Wasps
Wasps Classical Aristophanes GreekΣωσίας Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία;
Ξανθίας φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.
Σωσίας κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα.
ἆρʼ οἶσθά γʼ οἷον κνώδαλον φυλάττομεν;
Ξανθίας οἶδʼ, ἀλλʼ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.
Σωσίας σὺ δʼ οὖν παρακινδύνευʼ, ἐπεὶ καὐτοῦ γʼ ἐμοῦ
κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ.
Ξανθίας ἀλλʼ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;
Σωσίας οὔκ, ἀλλʼ ὕπνος μʼ ἔχει τις ἐκ Σαβαζίου.
Ξανθίας τὸν αὐτὸν ἄρʼ ἐμοὶ βουκολεῖς Σαβάζιον.
κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο
Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος·
καὶ δῆτʼ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.
Σωσίας κἄγωγʼ ἀληθῶς οἷον οὐδεπώποτε.
ἀτὰρ σὺ λέξον πρότερος.
Ξανθίας ἐδόκουν αἰετὸν
καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ
ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα
φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν,
κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.
Σωσίας οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.
Ξανθίας πῶς δή;
Σωσίας προσερεῖ τις τοῖσι συμπόταις, λέγων
τί ταὐτὸν ἐν γῇ τʼ ἀπέβαλεν κἀν οὐρανῷ
κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα;
Ξανθίας οἴμοι τί δῆτά μοι κακὸν γενήσεται
ἰδόντι τοιοῦτον ἐνύπνιον;
Σωσίας μὴ φροντίσῃς.
οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς.
Ξανθίας δεινόν γέ ποὔστʼ ἄνθρωπος ἀποβαλὼν ὅπλα.
ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.
Σωσίας ἀλλʼ ἐστὶν μέγα.
περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.
Ξανθίας λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος.
Σωσίας ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ
ἐκκλησιάζειν πρόβατα συγκαθήμενα,
βακτηρίας ἔχοντα καὶ τριβώνια·
κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει
δημηγορεῖν φάλαινα πανδοκεύτρια,
ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός.
Ξανθίας αἰβοῖ.
Σωσίας τί ἔστι;
Ξανθίας παῦε παῦε, μὴ λέγε·
ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.
Σωσίας εἶθʼ ἡ μιαρὰ φάλαινʼ ἔχουσα τρυτάνην
ἵστη βόειον δημόν.
Ξανθίας οἴμοι δείλαιος·
τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.
Σωσίας ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον
χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.
εἶτʼ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας,
ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει.
Ξανθίας ὀρθῶς γε τοῦτʼ Ἀλκιβιάδης ἐτραύλισεν.
Σωσίας οὔκουν ἐκεῖνʼ ἀλλόκοτον, ὁ Θέωρος κόραξ
γιγνόμενος;
Ξανθίας ἥκιστʼ, ἀλλʼ ἄριστον.
Σωσίας πῶς;
Ξανθίας ὅπως;
ἄνθρωπος ὢν εἶτʼ ἐγένετʼ ἐξαίφνης κόραξ·
οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι
ἀρθεὶς ἀφʼ ἡμῶν ἐς κόρακας οἰχήσεται;
Σωσίας εἶτʼ οὐκ ἐγὼ δοὺς δύʼ ὀβολὼ μισθώσομαι
οὕτως ὑποκρινόμενον σοφῶς ὀνείρατα;
Ξανθίας φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον,
ὀλίγʼ ἄτθʼ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί,
μηδὲν παρʼ ἡμῶν προσδοκᾶν λίαν μέγα,
μηδʼ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον.
ἡμῖν γὰρ οὐκ ἔστʼ οὔτε κάρυʼ ἐκ φορμίδος
δούλω διαρριπτοῦντε τοῖς θεωμένοις,
οὔθʼ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος,
οὐδʼ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης·
οὐδʼ εἰ Κλέων γʼ ἔλαμψε τῆς τύχης χάριν,
αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν.
ἀλλʼ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον,
ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον,
κωμῳδίας δὲ φορτικῆς σοφώτερον.
ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ
ἅνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους.
οὗτος φυλάττειν τὸν πατέρʼ ἐπέταξε νῷν,
ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ʼξίῃ.
νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ,
ἣν οὐδʼ ἂν εἷς γνοίη ποτʼ οὐδʼ ἂν ξυμβάλοι
εἰ μὴ πύθοιθʼ ἡμῶν· ἐπεὶ τοπάζετε.
Ἀμυνίας μὲν ὁ Προνάπους φήσʼ οὑτοσὶ
εἶναι φιλόκυβον αὐτόν· ἀλλʼ οὐδὲν λέγει.
Σωσίας μὰ Δίʼ, ἀλλʼ ἀφʼ αὑτοῦ τὴν νόσον τεκμαίρεται.
Ξανθίας οὔκ, ἀλλὰ φιλο μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.
ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον
εἶναι φιλοπότην αὐτόν.
Σωσίας οὐδαμῶς γʼ, ἐπεὶ
αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος.
Ξανθίας Νικόστρατος δʼ αὖ φησιν ὁ Σκαμβωνίδης
εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον.
Σωσίας μὰ τὸν κύνʼ ὦ Νικόστρατʼ οὐ φιλόξενος,
ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.
Ξανθίας ἄλλως φλυαρεῖτʼ· οὐ γὰρ ἐξευρήσετε.
εἰ δὴ ʼπιθυμεῖτʼ εἰδέναι, σιγᾶτε νῦν.
φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου.
φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ,
ἐρᾷ τε τούτου, τοῦ δικάζειν, καὶ στένει
ἢν μὴ ʼπὶ τοῦ πρώτου καθίζηται ξύλου.
ὕπνου δʼ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην.
ἢν δʼ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ
ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν.
ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γʼ ἔχειν εἰωθέναι
τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται,
ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ.
καὶ νὴ Δίʼ ἢν ἴδῃ γέ που γεγραμμένον
υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν,
ἰὼν παρέγραψε πλησίον κημὸς καλός.
τὸν ἀλεκτρυόνα δʼ, ὃς ᾖδʼ ἀφʼ ἑσπέρας, ἔφη
ὄψʼ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον,
παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα.
εὐθὺς δʼ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας,
κἄπειτʼ ἐκεῖσʼ ἐλθὼν προκαθεύδει πρῲ πάνυ,
ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι.
ὑπὸ δυσκολίας δʼ ἅπασι τιμῶν τὴν μακρὰν
ὥσπερ μέλιττʼ ἢ βομβυλιὸς εἰσέρχεται
ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος.
ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ,
ἵνʼ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει.
τοιαῦτʼ ἀλύει· νουθετούμενος δʼ ἀεὶ
μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν
μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ʼξίῃ.
ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.
καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος
ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον
μηδʼ ἐξιέναι θύραζʼ, ὁ δʼ οὐκ ἐπείθετο.
εἶτʼ αὐτὸν ἀπέλου κἀκάθαιρʼ, ὁ δʼ οὐ μάλα.
μετὰ τοῦτʼ ἐκορυβάντιζʼ, ὁ δʼ αὐτῷ τυμπάνῳ
ᾄξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών.
ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει,
διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν
νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ,
ὁ δʼ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.
ἐντεῦθεν οὐκέτʼ αὐτὸν ἐξεφρίεμεν,
ὁ δʼ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν
καὶ τῶν ὀπῶν· ἡμεῖς δʼ ὅσʼ ἦν τετρημένα
ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν,
ὁ δʼ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους
ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτʼ ἐξήλλετο.
ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις
καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν.
ἔστιν δʼ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων
ναὶ μὰ Δία, τῷ δʼ υἱεῖ γε τῳδὶ Βδελυκλέων,
ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας.
Βδελυκλέων ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;
Ξανθίας οἴμοι.
Σωσίας τί ἔστι;
Ξανθίας Βδελυκλέων ἀνίσταται.
Βδελυκλέων οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρʼ ἅτερος;
ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε
καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλʼ ἄθρει
κατὰ τῆς πυέλου τὸ τρῆμʼ ὅπως μὴ ʼκδύσεται·
σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.
Σωσίας ταῦτʼ ὦ δέσποτα.
Βδελυκλέων ἄναξ Πόσειδον τί ποτʼ ἄρʼ ἡ κάπνη ψοφεῖ;
οὗτος τίς εἶ σύ;
Φιλοκλέων καπνὸς ἔγωγʼ ἐξέρχομαι.
Βδελυκλέων καπνός; φέρʼ ἴδω ξύλου τίνος σύ.
Φιλοκλέων συκίνου.
Βδελυκλέων νὴ τὸν Δίʼ ὅσπερ γʼ ἐστὶ δριμύτατος καπνῶν.
ἀτὰρ οὐκέτʼ ἐρρήσεις γε, ποῦ ʼσθʼ ἡ τηλία;
δύου πάλιν· φέρʼ ἐπαναθῶ σοι καὶ ξύλον.
ἐνταῦθά νυν ζήτει τινʼ ἀλλην μηχανήν.
ἀτὰρ ἄθλιός γʼ εἴιμʼ ὡς ἕτερός γʼ οὐδεὶς ἀνήρ,
ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.
Σωσίας ὅδε τὴν θύραν ὠθεῖ·
Βδελυκλέων πιέζέ νυν σφόδρα,
εὖ κἀνδρικῶς· κἀγὼ γὰρ ἐνταῦθʼ ἔρχομαι.
καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ
φύλατθʼ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.
Φιλοκλέων τί δράσετʼ; οὐκ ἐκφρήσετʼ ὦ μιαρώτατοι
δικάσοντά μʼ, ἀλλʼ ἐκφεύξεται Δρακοντίδης;
Βδελυκλέων σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;
Φιλοκλέων ὁ γὰρ θεὸς
μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ,
ὅταν τις ἐκφύγῃ μʼ ἀποσκλῆναι τότε.
Βδελυκλέων Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος.
Φιλοκλέων ἴθʼ ἀντιβολῶ σʼ ἔκφρες με, μὴ διαρραγῶ.
Βδελυκλέων μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε.
Φιλοκλέων διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.
Βδελυκλέων ἀλλʼ οὐκ ἔχεις ὀδόντας.
Φιλοκλέων οἴμοι δείλαιος·
τῶς ἄν σʼ ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος
ὅπως τάχιστʼ, ἢ πινάκιον τιμητικόν.
Βδελυκλέων ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.
Φιλοκλέων μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλʼ ἀποδόσθαι βούλομαι
τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις·
νουμηνία γάρ ἐστιν.
Βδελυκλέων οὔκουν κἂν ἐγὼ
αὐτὸν ἀποδοίμην δῆτʼ ἄν;
Φιλοκλέων οὐχ ὥσπερ γʼ ἐγώ.
Βδελυκλέων μὰ Δίʼ ἀλλʼ ἄμεινον.
Φιλοκλέων ἀλλὰ τὸν ὄνον ἔξαγε.
Σωσίας οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,
ἵνʼ αὐτὸν ἐκπέμψειας.
Βδελυκλέων ἀλλʼ οὐκ ἔσπασεν
ταύτῃ γʼ· ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου.
ἀλλʼ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ
ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν.
κάνθων τί κλάεις; ὅτι πεπράσει τήμερον;
βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις
Ὀδυσσέα τινʼ;
Σωσίας ἀλλὰ ναὶ μὰ Δία φέρει
κάτω γε τουτονί τινʼ ὑποδεδυκότα.
