Letter 7
Late Antiquity Basil of Caesarea Greek- Γρηγορίῳ ἑταίρῳ Οὐδὲ τότε ἠγνόουν, ὅτε ἐπέστελλον τῇ λογιότητί σου, ὅτι πᾶσα θεολογικὴ φωνὴ ἐλάττων μέν ἐστι τῆς διανοίας τοῦ λέγοντος, ἐλάττων δὲ τῆς τοῦ ἐπιζητοῦντος ἐπιθυμίας, διότι ὁ λόγος ἀσθενέστερόν πως πέφυκε διακονεῖσθαι τοῖς νοουμένοις. εἰ οὖν ἀσθενὴς ἡμῶν ἡ διάνοια, ἐλάττων δὲ ταύτης ἡ γλῶσσα, τί ἐχρῆν προσδοκᾷν ἡμᾶς ἐπὶ τοῖς εἰρημένοις, καὶ οὐχὶ πενίαν ἐγκληθήσεσθαι λόγων; οὐ μὴν τούτου γε ἕνεκεν δυνατὸν ἦν σιωπῇ παρελθεῖν τὸ ἐπιζητούμενον. κίνδυνος γὰρ προδοσίας ἐν τῷ μὴ προχείρως ἀποδιδόναι τὰς περὶ Θεοῦ ἀποκρίσεις τοῖς ἀγαπῶσι τὸν Κύριον. ἐκεῖνα μὲν οὖν, εἴτε ἀρκούντως ἔχειν δοκεῖ, εἴτε καὶ ἀκριβεστέρας τινὸς προσθήκης δεῖται, καιροῦ ἰδίου πρὸς διόρθωσιν χρῄζει. Τὸ δὲ νῦν ἔχον παρακαλοῦμέν σε, ὃ καὶ παρεκαλέσαμεν ἤδη, χρῆσαι σεαυτὸν ὁλοκλήρως τῇ συνηγορίᾳ τῆς ἀληθείας καὶ ταῖς παρὰ τοῦ Θεοῦ ἐγγινομέναις τῇ διανοίᾳ σου ὁρμαῖς πρὸς τὴν τοῦ ἀγαθοῦ σύστασιν, ταύταις ἀρκούμενον καὶ παρʼ ἡμῶν μηδὲν ἐπιζητοῦντα πλέον· οἳ πολλῷ ἐλάττους ὄντες τῆς ὑπονοίας βλάπτομεν μᾶλλον τῇ παρʼ ἑαυτῶν ἀσθενείᾳ τὸν λόγον ἤ τινα ἰσχὺν διὰ τῆς συνηγορίας τῇ ἀληθείᾳ προστίθεμεν.