλʼ ἀγορεύει,
ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα,
ἔριδες νείκη στάσις ἀργαλέα λύπη πόλεμος. φέρε δή νυν,
εἰ κακόν ἐσμεν, τί γαμεῖθʼ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν,
κἀπαγορεύετε μήτʼ ἐξελθεῖν μήτʼ ἐκκύψασαν ἁλῶναι,
ἀλλʼ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν;
κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθʼ εὕρητʼ αὐτὸ θύρασιν,
μανίας μαίνεσθʼ, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς
ἔνδοθεν ηὕρετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετʼ ἔνδον.
κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι,
πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν.
κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι·
κἂν αἰσχυνθεῖσʼ ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ
αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. οὕτως ἡμεῖς ἐπιδήλως
ὑμῶν ἐσμεν πολὺ βελτίους, βάσανός τε πάρεστιν ἰδέσθαι.
βάσανον δῶμεν πότεροι χείρους. ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς,
ὑμεῖς δʼ ἡμᾶς. σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον,
παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομʼ ἑκάστου.
Ναυσιμάχης μέν γʼ ἥττων ἐστὶν Χαρμῖνος· δῆλα δὲ τἄργα.
καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Ξαλαβακχοῦς.
πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι,
καὶ Ξτρατονίκην ὑμῶν οὐδεὶς οὐδʼ ἐγχειρεῖ πολεμίζειν.
ἀλλʼ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων
παραδοὺς ἑτέρῳ τὴν βουλείαν; οὐδʼ αὐτὸς τοῦτό γε φήσεις.
οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθʼ εἶναι.
οὐδʼ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα
ἐς πόλιν ἔλθοι τῶν δημοσίων· ἀλλʼ ἢν τὰ μέγισθʼ ὑφέληται
φορμὸν πυρῶν τἀνδρὸς κλέψασʼ, αὐθημερὸν αὔτʼ ἀπέδωκεν.
Χορός ἀλλʼ ἡμεῖς ἂν πολλοὺς τούτων
ἀποδείξαιμεν ταῦτα ποιοῦντας.
καὶ πρὸς τούτοις γάστριδας ἡμῶν
ὄντας μᾶλλον καὶ λωποδύτας
καὶ βωμολόχους κἀνδραποδιστάς.
καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε
χείρους ἡμῶν εἰσιν σῴζειν·
ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν
τἀντίον ὁ κανὼν οἱ καλαθίσκοι
τὸ σκιάδειον·
τοῖς δʼ ἡμετέροις ἀνδράσι τούτοις
ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν
ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ,
πολλοῖς δʼ ἑτέροις ἀπὸ τῶν ὤμων
ἐν ταῖς στρατιαῖς
ἔρριπται τὸ σκιάδειον.
Χορός πόλλʼ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθʼ ἂν
τοῖσιν ἀνδράσιν δικαίως, ἓν δʼ ὑπερφυέστατον.
χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει,
ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα,
προεδρίαν τʼ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις
ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν·
εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή,
ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν,
ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην
τῆς τὸν ἀνδρεῖον τεκούσης. τῷ γὰρ εἰκὸς ὦ πόλις
τὴν Ὑπερβόλου καθῆσθαι μητέρʼ ἠμφιεσμένην
λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου,
καὶ δανείζειν χρήμαθʼ, ᾗ χρῆν, εἰ δανείσειέν τινι
καὶ τόκον πράττοιτο, διδόναι μηδένʼ ἀνθρώπων τόκον,
ἀλλʼ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματʼ εἰπόντας τοδί,
ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.
Μνησίλοχος ἰλλὸς γεγένημαι προσδοκῶν· ὁ δʼ οὐδέπω.
τί δῆτʼ ἂν εἴη τοὐμποδών; οὐκ ἔσθʼ ὅπως
οὐ τὸν Παλαμήδην ψυχρὸν ὄντʼ αἰσχύνεται.