Βδελυκλέων ποῖον; φέρʼ ἴδωμαι τουτονί. τουτὶ τί ἦν;
τίς εἶ ποτʼ ὦνθρωπʼ ἐτεόν;
Φιλοκλέων Οὖτις νὴ Δία.
Βδελυκλέων Οὖτις σύ; ποδαπός;
Φιλοκλέων Ἴθακος Ἀποδρασιππίδου.
Βδελυκλέων Οὖτις μὰ τὸν Δίʼ οὔτι χαιρήσων γε σύ.
ὕφελκε θᾶττον αὐτόν. ὦ μιαρώτατος
ἵνʼ ὑποδέδυκεν· ὥστʼ ἔμοιγʼ ἰνδάλλεται
ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.
Φιλοκλέων εἰ μή μʼ ἐάσεθʼ ἥσυχον, μαχούμεθα.
Βδελυκλέων περὶ τοῦ μαχεῖ νῷν δῆτα;
Φιλοκλέων περὶ ὄνου σκιᾶς.
Βδελυκλέων πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.
Φιλοκλέων ἐγὼ πονηρός; οὐ μὰ Δίʼ ἀλλʼ οὐκ οἶσθα σὺ
νῦν μʼ ὄντʼ ἄριστον· ἀλλʼ ἴσως, ὅταν φάγῃς
ὑπογάστριον γέροντος ἡλιαστικοῦ.
Βδελυκλέων ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν.
Φιλοκλέων ὦ ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε.
Βδελυκλέων ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης.
ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,
καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν,
καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν
ἀνύσας τι προσκύλισον.
Σωσίας οἴμοι δείλαιος·
πόθεν ποτʼ ἐμπέπτωκέ μοι τὸ βωλίον;
Βδελυκλέων ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.
Σωσίας μῦς; οὐ μὰ Δίʼ ἀλλʼ ὑποδυόμενός τις οὑτοσὶ
ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας.
Βδελυκλέων οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται·
ἐκπτήσεται. ποῦ ποῦ ʼστί μοι τὸ δίκτυον;
σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δίʼ ἦ μοι κρεῖττον ἦν
τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.
Σωσίας ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,
κοὐκ ἔσθʼ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι,
τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;
Βδελυκλέων ἀλλʼ ὦ πόνηρʼ ἥξουσιν ὀλίγον ὕστερον
οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ
τὸν πατέρα.
Σωσίας τίλέγεις; ἀλλὰ νῦν γʼ ὄρθρος βαθύς.
Βδελυκλέων νὴ τὸν Δίʼ, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.
ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσʼ ἀεί,
λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη
ἀρχαῖα μελισιδωνοφρυνιχήρατα,
οἷς ἐκκαλοῦνται τοῦτον.
Σωσίας οὐκοῦν, ἢν δέῃ,
ἤδη ποτʼ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.
Βδελυκλέων ἀλλʼ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ
τὸ τῶν γερόντων, ἔσθʼ ὅμοιον σφηκιᾷ.
ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος
ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες
πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.
Σωσίας μὴ φροντίσῃς· ἐὰν ἐγὼ λίθους ἔχω,
πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.
Χορός χώρει πρόβαινʼ ἐρρωμένως. ὦ Κωμία βραδύνεις.
μὰ τὸν Δίʼ οὐ μέντοι πρὸ τοῦ γʼ, ἀλλʼ ἦσθʼ ἱμὰς κύνειος·
νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν.
ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν,
Εὐεργίδης ἆρʼ ἐστί που ʼνταῦθʼ ἢ Χάβης ὁ Φλυεύς;
πάρεσθʼ ὃ δὴ λοιπόν γʼ ἔτʼ ἐστίν, ἀππαπαῖ παπαιάξ,
ἥβης ἐκείνης ἡνίκʼ ἐν Βυζαντίῳ ξυνῆμεν
φρουροῦντʼ ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρ
τῆς ἀρτοπώλιδος λαθόντʼ ἐκλέψαμεν τὸν ὅλμον,
κᾆθʼ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.
ἀλλʼ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί·
σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν.
χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτʼ ἐν ὥρᾳ
ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν
ἐπʼ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ
σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι.
χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν,
μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.
Παίς τὸν πηλὸν ὦ πάτερ πάτερ τουτονὶ φύλαξαι.
Χορός κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον.
Παίς οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.
Χορός τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδʼ ὠθεῖς,
καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε;
οὐ γὰρ δάκνει σʼ, ὅταν δέῃ τίμιον πρίασθαι.
Παίς εἰ νὴ Δίʼ αὖθις κονδύλοις νουθετήσεθʼ ἡμᾶς,
ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδʼ αὐτοί·
κἄπειτʼ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς
τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.
Χορός ἦ μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω.
ἀλλʼ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι·
κοὐκ ἔσθʼ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον
ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι.
ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες·
φιλεῖ δʼ, ὅταν τοῦτʼ ᾖ, ποιεῖν ὑετὸν μάλιστα.
δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ʼστι πρῷα
ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς.
τί χρῆμʼ ἄρʼ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς
πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;
οὐ μὴν πρὸ τοῦ γʼ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν
ἡγεῖτʼ ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρ
φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδʼ ὦνδρες
ᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας
τοὐμοῦ μέλους ὑφʼ ἡδονῆς ἑρπύσῃ θύραζε.
- Χορός τί ποτʼ οὐ πρὸ θυρῶν φαίνετʼ ἄρʼ ἡμῖν ὁ γέρων οὐδʼ ὑπακούει;
μῶν ἀπολώλεκε τὰς
ἐμβάδας, ἢ προσέκοψʼ ἐν
τῷ σκότῳ τὸν δάκτυλόν που,
εἶτʼ ἐφλέγμηνεν αὐτοῦ
τὸ σφυρὸν γέροντος ὄντος;
καὶ τάχʼ ἂν βουβωνιῴη.
ἦ μὴν πολὺ δριμύτατός γʼ ἦν τῶν παρʼ ἡμῖν,
καὶ μόνος οὐκ ἂν ἐπείθετʼ,
ἀλλʼ ὁπότʼ ἀντιβολοίη
τις, κάτω κύπτων ἂν οὕτω
λίθον ἕψεις, ἔλεγεν.
- Χορός τάχα δʼ ἂν διὰ τὸν χθιζινὸν ἄνθρωπον, ὃς ἡμᾶς διεδύετʼ
ἐξαπατῶν καὶ λέγων
ὡς φιλαθήναιος ἦν καὶ
τἀν Σάμῳ πρῶτος κατείποι,
διὰ τοῦτʼ ὀδυνηθεὶς
εἶτʼ ἴσως κεῖται πυρέττων.
ἔστι γὰρ τοιοῦτος ἁνήρ.
ἀλλʼ ὦγάθʼ ἀνίστασο μηδʼ οὕτω σεαυτὸν
ἔσθιε μηδʼ ἀγανάκτει.
καὶ γὰρ ἀνὴρ παχὺς ἥκει
τῶν προδόντων τἀπὶ Θρᾴκης·
ὃν ὅπως ἐγχυτριεῖς.
ὕπαγʼ ὦ παῖ ὕπαγε.
- Παίς ἐθελήσεις τί μοι οὖν ὦ
πάτερ, ἤν σού τι δεηθῶ;
Χορός πάνυ γʼ ὦ παιδίον. ἀλλʼ εἰπέ,
τί βούλει με πρίασθαι
καλόν; οἶμαι δέ σʼ ἐρεῖν ἀστραγάλους
δήπουθεν ὦ παῖ.
Παίς μὰ Δίʼ ἀλλʼ ἰσχάδας ὦ παππία·
ἥδιον γάρ.
Χορός οὐκ ἂν
μὰ Δίʼ, εἰ κρέμαισθέ γʼ ὑμεῖς.
Παίς μὰ Δίʼ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν.
Χορός ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου
τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον·
ἒ ἔ. σὺ δὲ σῦκά μʼ αἰτεῖς.
- Παίς ἄγε νυν ὦ πάτερ ἢν μὴ
τὸ δικαστήριον ἅρχων
καθίσῃ νῦν, πόθεν ὠνησόμεθʼ
ἄριστον; ἔχεις ἐλπίδα
χρηστήν τινα νῷν ἢ
πόρον Ἕλλας ἱρὸν εὑρεῖν;
Χορός ἀπαπαῖ φεῦ, ἀπαπαῖ φεῦ,
μὰ Δίʼ οὐκ ἔγωγε νῷν οἶδʼ
ὁπόθεν γε δεῖπνον ἔσται.
Παίς τί με δῆτʼ ὦ μελέα μῆτερ ἔτικτες;
Χορός ἵνʼ ἐμοὶ πράγματα βόσκειν παρέχῃς.
Παίς ἀνόνητον ἄρʼ ὦ θυλάκιόν σʼ εἶχον ἄγαλμα.
ἒ ἔ. πάρα νῷν στενάζειν.
Φιλοκλέων φίλοι, τήκομαι μὲν
πάλαι διὰ τῆς ὀπῆς
ὑμῶν ὑπακούων.
ἀλλὰ γὰρ οὐχ οἷός τʼ εἴμʼ
ᾄδειν. τί ποιήσω;
τηροῦμαι δʼ ὑπὸ τῶνδʼ, ἐπεὶ
βούλομαί γε πάλαι μεθʼ ὑμῶν
ἐλθὼν ἐπὶ τοὺς καδίσκους
κακόν τι ποιῆσαι.
ἀλλʼ ὦ Ζεῦ Ζεῦ μέγα βροντήσας
ἤ με ποίησον καπνὸν ἐξαίφνης
ἢ Προξενίδην ἢ τὸν Σέλλου
τοῦτον τὸν ψευδαμάμαξυν.
τόλμησον ἄναξ χαρίσασθαί μοι,
πάθος οἰκτίρας· ἤ με κεραυνῷ
διατινθαλέῳ σπόδισον ταχέως,
κἄπειτʼ ἀνελών μʼ ἀποφυσήσας
εἰς ὀξάλμην ἔμβαλε θερμήν·
ἢ δῆτα λίθον με ποίησον ἐφʼ οὗ
τὰς χοιρίνας ἀριθμοῦσι.
- Χορός τίς γάρ ἐσθʼ ὁ ταῦτά σʼ εἵργων
κἀποκλῄων τῇ θύρᾳ; λέξον·
πρὸς εὔνους γὰρ φράσεις.
Φιλοκλέων οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνει
οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλʼ ὕφεσθε τοῦ τόνου.
Χορός τοῦ δʼ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται;
καὶ τίνα πρόφασιν ἔχων;
Φιλοκλέων οὐκ ἐᾷ μʼ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν,
ἀλλά μʼ εὐωχεῖν ἕτοιμός ἐστʼ· ἐγὼ δʼ οὐ βούλομαι.
- Χορός τοῦτʼ ἐτόλμησʼ ὁ μιαρὸς χανεῖν
ὁ Δημολογοκλέων ὅδʼ,
ὅτι λέγεις σύ τι περὶ τῶν νεῶν
ἀληθές. οὐ γὰρ ἄν ποθʼ
οὗτος ἁνὴρ τοῦτʼ ἐτόλμησεν
λέγειν, εἰ
μὴ ξυνωμότης τις ἦν.
Χορός ἀλλʼ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν,
ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει.
Φιλοκλέων τίς ἂν οὖν εἴη; ζητεῖθʼ ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην·
οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.