τῷ δῆτʼ ἂν αὐτὸν προσαγαγοίμην δράματι;
ἐγᾦδα· τὴν καινὴν Ἑλένην μιμήσομαι.
πάντως ὑπάρχει μοι γυναικεία στολή.
Γυνὴ Γ τί αὖ σὺ κυρκανᾷς; τί κοικύλλεις ἔχων;
πικρὰν Ἑλένην ὄψει τάχʼ, εἰ μὴ κοσμίως
ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.
Μνησίλοχος Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς νοτίζει μελανοσυρμαῖον λεών.
Γυνὴ Γ πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.
Μνησίλοχος ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
Σπάρτη, πατὴρ δὲ Τυνδάρεως.
Γυνὴ Γ σοί γʼ ὦλεθρε
πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.
Μνησίλοχος Ἑλένη δʼ ἐκλήθην.
Γυνὴ Γ αὖθις αὖ γίγνει γυνή,
πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;
Μνησίλοχος ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίαις
ῥοαῖσιν ἔθανον.
Γυνὴ Γ ὤφελες δὲ καὶ σύ γε.
Μνησίλοχος κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ· ὁ δʼ ἄθλιος πόσις
οὑμὸς Μενέλαος οὐδέπω προσέρχεται.
τί οὖν ἔτι ζῶ;
Γυνὴ Γ τῶν κοράκων πονηρίᾳ.
Μνησίλοχος ἀλλʼ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν.
μὴ ψεῦσον ὦ Ζεῦ τῆς ἐπιούσης ἐλπίδος.
Εὐριπίδης τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος,
ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ
κάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις;
Μνησίλοχος Πρωτέως τάδʼ ἐστὶ μέλαθρα.
Εὐριπίδης ποίου Πρωτέως;
Γυνὴ Γ ὦ τρισκακόδαιμον, ψεύδεται νὴ τὼ θεώ,
ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.
Εὐριπίδης ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;
Μνησίλοχος Αἴγυπτον.
Εὐριπίδης ὦ δύστηνος οἷ πεπλώκαμεν.
Γυνὴ Γ πείθει τι τούτῳ τῷ κακῶς ἀπολουμένῳ
ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί.
Εὐριπίδης αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστʼ ἢ ʼξώπιος;
Γυνὴ Γ οὐκ ἔσθʼ ὅπως οὐ ναυτιᾷς ἔτʼ ὦ ξένε,
ὅστις γʼ ἀκούσας ὅτι τέθνηκε Πρωτέας
ἔπειτʼ ἐρωτᾷς ἔνδον ἔστʼ ἢ ʼξώπιος;
Εὐριπίδης αἰαῖ τέθνηκε. ποῦ δʼ ἐτυμβεύθη τάφῳ;
Μνησίλοχος τόδʼ ἐστὶν αὐτοῦ σῆμʼ, ἐφʼ ᾧ καθήμεθα.
Γυνὴ Γ κακῶς τʼ ἄρʼ ἐξόλοιο κἀξολεῖ γέ τοι,
ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.
Εὐριπίδης τί δὴ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας
φάρει καλυπτὸς ὦ ξένη;
Μνησίλοχος βιάζομαι
γάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος.
Γυνὴ Γ τί ὦ κακόδαιμον ἐξαπατᾷς αὖ τὸν ξένον;
οὗτος πανουργῶν δεῦρʼ ἀνῆλθεν ὦ ξένε
ὡς τὰς γυναῖκας ἐπὶ κλοπῇ τοῦ χρυσίου.
Μνησίλοχος βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.
Εὐριπίδης ξένη τίς ἡ γραῦς ἡ κακορροθοῦσά σε;
Μνησίλοχος αὕτη Θεονόη Πρωτέως.
Γυνὴ Γ μὰ τὼ θεὼ
εἰ μὴ Κρίτυλλά γʼ Ἀντιθέου Γαργηττόθεν·
σὺ δʼ εἶ πανοῦργος.
Μνησίλοχος ὁπόσα τοι βούλει λέγε.
οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲ
προδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν.
Εὐριπίδης γύναι τί εἶπας; στρέψον ἀνταυγεῖς κόρας.
Μνησίλοχος αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη.
Εὐριπίδης τουτὶ τί ἔστιν; ἀφασία τίς τοί μʼ ἔχει.
ὦ θεοὶ τίνʼ ὄψιν εἰσορῶ; τίς εἶ γύναι;
Μνησίλοχος σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.
Εὐριπίδης Ἑλληνὶς εἶ τις ἢ ʼπιχωρία γυνή;
Μνησίλοχος Ἑλληνίς. ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Εὐριπίδης Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον γύναι.
Μνησίλοχος ἐγὼ δὲ Μενελάῳ σʼ ὅσα γʼ ἐκ τῶν ἰφύων.
Εὐριπίδης ἔγνως ἄρʼ ὀρθῶς ἄνδρα δυστυχέστατον.
Μνησίλοχος ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐσχάρας
λαβέ με λαβέ με πόσι, περίβαλε δὲ χέρας.
φέρε σὲ κύσω. ἄπαγέ μʼ ἄπαγʼ ἄπαγέ με
λαβὼν ταχὺ πάνυ.
Γυνὴ Γ κλαύσετʼ ἄρα νὴ τὼ θεὼ
ὅστις σʼ ἀπάξει τυπτόμενος τῇ λαμπάδι.
Εὐριπίδης σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ,
τὴν Τυνδάρειον παῖδʼ, ἐπὶ Σπάρτην ἄγειν;
Γυνὴ Γ οἴμʼ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς
καὶ τοῦδέ τις ξύμβουλος. οὐκ ἐτὸς πάλαι
ᾐγυπτιάζετʼ. ἀλλʼ ὅδε μὲν δώσει δίκην.
προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης.
Εὐριπίδης τουτὶ πονηρόν· ἀλλʼ ὑπαποκινητέον.
Μνησίλοχος ἐγὼ δʼ ὁ κακοδαίμων τί δρῶ;
Εὐριπίδης μένʼ ἥσυχος.
οὐ γὰρ προδώσω σʼ οὐδέποτʼ, ἤνπερ ἐμπνέω,
ἢν μὴ προλίπωσʼ αἱ μυρίαι με μηχαναί.
Μνησίλοχος αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.
Πρύτανις ὅδʼ ἔσθʼ ὁ πανοῦργος ὃν ἔλεγʼ ἡμῖν Κλεισθένης;
οὗτος τί κύπτεις; δῆσον αὐτὸν εἰσάγων
ὦ τοξότʼ ἐν τῇ σανίδι, κἄπειτʼ ἐνθαδὶ
στήσας φύλαττε καὶ προσιέναι μηδένα
ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγʼ ἔχων
παῖʼ ἢν προσίῃ τις.
Γυνὴ Γ νὴ Δίʼ ὡς νῦν δή γʼ ἀνὴρ
ὀλίγου μʼ ἀφείλετʼ αὐτὸν ἱστιορράφος.
Μνησίλοχος ὦ πρύτανι πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς
κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ,
χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ.
Πρύτανις τί σοι χαρίσωμαι;
Μνησίλοχος γυμνὸν ἀποδύσαντά με
κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην,
ἵνα μὴ ʼν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ
γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν.
Πρύτανις ἔχοντα ταῦτʼ ἔδοξε τῇ βουλῇ σε δεῖν,
ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν.
Μνησίλοχος ἰαππαπαιάξ· ὦ κροκώθʼ οἷʼ εἴργασαι·
κοὐκ ἔστʼ ἔτʼ ἐλπὶς οὐδεμία σωτηρίας.
Χορός ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν,
ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶ
Χορός Παύσων σέβεται καὶ νηστεύει,
πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν
ἐς τὰς ὥρας ξυνεπευχόμενος
τοιαῦτα μέλειν θάμʼ ἑαυτῷ.