Χορός ἔστιν ὀπὴ δῆθʼ ἥντινʼ ἂν ἔνδοθεν οἷός τʼ εἴης διορύξαι,
εἶτʼ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς;
Φιλοκλέων πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδʼ εἰ σέρφῳ διαδῦναι.
ἀλλʼ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς· ὀπίαν δʼ οὐκ ἔστι γενέσθαι.
Χορός μέμνησαι δῆθʼ, ὅτʼ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους
ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω.
Φιλοκλέων οἶδʼ· ἀλλὰ τί τοῦτʼ; οὐδὲν γὰρ τοῦτʼ ἐστὶν ἐκείνῳ προσόμοιον.
ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόν τʼ αὐτὸς ἐμαυτοῦ,
Φιλοκλέων κοὐδείς μʼ ἐφύλαττʼ, ἀλλʼ ἐξῆν μοι
φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις
ἄνδρες ὁπλῖται διαταξάμενοι
κατὰ τὰς διόδους σκοπιωροῦνται,
τὼ δὲ δύʼ αὐτῶν ἐπὶ ταῖσι θύραις
ὥσπερ με γαλῆν κρέα κλέψασαν
τηροῦσιν ἔχοντʼ ὀβελίσκους.
- Χορός ἀλλὰ καὶ νῦν ἐκπόριζε
μηχανὴν ὅπως τάχισθʼ· ἕως
γάρ, ὦ μελίττιον.
Φιλοκλέων διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.
ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.
Χορός ταῦτα μὲν πρὸς ἀνδρός ἐστʼ ἄνοντος ἐς σωτηρίαν.
ἀλλʼ ἔπαγε τὴν γνάθον.
Φιλοκλέων διατέτρωκται τοῦτό γʼ. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,
ἀλλὰ τηρώμεσθʼ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.
- Χορός μηδὲν ὦ τᾶν δέδιθι, μηδέν·
ὡς ἐγὼ τοῦτόν γʼ, ἐὰν γρύξῃ
τι, ποιήσω δακεῖν τὴν
καρδίαν καὶ τὸν περὶ ψυχῆς
δρόμον δραμεῖν, ἵνʼ εἰδῇ
μὴ πατεῖν τὰ
τοῖν θεοῖν ψηφίσματα.
Χορός ἀλλʼ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα
δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.
Φιλοκλέων ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μʼ ἐσκαλαμᾶσθαι
κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.
Χορός ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες
ὥστʼ οὐ δυνατόν σʼ εἵργειν ἔσται· τοιαῦτα ποιήσομεν ἡμεῖς.
Φιλοκλέων δράσω τοίνυν ὑμῖν πίσυνος, καὶ — μανθάνετʼ; — ἤν τι πάθω ʼγώ,
ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μʼ ὑπὸ τοῖσι δρυφάκτοις.
Χορός οὐδὲν πείσει· μηδὲν δείσῃς. ἀλλʼ ὦ βέλτιστε καθίει
σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.
Φιλοκλέων ὦ Λύκε δέσποτα, γείτων ἥρως· σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι,
τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς·
ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθʼ ἵνα ταῦτʼ ἀκροῷο,
κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι.
ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον·
κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδʼ ἀποπάρδω.
Βδελυκλέων οὗτος ἐγείρου.
Ξανθίας τί τὸ πρᾶγμʼ;
Βδελυκλέων ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται.
Ξανθίας μῶν ὁ γέρων πῃ διαδύεται αὖ;
Βδελυκλέων μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ καθιμᾷ
αὑτὸν δήσας.
Ξανθίας ὦ μιαρώτατε τί ποιεῖς; οὐ μὴ καταβήσει;
Βδελυκλέων ἀνάβαινʼ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε,
ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.
Φιλοκλέων οὐ ξυλλήψεσθʼ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι,
ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε;
πότε δʼ, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μʼ εἴσω μᾶλλον ἄγεσθαι;
Χορός εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν,
ἥνπερ, ἡνίκʼ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν;
νῦν ἐκεῖνο νῦν ἐκεῖνο
τοὐξύθυμον, ᾧ κολαζόμεσθα,
κέντρον †ἐντέτατʼ ὀξύ†.
ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία,
θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτʼ ἀγγέλλετε,
καὶ κελεύετʼ αὐτὸν ἥκειν
ὡς ἐπʼ ἄνδρα μισόπολιν
ὄντα κἀπολούμενον, ὅτι
τόνδε λόγον ἐσφέρει,
μὴ δικάζειν δίκας.
Βδελυκλέων ὦγαθοὶ τὸ πρᾶγμʼ ἀκούσατʼ, ἀλλὰ μὴ κεκράγετε.
Χορός νὴ Δίʼ ἐς τὸν οὐρανόν γʼ.
Βδελυκλέων ὡς τοῦδʼ ἐγὼ οὐ μεθήσομαι.
Χορός ταῦτα δῆτʼ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής;
ὦ πόλις καὶ Θεώρου θεοισεχθρία,
κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.
Ξανθίας Ἡράκλεις καὶ κέντρʼ ἔχουσιν. οὐχ ὁρᾷς ὦ δέσποτα;
Βδελυκλέων οἷς γʼ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.
Χορός καὶ σέ γʼ αὐτοῖς ἐξολοῦμεν· ἀλλὰ πᾶς ἐπίστρεφε
δεῦρο κἀξείρας τὸ κέντρον εἶτʼ ἐπʼ αὐτὸν ἵεσο,
ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος,
ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν.
Ξανθίας τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δίʼ, εἰ μαχούμεθα·
ὡς ἔγωγʼ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.
Χορός ἀλλʼ ἀφίει τὸν ἄνδρʼ· εἰ δὲ μή, φήμʼ ἐγὼ
τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.
Φιλοκλέων εἶά νυν ὦ ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι,
οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθʼ ὠργισμένοι,
οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.
Βδελυκλέων ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα,
καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί·
εἰ δὲ μή, ʼν πέδαις παχείαις οὐδὲν ἀριστήσετε.
ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.
Χορός εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.
Φιλοκλέων ὦ Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη,
περιορᾷς οὕτω μʼ ὑπʼ ἀνδρῶν βαρβάρων χειρούμενον,
οὓς ἐγὼ ʼδίδαξα κλάειν τέτταρʼ ἐς τὴν χοίνικα;
Χορός εἶτα δῆτʼ οὐ πόλλʼ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά;
δηλαδή· καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην
πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι
διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα,
καὶ κυνᾶς· καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει,
ὥστε μὴ ῥιγῶν ἑκάστοτʼ· ἀλλὰ τούτοις γʼ οὐκ ἔνι
οὐδʼ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.
Φιλοκλέων οὐκ ἀφήσεις οὐδὲ νυνί μʼ ὦ κάκιστον θηρίον,
οὐδʼ ἀναμνησθεὶς ὅθʼ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε
προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρʼ εὖ κἀνδρικῶς,
ὥστε σε ζηλωτὸν εἶναι; σὺ δʼ ἀχάριστος ἦσθʼ ἄρα.
ἀλλʼ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν.
Χορός ἀλλὰ τούτων μὲν τάχʼ ἡμῖν δώσετον καλὴν δίκην,
οὐκέτʼ ἐς μακρὰν ἵνʼ εἰδῆθʼ οἷός ἐστʼ ἀνδρῶν τρόπος
ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.
Βδελυκλέων παῖε παἶ ὦ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας.
Ξανθίας ἀλλὰ δρῶ τοῦτʼ· ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.
Σωσίας οὐχὶ σοῦσθʼ; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε; παῖε τῷ ξύλῳ.
Ξανθίας καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.
ἆρʼ ἐμέλλομέν ποθʼ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.
Βδελυκλέων ἀλλὰ μὰ Δίʼ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες,
εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες.
Χορός ἆρα δῆτʼ οὐκ αὐτὰ δῆλα
τοῖς πένησιν, ἡ τυραννὶς
†ὡς λάθρᾳ γʼ ἐλάνθανʼ ὑπιοῦσά με,†
εἰ σύ γʼ ὦ πόνῳ πόνηρε καὶ κομηταμυνία
τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις,
οὔτε τινʼ ἔχων πρόφασιν
οὔτε λόγον εὐτράπελον,
αὐτὸς ἄρχων μόνος;
Βδελυκλέων ἔσθʼ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς
ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;
Χορός σοὐς λόγους ὦ μισόδημε καὶ μοναρχίας ἐραστά,
καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα
στεμμάτων τήν θʼ ὑπήνην ἄκουρον τρέφων;
Βδελυκλέων νὴ Δίʼ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς
μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.
Χορός οὐδὲ μὴν οὐδʼ ἐν σελίνῳ σοὐστὶν οὐδʼ ἐν πηγάνῳ·
τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν.
ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλʼ ὅταν ξυνήγορος
ταὐτὰ ταῦτα σου καταντλῇ καὶ ξυνωμότας καλῇ.
Βδελυκλέων ἆρʼ ἂν ὦ πρὸς τῶν θεῶν ὑμεῖς ἀπαλλαχθεῖτέ μου;
ἢ δέδοκταί μοι δέρεσθαι καὶ δέρειν διʼ ἡμέρας;
Χορός οὐδέποτέ γʼ, οὐχ ἕως ἄν τί μου λοιπὸν ᾖ,
ὅστις ἡμῶν ἐπὶ τυραννίδʼ ὧδʼ ἐστάλης.
Βδελυκλέων ὡς ἅπανθʼ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται,
ἤν τε μεῖζον ἤν τʼ ἔλαττον πρᾶγμά τις κατηγορῇ,
ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομʼ οὐδὲ πεντήκοντʼ ἐτῶν·
νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα,
ὥστε καὶ δὴ τοὔνομʼ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.
ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ʼθέλῃ,
εὐθέως εἴρηχʼ ὁ πωλῶν πλησίον τὰς μεμβράδας·
ʼοʼὗτος ὀψωνεῖν ἔοιχʼ ἅνθρωπος ἐπὶ τυραννίδι.ʼ
ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι,
ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ·
εἰπέ μοι, γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι,
ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;
Ξανθίας κἀμέ γʼ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας,
ὅτι κελητίσαι ʼκέλευον, ὀξυθυμηθεῖσά μοι
ἤρετʼ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.
Βδελυκλέων ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼ
τὸν πατέρʼ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν
ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων
ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω
ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.
Φιλοκλέων νὴ Δίʼ ἐν δίκῃ γʼ· ἐγὼ γὰρ οὐδʼ ἂν ὀρνίθων γάλα
ἀντὶ τοῦ βίου λάβοιμʼ ἂν οὗ με νῦν ἀποστερεῖς·
οὐδὲ χαίρω βατίσιν οὐδʼ ἐγχέλεσιν, ἀλλʼ ἥδιον ἄν
δικίδιον σμικρὸν φάγοιμʼ ἂν ἐν λοπάδι πεπνιγμένον.
Βδελυκλέων νὴ Δίʼ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν·
ἀλλʼ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω,
ἀναδιδάξειν οἴομαί σʼ ὡς πάντα ταῦθʼ ἁμαρτάνεις.
Φιλοκλέων ἐξαμαρτάνω δικάζων;
Βδελυκλέων καταγελώμενος μὲν οὖν
οὐκ ἐπαϊεις ὑπʼ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς.
ἀλλὰ δουλεύων λέληθας.
Φιλοκλέων παῦε δουλείαν λέγων,
ὅστις ἄρχω τῶν ἁπάντων.