ὅρμα χώρει·
κοῦφα ποσὶν ἄγʼ ἐς κύκλον,
χειρὶ σύναπτε χεῖρα,
ῥυθμὸν χορείας ὕπαγε πᾶσα·
βαῖνε καρπαλίμοιν ποδοῖν.
ἐπισκοπεῖν δὲ πανταχῇ
κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.
- Χορός ἅμα δὲ καὶ
γένος Ὀλυμπίων θεῶν
μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ.
1a. Χορός εἰ δέ τις
προσδοκᾷ κακῶς ἐρεῖν
ἐν ἱερῷ γυναῖκά μʼ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.
1b. Χορός ἀλλὰ χρῆν
ὥσπερ ἔργον αὖ τι καινὸν
πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.
- Χορός πρόβαινε ποσὶ τὸν εὐλύραν
μέλπουσα καὶ τὴν τοξοφόρον
Ἄρτεμιν ἄνασσαν ἁγνήν.
χαῖρʼ ὦ ἑκάεργε,
ὄπαζε δὲ νίκην·
Ἥραν δὲ τὴν τελείαν
μέλψωμεν ὥσπερ εἰκός,
ἣ πᾶσι τοῖς χοροῖσιν ἐμπαίζει τε καὶ
κλῇδας γάμου φυλάττει.
- Χορός Ἑρμῆν τε νόμιον ἄντομαι
καὶ Πᾶνα καὶ Νύμφας φίλας
ἐπιγελάσαι προθύμως
ταῖς ἡμετέραισι
χαρέντα χορείαις.
ἔξαιρε δὴ προθύμως
διπλῆν χάριν χορείας.
παίσωμεν ὦ γυναῖκες οἷάπερ νόμος,
νηστεύωμεν δὲ πάντως.
Χορός ἀλλʼ εἶα πάλλʼ ἀνάστρεφʼ εὐρύθμῳ ποδί,
τόρευε πᾶσαν ᾠδήν·
ἡγοῦ δέ γʼ ὧδʼ αὐτὸς σὺ
κισσοφόρε Βάκχειε
δέσποτʼ· ἐγὼ δὲ κώμοις
σὲ φιλοχόροισι μέλψω.
- Χορός εὔιον ὦ Διόνυσε
Βρόμιε καὶ Σεμέλας παῖ,
χοροῖς τερπόμενος
κατʼ ὄρεα νυμφᾶν †ἐρατοῖσ† ἐν ὕμνοις,
εὔιον εὔιον εὐοῖ
. . . ἀναχορεύων.
- Χορός ἀμφὶ δὲ σοὶ κτυπεῖται
Κιθαιρώνιος ἠχώ,
μελάμφυλλά τʼ ὄρη
δάσκια καὶ νάπαι πετρώδεις βρέμονται·
κύκλῳ δὲ περὶ σὲ κισσὸς
εὐπέταλος ἕλικι θάλλει.
Εὐριπίδης φίλαι παρθένοι φίλαι, πῶς ἂν οὖν
ἐπέλθοιμι καὶ
τὸν Σκύθην λάθοιμι;
κλύεις; ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις,
κατάνευσον, ἔασον ὡς
τὴν γυναῖκά μʼ ἐλθεῖν.
Μνησίλοχος ἄνοικτος ὅς μʼ ἔδησε τὸν
πολυστονώτατον βροτῶν·
μόλις δὲ γραῖαν ἀποφυγὼν
σαπρὰν ἀπωλόμην ὅμως.