Βδελυκλέων οὐ σύ γʼ, ἀλλʼ ὑπηρετεῖς
οἰόμενος ἄρχειν· ἐπεὶ δίδαξον ἡμᾶς ὦ πάτερ,
ἥτις ἡ τιμή ʼστί σοι καρπουμένῳ τὴν Ἑλλάδα.
Φιλοκλέων πάνυ γε, καὶ τούτοισί γʼ ἐπιτρέψαι ʼθέλω.
Βδελυκλέων καὶ μὴν ἐγώ.
ἄφετέ νυν ἅπαντες αὐτόν.
Φιλοκλέων καὶ ξίφος γέ μοι δότε.
ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.
Βδελυκλέων εἰπέ μοι, τί δʼ ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ ʼμμένῃς;
Φιλοκλέων μηδέποτε πίοιμʼ ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος.
Χορός νῦν δὴ τὸν ἐκ θἠμετέρου
γυμνασίου δεῖ τι λέγειν
καινόν, ὅπως φανήσει —
Βδελυκλέων ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.
ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ;
Χορός μὴ κατὰ τὸν νεανίαν
τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς
σοι μέγας ἐστὶν ἁγὼν
καὶ περὶ τῶν ἁπάντων,
εἴπερ, ὃ μὴ γένοιθʼ, οὗτός
σʼ ἐθέλει κρατῆσαι.
Βδελυκλέων καὶ μὴν ὅσʼ ἂν λέξῃ γʼ ἁπλῶς μνημόσυνα γράψομαι ʼγώ.
Φιλοκλέων τί γὰρ φάθʼ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ;
Χορός οὐκέτι πρεσβυτῶν ὄχλος
χρήσιμος ἔστʼ οὐδʼ ἀκαρῆ·
σκωπτόμενοι δʼ ἐν ταῖς ὁδοῖς
θαλλοφόροι καλούμεθʼ, ἀντωμοσιῶν
κελύφη.
Χορός ἀλλʼ ὦ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειν
τῆς ἡμετέρας, νυνὶ θαρρῶν πᾶσαν γλῶτταν βασάνιζε.
Φιλοκλέων καὶ μὴν εὐθύς γʼ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω
τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας.
τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστὶ δικαστοῦ,
ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος;
ὃν πρῶτα μὲν ἕρποντʼ ἐξ εὐνῆς τηροῦσʼ ἐπὶ τοῖσι δρυφάκτοις
ἄνδρες μεγάλοι καὶ τετραπήχεις· κἄπειτʼ εὐθὺς προσιόντι
ἐμβάλλει μοι τὴν χεῖρʼ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν·
ἱκετεύουσίν θʼ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες·
ʼοʼἴκτιρόν μʼ ὦ πάτερ, αἰτοῦμαί σʼ, εἰ καὐτὸς πώποθʼ ὑφείλου
ἀρχὴν ἄρξας ἢ ʼπὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων·ʼ
ὃς ἔμʼ οὐδʼ ἂν ζῶντʼ ᾔδειν εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν.
Βδελυκλέων τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι.
Φιλοκλέων εἶτʼ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς
ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα,
ἀλλʼ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν.
φέρʼ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμʼ ἐνταῦθα δικαστῇ;
οἱ μέν γʼ ἀποκλάονται πενίαν αὑτῶν καὶ προστιθέασι
κακὰ πρὸς τοῖς οὖσιν, † ἕως ἀνιῶν ἂν ἰσώσῃ τοῖσιν ἐμοῖσιν· †
οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δʼ Αἰσώπου τι γέλοιον·
οἱ δὲ σκώπτουσʼ, ἵνʼ ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι.
κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάριʼ εὐθὺς ἀνέλκει
τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δʼ ἀκροῶμαι·
τὰ δὲ συγκύψανθʼ ἅμα βληχᾶται· κἄπειθʼ ὁ πατὴρ ὑπὲρ αὐτῶν
ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι·
εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις·
εἰ δʼ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι.
χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπʼ ἀνεῖμεν.
ἆρʼ οὐ μεγάλη τοῦτʼ ἔστʼ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη;
Βδελυκλέων δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου καταχήνην·
καὶ τἀγαθά μοι μέμνησʼ ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν.
Φιλοκλέων παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι.
κἂν Οἴαγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν
ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας.
κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειρα
ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλησʼ ἀπιοῦσι.
κἂν ἀποθνῄσκων ὁ πατήρ τῳ δῷ καταλείπων παῖδʼ ἐπίκληρον,
κλάειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ
καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ,
ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ.
καὶ ταῦτʼ ἀνυπεύθυνοι δρῶμεν, τῶν δʼ ἄλλων οὐδεμἴ ἀρχή.
Βδελυκλέων τουτὶ γάρ τοι σεμνόν, τούτων ὧν εἴρηκας μακαρίζω·
τῆς δʼ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων.
Φιλοκλέων ἔτι δʼ ἡ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμʼ ἀπορήσῃ
ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι·
εἶτʼ Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴς
οὐχὶ προδώσειν ἡμᾶς φασίν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι.
κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτʼ ἐνίκησεν, ἐὰν μὴ
εἴπῃ τὰ δικαστήριʼ ἀφεῖναι πρώτιστα μίαν δικάσαντας·
αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει,
ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει.
σὺ δὲ τὸν πατέρʼ οὐδʼ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτʼ ἔδρασας.
ἀλλὰ Θέωρος, καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων,
τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδιʼ ἡμῶν περικωνεῖ.
σκέψαι μʼ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλῄεις καὶ κατερύκεις,
ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.
Βδελυκλέων ἔμπλησο λέγων· πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσει
πρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου.
Φιλοκλέων ὃ δέ γʼ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ ʼγὼ ʼπελελήσμην,
ὅταν οἴκαδʼ ἴω τὸν μισθὸν ἔχων, κἄπειθʼ ἥκονθʼ ἅμα πάντες
ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ με
ἀπονίζῃ καὶ τὼ πόδʼ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ
καὶ παππίζουσʼ ἅμα τῇ γλώττῃ τὸ τριώβολον ἐκκαλαμᾶται,
καὶ τὸ γύναιόν μʼ ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσενέγκῃ,
κἄπειτα καθεζομένη παρʼ ἐμοὶ προσαναγκάζῃ, φάγε τουτί,
ἔντραγε τουτί· τούτοισιν ἐγὼ γάνυμαι, κοὐ μή με δεήσῃ
ἐς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότʼ ἄριστον παραθήσει
καταρασάμενος καὶ τονθορύσας. ἀλλʼ ἢν μή μοι ταχὺ μάξῃ,
τάδε κέκτημαι πρόβλημα κακῶν, σκευὴν βελέων ἀλεωρήν.
κἂν οἶνόν μοι μὴ ʼγχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδʼ ἐσκεκόμισμαι
οἴνου μεστόν, κᾆτʼ ἐγχέομαι κλίνας· οὗτος δὲ κεχηνὼς
βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν.
ἆρʼ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω,
Φιλοκλέων ὅστις ἀκούω ταὔθʼ ἅπερ ὁ Ζεύς;
ἢν γοῦν ἡμεῖς θορυβήσωμεν,
πᾶς τίς φησιν τῶν παριόντων,
οἷον βροντᾷ τὸ δικαστήριον,
ὦ Ζεῦ βασιλεῦ.
κἂν ἀστράψω, ποππύζουσιν
κἀγκεχόδασίν μʼ οἱ πλουτοῦντες
καὶ πάνυ σεμνοί.
καὶ σὺ δέδοικάς με μάλιστʼ αὐτός·
νὴ τὴν Δήμητρα δέδοικας, ἐγὼ δʼ
ἀπολοίμην εἴ σε δέδοικα.
Χορός οὐπώποθʼ οὕτω καθαρῶς
οὐδενὸς ἠκούσαμεν οὐδὲ
ξυνετῶς λέγοντος.
Φιλοκλέων οὔκ, ἀλλʼ ἐρήμας ᾤεθʼ οὕτω ῥᾳδίως τρυγήσειν.
καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι.
Χορός ὡς δʼ ἐπὶ πάντʼ ἐλήλυθεν
κοὐδὲν παρῆλθεν, ὥστʼ ἔγωγʼ
ηὐξανόμην ἀκούων,
κἀν μακάρων δικάζειν
αὐτὸς ἔδοξα νήσοις,
ἡδόμενος λέγοντι.
Φιλοκλέων ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ.
Βδελυκλέων ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω.
Χορός δεῖ δέ σε παντοίας πλέκειν
εἰς ἀπόφυξιν παλάμας.
τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι
χαλεπὸν νεανίᾳ
μὴ πρὸς ἐμοῦ λέγοντι.
Χορός πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον,
ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι.
Βδελυκλέων χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ ʼπὶ τρυγῳδοῖς
ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.
ἀτὰρ ὦ πάτερ ἡμέτερε Κρονίδη —
Φιλοκλέων παῦσαι καὶ μὴ πατέριζε.
εἰ μὴ γὰρ ὅπως δουλεύω ʼγώ, τουτὶ ταχέως με διδάξεις,
οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μʼ ἀπέχεσθαι.
Βδελυκλέων ἀκρόασαί νυν ὦ παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον·
καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλʼ ἀπὸ χειρός,
τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα·
κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς,
πρυτανεῖα μέταλλʼ ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα.
τούτων πλήρωμα τάλαντʼ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν.
ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ
ἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν,
γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.
Φιλοκλέων οὐδʼ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρʼ ἐγίγνεθʼ ὁ μισθός.
Βδελυκλέων μὰ Δίʼ οὐ μέντοι.
Φιλοκλέων καὶ ποῖ τρέπεται δὴ ʼπειτα τὰ χρήματα τἄλλα;
Βδελυκλέων ἐς τούτους τοὺς οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν,
ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί. σὺ γὰρ ὦ πάτερ αὐτοὺς
ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς.
κᾆθʼ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα
ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες,
δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω.
σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων.
οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον
ἐκ κηθαρίον λαγαριζόμενον καὶ τραγαλιζοντα τὸ μηδέν,
σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν
ὕρχας οἶνον δάπιδας τυρὸν μέλι σήσαμα προσκεφάλαια
φιάλας χλανίδας στεφάνους ὅρμους ἐκπώματα πλουθυγιείαν·
σοὶ δʼ ὧν ἄρχεις, πολλὰ μὲν ἐν γῇ πολλὰ δʼ ἐφʼ ὑγρᾷ πιτυλεύσας,
οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν.
Φιλοκλέων μὰ Δίʼ ἀλλὰ παρʼ Εὐχαρίδου καὐτὸς τρεῖς γʼ ἄγλιθας μετέπεμψα.
ἀλλʼ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις.
Βδελυκλέων οὐ γὰρ μεγάλη δουλεία ʼστὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς
αὐτούς τʼ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας;
σοὶ δʼ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς· οὓς αὐτὸς ἐλαύνων
καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήτας.
καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μʼ ἀπάγχει,
ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός,
ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς,
ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθʼ, ὡς ὅστις ἂν ὑμῶν
ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται·
αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ·
καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθʼ ἑαυτοῦ,
ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύʼ ὄντε
ἐσπουδάκατον, κᾆθʼ ὡς πρίονθʼ ὁ μὲν ἕλκει ὁ δʼ ἀντενέδωκε·
σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν.
Φιλοκλέων ταυτί με ποιοῦσʼ; οἴμοι τί λέγεις; ὥς μου τὸν θῖνα ταράττεις,
καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδʼ ὅ τι χρῆμά με ποιεῖς.