ὅδε γὰρ ὁ Σκύθης πάλαι μοι φύλαξ
ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν
κόραξι δεῖπνον. ὁρᾷς; οὐ
χοροῖσιν οὐδʼ ὑφʼ ἡλίκων νεανίδων
κημὸν ἕστηκʼ ἔχουσʼ,
ἀλλʼ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη
κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι,
γαμηλίῳ μὲν οὐ ξὺν
παιῶνι δεσμίῳ δὲ
γοᾶσθέ μʼ ὦ γυναῖκες, ὡς
μέλεα μὲν πέπονθα μέλεος,
ὦ τάλας ἐγὼ τάλας,
ἀπὸ δὲ συγγόνων τάλανʼ ἄνομα πάθεα,
φῶτά τε λιτομέναν, πολυδάκρυτον Ἀίδα
γόον †φεύγουσαν†
αἰαῖ αἰαῖ ἒ ἒ,
ὃς ἔμʼ ἀπεξύρησε πρῶτον,
ὃς ἐμὲ κροκόεντʼ ἐνέδυσεν·
ἐπὶ δὲ τοῖσδʼ ἐς τόδʼ ἀνέπεμψεν
ἱερόν, ἔνθα γυναῖκες.
ἰώ μοι μοίρας ἄτεγκτε δαίμων·
ὦ κατάρατος ἐγώ·
τίς ἐμὸν οὐκ ἐπόψεται
πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ—
τὸν βάρβαρον ἐξολέσειεν.
οὐ γὰρ ἔτʼ ἀθανάταν φλόγα λεύσσειν
ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην,
λαιμότμητʼ ἄχη δαιμόνων αἰόλαν
νέκυσιν ἐπὶ πορείαν.
Εὐριπίδης χαῖρʼ ὦ φίλη παῖ· τὸν δὲ πατέρα Κηφέα
ὅς σʼ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.
Μνησίλοχος σὺ δʼ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;
Εὐριπίδης Ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια,
ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ
Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην.
ἀλλʼ ὦ τέκνον σὲ μὲν τὸ σαυτῆς χρὴ ποιεῖν,
κλάειν ἐλεινῶς.
Μνησίλοχος σὲ δʼ ἐπικλάειν ὕστερον.
Εὐριπίδης ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλʼ ἄρχου λόγων.
Μνησίλοχος ὦ νὺξ ἱερὰ
ὡς μακρὸν ἵππευμα διώκεις
ἀστεροειδέα νῶτα διφρεύουσʼ
αἰθέρος ἱερᾶς
τοῦ σεμνοτάτου διʼ Ὀλύμπου;
Εὐριπίδης διʼ Ὀλύμπου.
Μνησίλοχος τί ποτʼ Ἀνδρομέδα περίαλλα κακῶν
μέρος ἐξέλαχον—
Εὐριπίδης μέρος ἐξέλαχον—
Μνησίλοχος θανάτου τλήμων;
Εὐριπίδης θανάτου τλήμων;
Μνησίλοχος ἀπολεῖς μʼ ὦ γραῦ στωμυλλομένη.
Εὐριπίδης στωμυλλομένη.
Μνησίλοχος νὴ Δίʼ ὀχληρά γʼ εἰσήρρηκας
λίαν.
Εὐριπίδης λίαν.
Μνησίλοχος ὦγάθʼ ἔασόν με μονῳδῆσαι,
καὶ χαριεῖ μοι. παῦσαι.
Εὐριπίδης παῦσαι.
Μνησίλοχος βάλλʼ ἐς κόρακας.
Εὐριπίδης βάλλʼ ἐς κόρακας.
Μνησίλοχος τί κακόν;
Εὐριπίδης τί κακόν;
Μνησίλοχος ληρεῖς.
Εὐριπίδης ληρεῖς.
Μνησίλοχος οἴμωζʼ.
Εὐριπίδης οἴμωζʼ.
Μνησίλοχος ὀτότυζʼ.
Εὐριπίδης ὀτότυζʼ.
Τοξότης οὖτος σί λαλῖς;
Εὐριπίδης οὖτος σί λαλῖς;
Τοξότης πρυτάνεις καλέσω;
Εὐριπίδης πρυτάνεις καλέσω;
Τοξότης σί κακόν;
Εὐριπίδης σί κακόν;
Τοξότης πῶτε τὸ πωνή;
Εὐριπίδης πῶτε τὸ πωνή;
Τοξότης σὺ λαλῖς;
Εὐριπίδης σὺ λαλῖς;
Τοξότης κλαύσει.