Βδελυκλέων σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν
ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδʼ ὅπῃ ἐγκεκύκλησαι,
ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς
οὐκ ἀπολαύεις πλὴν τοῦθʼ ὃ φέρεις ἀκαρῆ· καὶ τοῦτʼ ἐρίῳ σοι
ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχʼ ὥσπερ ἔλαιον.
βούλονται γάρ σε πένητʼ εἶναι· καὶ τοῦθʼ ὧν οὕνεκʼ ἐρῶ σοι,
ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθʼ ὅταν οὗτός γʼ ἐπισίξῃ
ἐπὶ τῶν ἐχθρῶν τινʼ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς.
εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν.
εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσι·
τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ,
δύο μυριάδʼ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις
καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυριάτῃ,
ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ʼν Μαραθῶνι τροπαίου.
νῦν δʼ ὥσπερ ἐλαολόγοι χωρεῖθʼ ἅμα τῷ τὸν μισθὸν ἔχοντι.
Φιλοκλέων οἴμοι τί πέπονθʼ; ὡς νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται,
καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλʼ ἤδη μαλθακός εἰμι.
Βδελυκλέων ἀλλʼ ὁπόταν μὲν δείσωσʼ αὐτοί, τὴν Εὔβοιαν διδόασιν
ὑμῖν καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους
ποριεῖν· ἔδοσαν δʼ οὐπώποτέ σοι πλὴν πρώην πέντε μεδίμνους,
καὶ ταῦτα μόλις ξενίας φεύγων ἔλαβες κατὰ χοίνικα κριθῶν.
Βδελυκλέων ὧν οὕνεκʼ ἐγώ σʼ ἀπέκλῃον ἀεὶ
βόσκειν ἐθέλων καὶ μὴ τούτους
ἐγχάσκειν σοι στομφάζοντας.
καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν
ὅ τι βούλει σοι,
πλὴν κωλακρέτου γάλα πίνειν.
Χορός ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς,
οὐκ ἂν δικάσαις. σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ δεδόκησαι·
ὥστʼ ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω.
ἀλλʼ ὦ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα,
Χορός πιθοῦ πιθοῦ λόγοισι, μηδʼ ἄφρων γένῃ
μηδʼ ἀτενὴς ἄγαν ἀτεράμων τʼ ἀνήρ.
εἴθʼ ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς
εἶναί τις ὅστις τοιαῦτʼ ἐνουθέτει.
σοὶ δὲ νῦν τις θεῶν παρὼν ἐμφανὴς
ξυλλαμβάνει τοῦ πράγματος,
καὶ δῆλός ἐστιν εὖ ποιῶν·
σὺ δὲ παρὼν δέχου.
Βδελυκλέων καὶ μὴν θρέψω γʼ αὐτὸν παρέχων
ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον
λείχειν, χλαῖναν μαλακήν, σισύραν,
πόρνην, ἥτις τὸ πέος τρίψει
καὶ τὴν ὀσφῦν.
ἀλλʼ ὅτι σιγᾷ κοὐδὲν γρύζει,
τοῦτʼ οὐ δύναταί με προσέσθαι.
Χορός νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθʼ, οἶς
τότʼ ἐπεμαίνετʼ· ἔγνωκε γὰρ ἀρτίως,
λογίζεταί τʼ ἐκεῖνα πάνθʼ ἁμαρτίας
ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.
νῦν δʼ ἴσως τοῖσι σοῖς λόγοις πείθεται
καὶ σωφρονεῖ μέντοι μεθιστὰς
ἐς τὸ λοιπὸν τὸν τρόπον
πιθόμενός τέ σοι.
Φιλοκλέων ἰώ μοί μοι.
Βδελυκλέων οὗτος τί βοᾷς;
Φιλοκλέων μή μοι τούτων μηδὲν ὑπισχνοῦ.
κείνων ἔραμαι, κεῖθι γενοίμαν,
ἵνʼ ὁ κῆρύξ φησι, ʼτίς ἀψήφιστος; ἀνιστάσθω.ʼ
κἀπισταίην ἐπὶ τοῖς κημοῖς
ψηφιζομένων ὁ τελευταῖος.
σπεῦδʼ ὦ ψυχή. ποῦ μοι ψυχή;
πάρες ὦ σκιερά. μὰ τὸν Ἡρακλέα
μή νυν ἔτʼ ἐγὼ ʼν τοῖσι δικασταῖς
κλέπτοντα Κλέωνα λάβοιμι.
Βδελυκλέων ἴθʼ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.
Φιλοκλέων τί σοι πίθωμαι; λέγʼ ὅ τι βούλει πλὴν ἑνός.
Βδελυκλέων ποίου; φέρʼ ἴδω.
Φιλοκλέων τοῦ μὴ δικάζειν. τοῦτο δὲ
Ἅιδης διακρινεῖ πρότερον ἢ ʼγὼ πείσομαι.
Βδελυκλέων σὺ δʼ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,
ἐκεῖσε μὲν μηκέτι βάδιζʼ, ἀλλʼ ἐνθάδε
αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.
Φιλοκλέων περὶ τοῦ; τί ληρεῖς;
Βδελυκλέων ταὔθʼ ἅπερ ἐκεῖ πράττεται·
ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ,
ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην.
πάντως δὲ κἀκεῖ ταῦτʼ ἔδρας ἑκάστοτε.
καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ
ἕλη κατʼ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον·
ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος·
ὕοντος εἴσει· κἄν ἔγρῃ μεσημβρινός,
οὐδείς σʼ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι.
Φιλοκλέων τουτί μʼ ἀρέσκει.
Βδελυκλέων πρὸς δὲ τούτοις γʼ, ἢν δίκην
λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς
δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.
Φιλοκλέων πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι
ὥσπερ πρότερον τὰ πράγματʼ ἔτι μασώμενος;
Βδελυκλέων πολλῷ γʼ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί,
ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων
μόλις τὸ πρᾶγμʼ ἔγνωσαν ἀναμασώμενοι.
Φιλοκλέων ἀνά τό με πείθεις. ἀλλʼ ἐκεῖνʼ οὔπω λέγεις,
τὸν μισθὸν ὁπόθεν λήψομαι.
Βδελυκλέων παρʼ ἐμοῦ.
Φιλοκλέων καλῶς,
ὁτιὴ κατʼ ἐμαυτὸν κοὐ μεθʼ ἑτέρου λήψομαι.
αἴσχιστα γάρ τοί μʼ ἠργάσατο Λυσίστρατος
ὁ σκωπτόλης. δραχμὴν μετʼ ἐμοῦ πρώην λαβὼν
ἐλθὼν διεκερματίζετʼ ἐν τοῖς ἰχθύσιν,
κἄπειτʼ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων·
κἀγὼ ʼνέκαψʼ· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν·
κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα·
κᾆθʼ εἷλκον αὐτόν.
Βδελυκλέων ὁ δὲ τί πρὸς ταῦτʼ εἶφʼ;
Φιλοκλέων ὅ τι;
ἀλεκτρυόνος μʼ ἔφασκε κοιλίαν ἔχειν·
ταχὺ γοῦν καθέψεις τἀργύριον, ἦ δʼ ὃς λέγων.
Βδελυκλέων ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.
Φιλοκλέων οὐ πάνυ τι μικρόν. ἀλλʼ ὅπερ μέλλεις ποίει.
Βδελυκλέων ἀνάμενέ νυν· ἐγὼ δὲ ταῦθʼ ἥξω φέρων.
Φιλοκλέων ὅρα τὸ χρῆμα, τὰ λόγιʼ ὡς περαίνεται.
ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε
δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,
κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ
αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,
ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν.
Βδελυκλέων ἰδού, τί ἔτʼ ἐρεῖς; ὡς ἅπαντʼ ἐγὼ φέρω
ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.
ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
παρά σοι κρεμήσετʼ ἐγγὺς ἐπὶ τοῦ παττάλου.
Φιλοκλέων σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.
Βδελυκλέων καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ
ῥοφεῖν, ἐὰν δέῃ τι.
Φιλοκλέων τοῦτʼ αὖ δεξιόν·
κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι.
αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.
ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμʼ ἐξηνέγκατε;
Βδελυκλέων ἵνα γʼ, ἢν καθεύδῃς ἀπολογουμένου τινός,
ᾄδων ἄνωθεν ἐξεγείρῃ σʼ οὑτοσί.
Φιλοκλέων ἓν ἔτι ποθῶ, τὰ δʼ ἄλλʼ ἀρέσκει μοι.
Βδελυκλέων τὸ τί;
Φιλοκλέων θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.
Βδελυκλέων πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.
Φιλοκλέων ὦ δέσποθʼ ἥρως ὡς χαλεπὸς ἄρʼ ἦσθʼ ἰδεῖν.
Βδελυκλέων οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.
Φιλοκλέων οὔκουν ἔχει γʼ οὐδʼ αὐτὸς ἥρως ὢν ὅπλα.
Βδελυκλέων εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
ἐκάλουν.
Φιλοκλέων κάλει νυν, ὡς κάθημαι ʼγὼ πάλαι.
Βδελυκλέων φέρε νυν τίνʼ αὐτῷ πρῶτον εἰσαγάγω δίκην;
τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ;
ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν —
Φιλοκλέων ἐπίσχες οὗτος· ὡς ὀλίγου μʼ ἀπώλεσας.
ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν,
ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;
Βδελυκλέων μὰ τὸν Δίʼ οὐ πάρεστιν.
Φιλοκλέων ἀλλʼ ἐγὼ δραμὼν
αὐτὸς κομιοῦμαι τό γε παραυτίκʼ ἔνδοθεν.
Βδελυκλέων τί ποτε τὸ χρῆμʼ; ὡς δεινὸν ἡ φιλοχωρία.
Σωσίας βάλλʼ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα.
Βδελυκλέων τί δʼ ἔστιν ἐτεόν;
Σωσίας οὐ γὰρ ὁ Λάβης ἀρτίως
ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας
τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;
Βδελυκλέων τοῦτʼ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ
εἰσακτέον μοι· σὺ δὲ κατηγόρει παρών.
Σωσίας μὰ Δίʼ οὐκ ἔγωγʼ· ἀλλʼ ἅτερός φησιν κύων
κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.
Βδελυκλέων ἴθι νυν ἄγʼ αὐτὼ δεῦρο.
Σωσίας ταῦτα χρὴ ποιεῖν.
Βδελυκλέων τουτὶ τί ἔστι;
Φιλοκλέων χοιροκομεῖον Ἑστίας.
Βδελυκλέων εἶθʼ ἱεροσυλήσας φέρεις;
Φιλοκλέων οὔκ, ἀλλʼ ἵνα
ἀφʼ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά.
ἀλλʼ εἴσαγʼ ἀνύσας· ὡς ἐγὼ τιμᾶν βλέπω.
Βδελυκλέων φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.
Φιλοκλέων οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν·
ἐγὼ δʼ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.
Βδελυκλέων ἰδού.
Φιλοκλέων κάλει νυν.
Βδελυκλέων ταῦτα δή. τίς οὑτοσὶ
ὁ πρῶτός ἐστιν;
Φιλοκλέων ἐς κόρακας, ὡς ἄχθομαι
ὁτιὴ ʼπελαθόμην τοὺς καδίσκους ἐκφέρειν.
Βδελυκλέων οὗτος σὺ ποῖ θεῖς;
Φιλοκλέων ἐπὶ καδίσκους.
Βδελυκλέων μη δαμῶς.
ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.
Φιλοκλέων κάλλιστα τοίνυν· πάντα γὰρ πάρεστι νῷν
ὅσων δεόμεθα, πλήν γε δὴ τῆς κλεψύδρας.