Εὐριπίδης κλαύσει.
Τοξότης κακκάσκι μοι;
Εὐριπίδης κακκάσκι μοι;
Μνησίλοχος μὰ Δίʼ ἀλλὰ γυνὴ πλησίον αὕτη.
Εὐριπίδης πλησίον αὕτη.
Τοξότης ποῦ στʼ ηʼ μιαρά; καὶ δὴ πεύγει.
ποῖ ποῖ πεύγεις;
Εὐριπίδης ποῖ ποῖ πεύγεις;
Τοξότης οὐ καιρήσεις;
Εὐριπίδης οὐ καιρήσεις;
Τοξότης ἔτι γὰρ γρύζεις;
Εὐριπίδης ἔτι γὰρ γρύζεις;
Τοξότης λαβὲ τὴ μιαρά.
Εὐριπίδης λαβὲ τὴ μιαρά.
Τοξότης λάλο καὶ κατάρατο γύναικο.
Εὐριπίδης ὦ θεοὶ τίνʼ ἐς γῆν βαρβάρων ἀφίγμεθα
ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος
τέμνων κέλευθον πόδα τίθημʼ ὑπόπτερον
Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος
κάρα κομίζων.
Τοξότης τί λέγι; τὴ Γόργος πέρι
τὸ γραμματέο σὺ τὴ κεπαλή;
Εὐριπίδης τὴν Γοργόνος
ἔγωγε φημί.
Τοξότης Γόργο τοι κἀγὼ λέγι.
Εὐριπίδης ἔα· τίνʼ ὄχθον τόνδʼ ὁρῶ καὶ παρθένον
θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;
Μνησίλοχος ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν,
λῦσόν με δεσμῶν.
Τοξότης οὐκὶ μὶ λαλῆσι σύ;
κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς;
Εὐριπίδης ὦ παρθένʼ οἰκτίρω σὲ κρεμαμένην ὁρῶν.
Τοξότης οὐ παρτένʼ ἐστίν, ἀλλʼ ἀμαρτωλὴ γέρων
καὶ κλέπτο καὶ πανοῦργο.
Εὐριπίδης ληρεῖς ὦ Σκύθα.
αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως.
Τοξότης σκέψαι τὸ κύστο· μή τι μικτὸν παίνεται;
Εὐριπίδης φέρε δεῦρό μοι τὴν χεῖρʼ, ἵνʼ ἅψωμαι κόρης·
φέρε Σκύθʼ· ἀνθρώποισι γὰρ νοσήματα
ἅπασίν ἐστιν· ἐμὲ δὲ καὐτὸν τῆς κόρης
ταύτης ἔρως εἴληφεν.
Τοξότης οὐ ζηλῶσί σε·
ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,
οὐκ ἐπτόνησά σʼ αὐτὸ πυγίζεις ἄγων.
Εὐριπίδης τί δʼ οὐκ ἐᾷς λύσαντά μʼ αὐτὴν ὦ Σκύθα
πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;
Τοξότης εἰ σπόδρʼ ἐπιτυμεῖς τὴ γέροντο πύγισο,
τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.
Εὐριπίδης μὰ Δίʼ ἀλλὰ λύσω δεσμά.
Τοξότης μαστιγῶ σʼ ἄρα.
Εὐριπίδης καὶ μὴν ποιήσω τοῦτο.
Τοξότης τὸ κεπαλή σʼ ἄρα
τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοϊ.
Εὐριπίδης αἰαῖ· τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους;
ἀλλʼ οὐ γὰρ ἂν δέξαιτο βάρβαρος φύσις.
σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ
μάτην ἀναλίσκοις ἄν, ἀλλʼ ἄλλην τινὰ
τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.
Τοξότης μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι.
Μνησίλοχος μέμνησο Περσεῦ μʼ ὡς καταλείπεις ἀθλίαν.
Τοξότης ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;
- Χορός Παλλάδα τὴν φιλόχορον ἐμοὶ
δεῦρο καλεῖν νόμος ἐς χορόν,
παρθένον ἄζυγα κούρην,
1a. Χορός ἣ πόλιν ἡμετέραν ἔχει
καὶ κράτος φανερὸν μόνη
κλῃδοῦχός τε καλεῖται.
Χορός φάνηθʼ ὦ τυράννους
στυγοῦσʼ ὥσπερ εἰκός.
1b. Χορός δῆμός τοί σε καλεῖ γυναικῶν·
ἔχουσα δέ μοι μόλοις
εἰρήνην φιλέορτον.
- Χορός ἥκετʼ εὔφρονες ἵλαοι,
πότνιαι, ἄλσος ἐς ὑμέτερον,
οὗ δὴ ἀνδράσιν οὐ θέμις εἰσορᾶν
ὄργια σεμνὰ θεοῖν, ἵνα λαμπάσι
φαίνετον ἄμβροτον ὄψιν.
μόλετον ἔλθετον, ἀντόμεθʼ ὦ
Θεσμοφόρω πολυποτνία,
- Χορός εἰ καὶ πρότερόν ποτʼ ἐπηκόω
ἤλθετον, ἔλθετε νῦν, ἀφίκεσθʼ ἱκετεύομεν
ἐνθάδε χἠμῖν.
Εὐριπίδης γυναῖκες εἰ βούλεσθε τὸν λοιπόν χρόνον
σπονδὰς ποιήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα,
ἐφʼ ᾧτʼ ἀκοῦσαι μηδὲν ὑπʼ ἐμοῦ μηδαμὰ
κακὸν τὸ λοιπόν. ταῦτʼ ἐπικηρυκεύομαι.
Χορός χρείᾳ δὲ ποίᾳ τόνδʼ ἐπεσφέρεις λόγον;
Εὐριπίδης ὅδʼ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός.
ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε
κακῶς ἀκούσητʼ· ἢν δὲ μὴ πίθησθέ μοι,
ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν
ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.
Χορός τὰ μὲν παρʼ ἡμῶν ἴσθι σοι πεπεισμένα·
τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.
Εὐριπίδης ἐμὸν ἔργον ἐστίν· καὶ σὸν ὦλάφιον ἅ σοι
καθʼ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν.
πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.
σὺ δʼ ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν.
Τοξότης τί τὸ βόμβο τοῦτο; κῶμο τίς ἀνεγεῖρί μοι
Εὐριπίδης ἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα.
ὀρχησομένη γὰρ ἔρχεθʼ ὡς ἄνδρας τινάς.
Τοξότης ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύσʼ ἐγώ.
ὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο.
Εὐριπίδης φέρε θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί·
καθιζομένη δʼ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου
τὼ πόδε πρότεινον, ἵνʼ ὑπολύσω.
Τοξότης ναῖκι ναὶ
κάτησο κάτησο, ναῖκι ναῖκι τυγάτριον.
οἴμʼ ὠς στέριπο τὸ τιττἴ, ὤσπερ γογγύλη.
Εὐριπίδης αὔλει σὺ θᾶττον· ἔτι δέδοικας τὸν Σκύθην;
Τοξότης καλό γε τὸ πυγή. κλαῦσί γʼ ἂν μὴ ʼνδον μένῃς.
ἀνακύπτι καὶ παρακύπτι ἀπεψωλημένος·
εἶεν· καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.
Εὐριπίδης καλῶς ἔχει. λαβὲ θοἰμάτιον· ὥρα ʼστὶ νῷν
ἤδη βαδίζειν.
Τοξότης οὐκὶ πιλῆσι πρῶτά με;
Εὐριπίδης πάνυ γε· φίλησον αὐτόν.
Τοξότης ὂ ὂ ὂ παπαπαπαῖ,
ὠς γλυκερὸ τὸ γλῶσσʼ, ὤσπερ Ἀττικὸς μέλις.
τί οὐ κατεύδει παρʼ ἐμέ;
Εὐριπίδης χαῖρε τοξότα,
οὐ γὰρ γένοιτʼ ἂν τοῦτο.