Βδελυκλέων ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχὶ κλεψύδρα;
Φιλοκλέων εὖ γʼ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.
Βδελυκλέων ἀλλʼ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω
καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν,
ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.
Χορός καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς
καὶ ταῖς εὐχαῖς
φήμην ἀγαθὴν λέξομεν ὑμῖν,
ὅτι γενναίως ἐκ τοῦ πολέμου
καὶ τοῦ νείκους ξυνεβήτην.
Βδελυκλέων εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω.
Χορός ὦ Φοῖβʼ Ἄπολλον Πύθιʼ ἐπʼ ἀγαθῇ τύχῃ
τὸ πρᾶγμʼ ὃ μηχανᾶται
ἔμπροσθεν οὗτος τῶν θυρῶν,
ἅπασιν ἡμῖν ἁρμόσαι
παυσαμένοις πλάνων.
ἰήιε Παιάν.
Βδελυκλέων ὦ δέσποτʼ ἄναξ γεῖτον ἀγυιεῦ προθύρου προπύλαιε,
δέξαι τελετὴν καινὴν ὦναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν,
παῦσόν τʼ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος,
ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμείξας·
ἤδη δʼ εἶναι τοῖς ἀνθρώποις
ἤπιον αὐτόν,
τοὺς φεύγοντάς τʼ ἐλεεῖν μᾶλλον
τῶν γραψαμένων
κἀπιδακρύειν ἀντιβολούντων,
καὶ παυσάμενον τῆς δυσκολίας
ἀπὸ τῆς ὀργῆς
τὴν ἀκαλήφην ἀφελέσθαι.
Χορός ξυνευχόμεσθα ταὐτά σοι κἀπᾴδομεν
νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων.
εὖνοι γάρ ἐσμεν ἐξ οὗ
τὸν δῆμον ᾐσθόμεσθά σου
φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ
τῶν γε νεωτέρων.
ἰήιε Παιάν.
Βδελυκλέων εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω·
ὡς ἡνίκʼ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν.
Φιλοκλέων τίς ἆρʼ ὁ φεύγων;
Βδελυκλέων οὗτος.
Φιλοκλέων ὅσον ἁλώσεται.
Βδελυκλέων ἀκούετʼ ἤδη τῆς γραφῆς. ἐγράψατο
κύων Κυδαθηναιεὺς Λάβητʼ Αἰξωνέα
τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν
τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος.
Φιλοκλέων θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.
Βδελυκλέων καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.
Φιλοκλέων ὦ μιαρὸς οὗτος· ὡς δὲ καὶ κλέπτον βλέπει,
οἷον σεσηρὼς ἐξαπατήσειν μʼ οἴεται.
ποῦ δʼ ἔσθʼ ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων;
Κύων αὗ αὗ.
Βδελυκλέων πάρεστιν οὗτος.
Φιλοκλέων ἕτερος οὗτος αὖ Λάβης.
Βδελυκλέων ἀγαθός γʼ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.
σίγα, κάθιζε· σὺ δʼ ἀναβὰς κατηγόρει.
Φιλοκλέων φέρε νυν ἅμα τήνδʼ ἐγχεάμενος κἀγὼ ῥοφῶ.
Σωσίας τῆς μὲν γραφῆς ἠκούσαθʼ ἣν ἐγραψάμην
ἄνδρες δικασταὶ τουτονί. δεινότατα γὰρ
ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.
ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν
κατεσικέλιζε κἀνέπλητʼ ἐν τῷ σκότῳ —
Φιλοκλέων νὴ τὸν Δίʼ ἀλλὰ δῆλός ἐστʼ· ἔμοιγέ τοι
τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν
ὁ βδελυρὸς οὗτος.
Σωσίας κοὐ μετέδωκʼ αἰτοῦντί μοι.
καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται,
ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί;
Φιλοκλέων οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γʼ ἐμοί.
θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.
Βδελυκλέων πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκʼ ὦ πάτερ,
πρὶν ἄν γʼ ἀκούσῃς ἀμφοτέρων.
Φιλοκλέων ἀλλʼ ὦγαθὲ
τὸ πρᾶγμα φανερόν ἐστιν· αὐτὸ γὰρ βοᾷ.
Σωσίας μή νυν ἀφῆτέ γʼ αὐτόν, ὡς ὄντʼ αὖ πολὺ
κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον,
ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ
ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.
Φιλοκλέων ἐμοὶ δέ γʼ οὐκ ἔστʼ οὐδὲ τὴν ὑδρίαν πλάσαι.
Σωσίας πρὸς ταῦτα τοῦτον κολάσατʼ· οὐ γὰρ ἄν ποτε
τρέφειν δύναιτʼ ἂν μία λόχμη κλέπτα δύο·
ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ·
ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.
Φιλοκλέων ἰοὺ ἰού.
ὅσας κατηγόρησε τὰς πανουργίας.
κλέπτον τὸ χρῆμα τἀνδρός· οὐ καὶ σοὶ δοκεῖ
ὦλεκτρυόν; νὴ τὸν Δίʼ ἐπιμύει γέ τοι.
ὁ θεσμοθέτης· ποῦ ʼσθʼ οὗτος; ἀμίδα μοι δότω.
Βδελυκλέων αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.
Λάβητι μάρτυρας παρεῖναι τρύβλιον
δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν,
καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα.
ἀλλʼ ἔτι σύ γʼ οὐρεῖς καὶ καθίζεις οὐδέπω;
Φιλοκλέων τοῦτον δέ γʼ οἶμʼ ἐγὼ χεσεῖσθαι τήμερον.
Βδελυκλέων οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,
καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλʼ ὀδὰξ ἔχει;
ἀνάβαινʼ, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.
Φιλοκλέων ἀλλʼ οὐκ ἔχειν οὗτός γʼ ἔοικεν ὅ τι λέγῃ.
Βδελυκλέων οὔκ, ἀλλʼ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,
ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης·
ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.
πάρεχʼ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι.
χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου
ὑπεραποκρίνεσθαι κυνός, λέξω δʼ ὅμως.
ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.
Φιλοκλέων κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.
Βδελυκλέων μὰ Δίʼ ἀλλʼ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν
οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.
Φιλοκλέων τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;
Βδελυκλέων ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν
καὶ τἄλλʼ ἄριστός ἐστιν· εἰ δʼ ὑφείλετο,
ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.
Φιλοκλέων ἐγὼ δʼ ἐβουλόμην ἂν οὐδὲ γράμματα,
ἵνα μὴ κακουργῶν ἐνέγραφʼ ἡμῖν τὸν λόγον.
Βδελυκλέων ἄκουσον ὦ δαιμόνιέ μου τῶν μαρτύρων.
ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα·
σὺ γὰρ ταμιεύουσʼ ἔτυχες. ἀπόκριναι σαφῶς,
εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες.
φησὶ κατακνῆσαι.
Φιλοκλέων νὴ Δίʼ ἀλλὰ ψεύδεται.
Βδελυκλέων ὦ δαιμόνιʼ ἐλέει ταλαιπωρουμένους.
οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλιʼ ἐσθίει
καὶ τὰς ἀκάνθας, κοὐδέποτʼ ἐν ταὐτῷ μένει.
ὁ δʼ ἕτερος οἷός ἐστιν οἰκουρὸς μόνον.
αὐτοῦ μένων γὰρ ἅττʼ ἂν εἴσω τις φέρῃ
τούτων μεταιτεῖ τὸ μέρος· εἰ δὲ μή, δάκνει.
Φιλοκλέων αἰβοῖ. τί κακόν ποτʼ ἔσθʼ ὅτῳ μαλάττομαι;
κακόν τι περιβαίνει με κἀναπείθομαι.
Βδελυκλέων ἴθʼ ἀντιβολῶ σʼ· οἰκτίρατʼ αὐτὸν ὦ πάτερ,
καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία;
ἀναβαίνετʼ ὦ πόνηρα καὶ κνυζούμενα
αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.
Φιλοκλέων κατάβα κατάβα κατάβα κατάβα.
Βδελυκλέων καταβήσομαι.
καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ
ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.
Φιλοκλέων ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.
ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν
οὐδέν ποτʼ ἀλλʼ ἢ τῆς φακῆς ἐμπλήμενος.
Βδελυκλέων οὔκουν ἀποφεύγει δῆτα;
Φιλοκλέων χαλεπὸν εἰδέναι.
Βδελυκλέων ἴθʼ ὦ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου.
τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον
μύσας παρᾷξον κἀπόλυσον ὦ πάτερ.
Φιλοκλέων οὐ δῆτα· κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.
Βδελυκλέων φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.
Φιλοκλέων ὅδʼ ἔσθʼ ὁ πρότερος;
Βδελυκλέων οὗτος·
Φιλοκλέων αὕτη ʼνταῦθʼ ἔνι.
Βδελυκλέων ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.
φέρʼ ἐξεράσω.
Φιλοκλέων πῶς ἄρʼ ἠγωνίσμεθα;
Βδελυκλέων δείξειν ἔοικεν. ἐκπέφευγας ὦ Λάβης.
πάτερ πάτερ τί πέπονθας; οἴμοι· ποῦ ʼσθʼ ὕδωρ;
ἔπαιρε σαυτόν.
Φιλοκλέων εἰπέ νυν ἐκεῖνό μοι,
ὄντως ἀπέφυγε;
Βδελυκλέων νὴ Δίʼ·
Φιλοκλέων οὐδέν εἰμʼ ἄρα.
Βδελυκλέων μὴ φροντίσῃς ὦ δαιμόνιʼ· ἀλλʼ ἀνίστασο.
Φιλοκλέων πῶς οὖν ἐμαυτῷ τοῦτʼ ἐγὼ ξυνείσομαι,
φεύγοντʼ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι;
ἀλλʼ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι·
ἄκων γὰρ αὔτʼ ἔδρασα κοὐ τοὐμοῦ τρόπου.
Βδελυκλέων καὶ μηδὲν ἀγανάκτει γʼ. ἐγὼ γάρ σʼ ὦ πάτερ
θρέψω καλῶς, ἄγων μετʼ ἐμαυτοῦ πανταχοῖ,
ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν,
ὥσθʼ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον·
κοὐκ ἐγχανεῖταί σʼ ἐξαπατῶν Ὑπέρβολος.
ἀλλʼ εἰσίωμεν.
Φιλοκλέων ταῦτά νυν, εἴπερ δοκεῖ.
Χορός ἀλλʼ ἴτε χαίροντες ὅποι βούλεσθʼ.
ὑμεῖς δὲ τέως ὦ μυριάδες
ἀναρίθμητοι,
νῦν τὰ μέλλοντʼ εὖ λέγεσθαι
μὴ πέσῃ φαύλως χαμᾶζʼ
εὐλαβεῖσθε.
τοῦτο γὰρ σκαιῶν θεατῶν
ἐστὶ πάσχειν, κοὐ πρὸς ὑμῶν.
Χορός νῦν αὖτε λεῲ προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε.
μέμψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυμεῖ.
ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλʼ αὐτοὺς εὖ πεποιηκώς,
τὰ μὲν οὐ φανερῶς ἀλλʼ ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς,
μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν,
εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι·
μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθʼ ἑαυτόν,
οὐκ ἀλλοτρίων ἀλλʼ οἰκείων Μουσῶν στόμαθʼ ἡνιοχήσας.
ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτʼ ἐν ὑμῖν,
οὐκ † ἐκτελέσαι † φησὶν ἐπαρθεὶς οὐδʼ ὀγκῶσαι τὸ φρόνημα,
οὐδὲ παλαίστρας περικωμάζειν πειρῶν· οὐδʼ εἴ τις ἐραστὴς
κωμῳδεῖσθαι παιδίχʼ ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν,
οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τινʼ ἔχων ἐπιεικῆ,
ἵνα τὰς Μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ.
οὐδʼ ὅτε πρῶτόν γʼ ἦρξε διδάσκειν, ἀνθρώποις φήσʼ ἐπιθέσθαι,
ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖν,
θρασέως ξυστὰς εὐθὺς ἀπʼ ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι,
οὗ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,
ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο
περὶ τὴν κεφαλήν, φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,
φώκης δʼ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι,
ἀλλʼ ὑπὲρ ὑμῶν ἔτι καὶ νυνὶ πολεμεῖ· φησίν τε μετʼ αὐτὸν
τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν,
οἳ τοὺς πατέρας τʼ ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον,
κατακλινόμενοί τʼ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν ὑμῶν
ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων,
ὥστʼ ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον.
τοιόνδʼ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν,
πέρυσιν καταπροὔδοτε καινοτάταις σπείραντʼ αὐτὸν διανοίαις,
ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατʼ ἀναλδεῖς·
καίτοι σπένδων πόλλʼ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον
μὴ πώποτʼ ἀμείνονʼ ἔπη τούτων κωμῳδικὰ μηδένʼ ἀκοῦσαι.
τοῦτο μὲν οὖν ἔσθʼ ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παραχρῆμα,
ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται,
εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν.
Χορός ἀλλὰ τὸ λοιπὸν τῶν ποιητῶν
ὦ δαιμόνιοι τοὺς ζητοῦντας
καινόν τι λέγειν κἀξευρίσκειν
στέργετε μᾶλλον καὶ θεραπεύετε,
καὶ τὰ νοήματα σῴζεσθʼ αὐτῶν,
ἐσβάλλετέ τʼ ἐς τὰς κιβωτοὺς
μετὰ τῶν μήλων. κἂν ταῦτα ποιῆθʼ,
ὑμῖν διʼ ἔτους τῶν ἱματίων
ὀζήσει δεξιότητος.
Χορός ὦ πάλαι ποτʼ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς,
ἄλκιμοι δʼ ἐν μάχαις,
καὶ κατʼ αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι·
πρίν ποτʼ ἦν πρὶν ταῦτα, νῦν δʼ
οἴχεται, κύκνου τʼ ἔτι πολιώτεραι δὴ
αἵδʼ ἐπανθοῦσιν τρίχες.
ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ
τῶνδε ῥώμην νεανικὴν σχεῖν·
ὡς ἐγὼ τοὐμὸν νομίζω
γῆρας εἶναι κρεῖττον ἢ πολλῶν
κικίννους νεανιῶν καὶ
σχῆμα κεὐρυπρωκτίαν.
Χορός εἴ τις ὑμῶν ὦ θεαταὶ τὴν ἐμὴν ἰδὼν φύσιν
εἶτα θαυμάζει μʼ ὁρῶν μέσον διεσφηκωμένον,
ἥτις ἡμῶν ἐστὶν ἡ ʼπίνοια τῆς ἐγκεντρίδος,
ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἄμουσος ᾖ τὸ πρίν.
ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον,
Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες,
ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν
ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκʼ ἦλθʼ ὁ βάρβαρος,
τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν,
ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια.
εὐθέως γὰρ ἐκδραμόντες ξὺν δορὶ ξὺν ἀσπίδι
ἐμαχόμεσθʼ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες,
στὰς ἀνὴρ παρʼ ἄνδρʼ, ὑπʼ ὀργῆς τὴν χελύνην ἐσθίων·
ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν.
ἀλλʼ ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν.
γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτετο·
εἶτα δʼ εἱπόμεσθα θυννάζοντες ἐς τοὺς θυλάκους,
οἱ δʼ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι·
ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι
μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον.
Χορός ἆρα δεινὸς ἦ τόθʼ ὥστε πάντα μὴ δεδοικέναι,
καὶ κατεστρεψάμην
τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν;
οὐ γὰρ ἦν ἡμῖν ὅπως
ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότʼ, οὐδὲ
συκοφαντήσειν τινὰ
φροντίς, ἀλλʼ ὅστις ἐρέτης ἔσοιτʼ
ἄριστος. τοιγαροῦν πολλὰς
πόλεις Μήδων ἑλόντες
αἰτιώτατοι φέρεσθαι
τὸν φόρον δεῦρʼ ἐσμέν, ὃν κλέπτουσιν
οἱ νεώτεροι.
Χορός πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθʼ εὑρήσετε
τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους.
πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον
μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον·
εἶτα τἄλλʼ ὅμοια πάντα σφηξὶ μηχανώμεθα.
ξυλλεγέντες γὰρ καθʼ ἑσμούς, ὡσπερεὶ τἀνθρήνια,
οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα,
οἱ δʼ ἐν ᾠδείῳ δικάζουσʼ, οἱ δὲ πρὸς τοῖς τειχίοις
ξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλις
ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι.
ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι.
πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον.
ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι
οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου
τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι.
τοῦτο δʼ ἔστʼ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν
ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ
μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών.
ἀλλʼ ἐμοὶ δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ
ὅστις ἂν μὴ ʼχῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον.
Βδελυκλέων χρήματα καὶ βίαν
Κλειταγόρᾳ τε κἀμοὶ
μετὰ Θετταλῶν—
Φιλοκλέων πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.
Βδελυκλέων τουτὶ μὲν ἐπιεικῶς σύ γʼ ἐξεπίστασαι·
ὅπως δʼ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν.
παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν,
ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.
Φιλοκλέων μηδαμῶς.
κακὸν τὸ πίνειν· ἀπὸ γὰρ οἴνου γίγνεται
καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,
κἄπειτʼ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.
Βδελυκλέων οὔκ, ἢν ξυνῇς γʼ ἀνδράσι καλοῖς τε κἀγαθοῖς.
ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα,
ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,
Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,
ὧν ἔμαθες ἐν τῷ συμποσίῳ· κᾆτʼ ἐς γέλων
τὸ πρᾶγμʼ ἔτρεψας, ὥστʼ ἀφείς σʼ ἀποιχεται.
Φιλοκλέων μαθητέον τἄρʼ ἐστὶ πολλοὺς τῶν λόγων,
εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.
Βδελυκλέων ἄγε νυν ἴωμεν· μηδὲν ἡμᾶς ἰσχέτω.
Χορός πολλάκις δὴ ʼδοξʼ ἐμαυτῷ δεξειὸς πεφυκέναι
καὶ σκαιὸς οὐδεπώποτε·
ἀλλʼ Ἀμυνίας ὁ Σέλλου μᾶλλον οὑκ τῶν Κρωβύλων,
οὗτος ὅν γʼ ἐγώ ποτʼ εἶδον ἀντὶ μήλου καὶ ῥοᾶς
δειπνοῦντα μετὰ Λεωγόρου·
πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν·
ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετʼ, εἶτʼ ἐκεῖ
μόνος μόνοις
τοῖς Πενέσταισι ξυνῆν τοῖς
Θετταλῶν, αὐτὸς πενέστης ὢν ἔλαττων οὐδενός.
Χορός ὦ μακάριʼ Αὐτόμενες ὥς σε μακαρίζομεν,
παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους·
πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον,
τὸν κιφαραοιδότατον, ᾧ χάρις ἐφέσπετο·
τὸν δʼ ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν·
εἶτʼ Ἀριφράδην πολύ τι θυμοσοφικώτατον,
ὅντινά ποτʼ ὤμοσε μαθόντα παρὰ μηδενός,
ἀλλʼ ἀπὸ σοφῆς φύσεος αὐτόματον ἐκμαθεῖν
γλωττοποιεῖν ἐς τὰ πορνεῖʼ εἰσιόνθʼ ἑκάστοτε.
Χορός . . .
Χορός εἰσί τινες οἵ μʼ ἔλεγον ὡς καταδιηλλάγην,
ἡνίκα Κλέων μʼ ὑπετάραττεν ἐπικείμενος
† καί με κακίσταις † ἔκνισε· κᾆθʼ ὅτʼ ἀπεδειρόμην,
οὑκτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι,
οὐδὲν ἄρʼ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι
σκωμμάτιον εἴποτέ τι θλιβόμενος ἐκβαλῶ.
ταῦτα κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκισα·
εἶτα νῦν ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.
Φιλοκλέων ἄνεχε πάρεχε·
κλαύσεταί τις τῶν ὄπισθεν
ἐπακολουθούντων ἐμοί·
οἷον, εἰ μὴ ʼρρήσεθʼ, ὑμᾶς
ὦ πόνηροι ταυτῃὶ τῇ
δᾳδὶ φρυκτοὺς σκευάσω.
Ξυμότης τις ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκην
ἡμῖν ἅπασι, κεἰ σφόδρʼ εἶ νεανίας.
ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι.
Φιλοκλέων ἰὴ ἰεῦ, καλούμενοι.
ἀρχαῖά γʼ ὑμῶν· ἆρά γʼ ἴσθʼ
ὡς οὐδʼ ἀκούων ἀνέχομαι
δικῶν; ἰαιβοῖ, αἰβοῖ.
τάδε μʼ ἀρέσκει· βάλλε κημούς.
οὐκ ἄπεισι; ποῦ ʼστιν ἡμῖν
ἡλιαστής; ἐκποδών.
ἀνάβαινε δεῦρο χρυσομηλολόνθιον,
τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου.
ἔχου· φυλάττου δʼ, ὡς σαπρὸν τὸ σχοινίον·
ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται.
ὁρᾷς ἐγώ σʼ ὡς δεξιῶς ὑφειλόμην
μέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυμπότας·
ὧν οὕνεκʼ ἀπόδος τῷ πέει τῳδὶ χάριν.
ἀλλʼ οὐκ ἀποδώσεις οὐδʼ ἐφιαλεῖς οἶδʼ ὅτι,
ἀλλʼ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα·
πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτʼ ἠργάσω.
ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή,
ἐγώ σʼ ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ,
λυσάμενος ἕξω παλλακὴν ὦ χοιρίον.
νῦν δʼ οὐ κρατῶ ʼγὼ τῶν ἐμαυτοῦ χρημάτων
νέος γάρ εἰμι καὶ φυλάττομαι σφόδρα.
τὸ γὰρ υἵδιον τηρεῖ με, κἄστι δύσκολον
κἄλλως κυμινοπριστοκαρδαμογλύφον.
ταῦτʼ οὖν περί μου δέδοικε μὴ διαφθαρῶ.
πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ.
ὁδὶ δὲ καὐτὸς ἐπὶ σὲ κἄμʼ ἔοικε θεῖν.
ἀλλʼ ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς
λαβοῦσʼ, ἵνʼ αὐτὸν τωθάσω νεανικῶς,
οἵοις ποθʼ οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων.
Βδελυκλέων ὦ οὗτος οὗτος τυφεδανὲ καὶ χοιρόθλιψ,
ποθεῖν ἐρᾶν τʼ ἔοικας ὡραίας σοροῦ.
οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.
Φιλοκλέων ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.
Βδελυκλέων οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα
τῶν ξυμποτῶν κλέψαντα;
Φιλοκλέων ποίαν αὐλητρίδα;
τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών;
Βδελυκλέων νὴ τὸν Δίʼ αὕτη πού ʼστί σοί γʼ ἡ Δαρδανίς.