Τοξότης ναὶ ναὶ γρᾴδιο.
ἐμοὶ κάρισο σὺ τοῦτο.
Εὐριπίδης δώσεις οὖν δραχμήν;
Τοξότης ναὶ ναῖκι δῶσι.
Εὐριπίδης τἀργύριον τοίνυν φέρε.
Τοξότης ἀλλʼ οὐκ ἔκὠδέν· ἀλλὰ τὸ συβήνην λαβέ.
Εὐριπίδης ἔπειτα † κομίζεις αὐτοῖς.†
Τοξότης ἀκολούτι τέκνον.
σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.
ὄνομα δέ σοι τί ἔστιν;
Εὐριπίδης Ἀρτεμισία.
Τοξότης μεμνῆσι τοίνυν τοὔνομʼ· Ἀρταμουξία.
Εὐριπίδης Ἑρμῆ δόλιε ταυτὶ μὲν ἔτι καλῶς ποιεῖς.
σὺ μὲν οὖν ἀπότρεχε παιδάριον τουτὶ λαβών·
ἐγὼ δὲ λύσω τόνδε. σὺ δʼ ὅπως ἀνδρικῶς
ὅταν λυθῇς τάχιστα θεύξει καὶ τενεῖς
ὡς τὴν γυναῖκα καὶ τὰ παιδἴ οἴκαδε.
Μνησίλοχος ἐμοὶ μελήσει ταῦτά γʼ ἢν ἅπαξ λυθῶ.
Εὐριπίδης λέλυσο. σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην
ἥκοντα καταλαβεῖν.
Μνησίλοχος ἐγὼ δὴ τοῦτο δρῶ.
Τοξότης ὦ γρᾴδιʼ ὠς καρίεντό σοι τὸ τυγάτριον,
κοὐ δύσκολʼ ἀλλὰ πρᾶο. ποῦ τὸ γρᾴδιο;
οἴμʼ ὠς ἀπόλωλο· ποῦ τὸ γέροντʼ ἐντευτενί;
ὦ γρᾴδιʼ, ὦ γρᾷ. οὐκ ἐπαινῶ γρᾴδιο.
Ἀρταμουξία.
διέβαλλέ μʼ ηʼ γραῦς. ἀπότρεκʼ ὠς τάκιστα σύ·
ὀρτῶς δὲ συβήνη ʼστί· καταβηνῆσι γάρ.
οἴμοι,
τί δρᾶσι; ποῖ τὸ γρᾴδιʼ; Ἀρταμουξία.
Χορός τὴν γραῦν ἐρωτᾷς, ἣ ʼφερεν τὰς πηκτίδας;
Τοξότης ναὶ ναῖκι. εἶδες αὐτό;
Χορός ταύτῃ γʼ οἴχεται
αὐτή τʼ ἐκείνη καὶ γέρων τις εἵπετο.
Τοξότης κροκῶτʼ ἔκοντο τὴ γέροντο;
Χορός φήμʼ ἐγώ.
ἔτʼ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.
Τοξότης ὦ μιαρὸ γρᾶο· πότερα τρέξι τὴν ὀδό;
Ἀρταμουξία.
Χορός ὀρθὴν ἄνω δίωκε. ποῖ θεῖς; οὐ πάλιν
τῃδὶ διώξει; σʼ τοὔμπαλιν τρέχεις σύ γε.
Τοξότης κακόδαιμον, ἀλλὰ τρέξι. Ἀρταμουξία.
Χορός τρέχε νυν κατὰ τοὺς κόρακας ἐπουρίσας, τρέχε.
ἀλλὰ πέπαισται μετρίως ἡμῖν·
ὥσθʼ ὥρα δή ʼστι βαδίζειν
οἴκαδʼ ἑκάστῃ. τὼ Θεσμοφόρω δʼ
ἡμῖν ἀγαθὴν
τούτων χάριν ἀνταποδοίτην.