Φιλοκλέων οὔκ, ἀλλʼ ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται.
Βδελυκλέων δᾲς ἥδε;
Φιλοκλέων δᾲς δῆτʼ. οὐχ ὁρᾷς ἐστιγμένην;
Βδελυκλέων τί δὲ τὸ μέλαν τοῦτʼ ἐστὶν αὐτῆς τοὐν μέσῳ;
Φιλοκλέων ἡ πίττα δήπου καομένης ἐξέρχεται.
Βδελυκλέων ὁ δʼ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;
Φιλοκλέων ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.
Βδελυκλέων τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;
Φιλοκλέων ἆ ἆ τί μέλλεις δρᾶν;
Βδελυκλέων ἄγειν ταύτην λαβὼν
ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν
κοὐδὲν δύνασθαι δρᾶν.
Φιλοκλέων ἄκουσόν νυν ἐμοῦ.
Ὀλυμπίασιν, ἡνίκʼ ἐθεώρουν ἐγώ,
Ἐφουδίων ἐμαχέσατʼ Ἀσκώνδᾳ καλῶς
ἤδη γέρων ὤν· εἶτα τῇ πυγμῇ θενὼν
ὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον.
πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια.
Βδελυκλέων νὴ τὸν Δίʼ ἐξέμαθές γε τὴν Ὀλυμπίαν.
Αρτόπωλις ἴθι μοι παράστηθʼ, ἀντιβολῶ πρὸς τῶν θεῶν.
ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μʼ ἀπώλεσεν
τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ
ἄρτους δέκʼ ὀβολῶν κἀπιθήκην τέτταρας.
Βδελυκλέων ὁρᾷς ἃ δέδρακας; πράγματʼ αὖ δεῖ καὶ δίκας
ἔχειν διὰ τὸν σὸν οἶνον.
Φιλοκλέων οὐδαμῶς γʼ, ἐπεὶ
λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί·
ὥστʼ οἶδʼ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.
Αρτόπωλις οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας
τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης,
οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.
Φιλοκλέων ἄκουσον ὦ γύναι· λόγον σοι βούλομαι
λέξαι χαρίεντα.
Αρτόπωλις μὰ Δία μὴ ʼμοί γʼ ὦ μέλε.
Φιλοκλέων Αἴσωπον ἀπὸ δείπνου βαδίζονθʼ ἑσπέρας
θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων.
κἄπειτʼ ἐκεῖνος εἶπεν, ὦ κύον κύον,
εἰ νὴ Δίʼ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν
πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς.
Αρτόπωλις καὶ καταγελᾷς μου; προσκαλοῦμαί σʼ ὅστις εἶ
πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων,
κλητῆρʼ ἔχουσα Χαιρεφῶντα τουτονί.
Φιλοκλέων μὰ Δίʼ ἀλλʼ ἄκουσον, ἤν τί σοι δόξω λέγειν.
Λᾶσός ποτʼ ἀντεδίδασκε καὶ Σιμωνίδης·
ἔπειθʼ ὁ Λᾶσος εἶπεν, ὀλίγον μοι μέλει.
Αρτόπωλις ἄληθες οὗτος;
Φιλοκλέων καὶ σὺ δή μοι Χαιρεφῶν
γυναικὶ † κλητεύειν ἐοικὼς † θαψίνῃ,
Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου.
Βδελυκλέων ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται
καλούμενός σε· τόν γέ τοι κλητῆρʼ ἔχει.
Κατήγορος οἴμοι κακοδαίμων. προσκαλοῦμαί σʼ ὦ γέρον
ὕβρεως.
Βδελυκλέων ὕβρεως; μὴ μὴ καλέσῃ πρὸς τῶν θεῶν·
ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι
ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι.
Φιλοκλέων ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι
ἑκών· ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν.
ἀλλʼ ἐλθὲ δευρί· πότερον ἐπιτρέπεις ἐμοί,
ὅ τι χρή μʼ ἀποτείσαντʼ ἀργύριον τοῦ πράγματος
εἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις;
Κατήγορος σὺ λέγε. δικῶν γὰρ οὐ δέομʼ οὐδὲ πραγμάτων.
Φιλοκλέων ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος,
καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα·
ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.
κἄπειτʼ ἐπιστὰς εἶπʼ ἀνὴρ αὐτῷ φίλος·
ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.
οὕτω δὲ καὶ σὺ παράτρεχʼ ἐς τὰ Πιττάλου.
Βδελυκλέων οὕμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.
Κατήγορος ἀλλʼ οὖν σὺ μέμνησʼ αὐτὸς ἁπεκρίνατο.
Φιλοκλέων ἄκουε, μὴ φεῦγʼ. ἐν Συβάρει γυνή ποτε
κατέαξʼ ἐχῖνον.
Κατήγορος ταῦτʼ ἐγὼ μαρτύρομαι.
Φιλοκλέων οὑχῖνος οὖν ἔχων τινʼ ἐπεμαρτύρατο·
εἶθʼ ἡ Συβαρῖτις εἶπεν, εἰ ναὶ τὰν κόραν
τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει
ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα.
Κατήγορος ὕβριζʼ ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.
Βδελυκλέων οὔτοι μὰ τὴν Δήμητρʼ ἔτʼ ἐνταυθοῖ μενεῖς,
ἀλλʼ ἀράμενος οἴσω σε —
Φιλοκλέων τί ποιεῖς;
Βδελυκλέων ὅ τι ποιῶ;
εἴσω φέρω σʼ ἐντεῦθεν· εἰ δὲ μή, τάχα
κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους.
Φιλοκλέων Αἴσωπον οἱ Δελφοί ποτʼ —
Βδελυκλέων ὀλίγον μοι μέλει.
Φιλοκλέων φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ·
ὁ δʼ ἔλεξεν αὐτοῖς, ὡς ὁ κάνθαρός ποτε —
Βδελυκλέων οἴμʼ ὡς ἀπολῶ σʼ αὐτοῖσι τοῖσι κανθάροις.
Χορός ζηλῶ γε τῆς εὐτυχίας
τὸν πρέσβυν οἷ μετέστη
ξηρῶν τρόπων καὶ βιοτῆς·
ἕτερα δὲ νῦν ἀντιμαθὼν
ἦ μέγα τι μεταπεσεῖται
ἐπὶ τὸ τρυφῶν καὶ μαλακόν.
τάχα δʼ ἂν ἴσως οὐκ ἐθέλοι.
τὸ γὰρ ἀποστῆναι χαλεπὸν
φύσεος, ἣν ἔχοι τις ἀεί.
καίτοι πολλοὶ ταῦτʼ ἔπαθον·
ξυνόντες γνώμαις ἑτέρων
μετεβάλοντο τοὺς τρόπους.
Χορός πολλοῦ δʼ ἐπαίνου παρʼ ἐμοὶ
καὶ τοῖσιν εὖ φρονοῦσιν
τυχὼν ἄπεισιν διὰ τὴν
φιλοπατρίαν καὶ σοφίαν
ὁ παῖς ὁ Φιλοκλέωνος.
οὐδενὶ γὰρ οὕτως ἀγανῷ
ξυνεγενόμην, οὐδὲ τρόποις
ἐπεμάνην οὐδʼ ἐξεχύθην.
τί γὰρ ἐκεῖνος ἀντιλέγων
οὐ κρείττων ἦν, βουλόμενος
τὸν φύσαντα σεμνοτέροις
κατακοσμῆσαι πράγμασιν;
Φιλοκλέων τίς ἐπʼ αὐλείοισι θύραις θάσσει;
Ξανθίας τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.
Φιλοκλέων κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ
σχήματος ἀρχὴ —
Ξανθίας μᾶλλον δέ γʼ ἴσως μανίας ἀρχή.
Φιλοκλέων πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης·
οἶον μυκτὴρ μυκᾶται καὶ
σφόνδυλος ἀχεῖ.
Ξανθίας πῖθʼ ἑλλέβορον.
Φιλοκλέων πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ—
Ξανθίας τάχα βαλλήσεις.
Φιλοκλέων σκέλος οὐράνιόν γʼ ἐκλακτίζων.
πρωκτὸς χάσκει.
Ξανθίας κατὰ σαυτὸν ὅρα.
Φιλοκλέων νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις
στρέφεται χαλαρὰ κοτυληδών.
Φιλοκλέων οὐκ εὖ;
Βδελυκλέων μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ μανικὰ πράγματα.
Φιλοκλέων θέρε νυν ἀνείπω κἀνταγωνιστὰς καλῶ.
εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,
ἐμοὶ διορχησόμενος ἐνθάδʼ εἰσίτω.
φησίν τις ἢ οὐδείς;
Ξανθίας εἶς γʼ ἐκεινοσὶ μόνος.
Φιλοκλέων τίς ὁ κακοδαίμων ἐστίν;
Ξανθίας υἱὸς Καρκίνου
ὁ μέσατος.
Φιλοκλέων ἀλλʼ οὗτός γε καταποθήσεται·
ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου.
ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστʼ.
Ξανθίας ἀλλʼ ᾠζυρὲ
ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται,
ἀδελφὸς αὐτοῦ.
Φιλοκλέων νὴ Δίʼ ὠψώνηκʼ ἄρα.
Ξανθίας μὰ τὸν Δίʼ οὐδέν γʼ ἄλλο πλήν γε καρκίνους·
προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.
Φιλοκλέων τουτὶ τί ἦν τὸ προσέρπον; ὀξὶς ἢ φάλαγξ;
Ξανθίας ὁ πινοτήρης οὗτός ἐστι τοῦ γένους,
ὁ σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.
Φιλοκλέων ὦ Καρκίνʼ ὦ μακάριε τῆς εὐπαιδίας,
ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων.
ἀτὰρ καταβατέον γʼ ἐπʼ αὐτούς μʼ· ᾠζυρέ,
ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.
Χορός φέρε νυν ἡμεῖς αὐτοῖς ὀλίγον ξυγχωρήσωμεν ἅπαντες,
ἵνʼ ἐφʼ ἡσυχίας ἡμῶν πρόσθεν βεμβικίζωσιν ἑαυτούς.
Χορός ἄγʼ ὦ μεγαλώνυμα τέκνα
τοῦ θαλασσίου θεοῦ,
πηδᾶτε παρὰ ψάμαθον
καὶ θῖνʼ ἁλὸς ἀτρυγέτου,
καρίδων ἀδελφοί·
Χορός ταχὺν πόδα κυκλοσοβεῖτε,
καὶ τὸ Φρυνίχειον
ἐκλακτισάτω τις, ὅπως
ἰδόντες ἄνω σκέλος ὤζωσιν
οἱ θεαταί.
Χορός στρόβει, παράβαινε κύκλῳ καὶ γάστρισον σεαυτόν,
ῥῖπτε σκέλος οὐράνιον· βέμβικες ἐγγενέσθων.
καὐτὸς γὰρ ὁ ποντομέδων ἄναξ πατὴρ προσέρπει
ἡσθεὶς ἐπὶ τοῖσιν ἑαυτοῦ παισὶ τοῖς τριόρχοις.
ἀλλʼ ἐξάγετʼ, εἴ τι φιλεῖτʼ ὀρχούμενοι, θύραζε
ἡμᾶς ταχύ· τοῦτο γὰρ οὐδείς πω πάρος δέδρακεν,
ὀρχούμενον ὅστις ἀπήλλαξεν χορὸν τρυγῳδῶν.