Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 115

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Σιμπλικίᾳ αἱρετικῇ Ἀβούλως οἱ ἄνθρωποι καὶ μισοῦσι τοὺς κρείττονας καὶ φιλοῦσι τοὺς χείρονας. διὸ δὴ καὶ αὐτὸς κατέχω τὴν γλῶτταν, σιωπῇ τῶν ἐμῶν ὕβρεων πνίγων τὸν ὄνειδον. ἐγὼ δὲ μενῶ τὸν ἄνωθεν δικαστήν, ὃς οἶδε πᾶσαν κακίαν ἐν τέλει ἀμύνεσθαι. κἂν γὰρ ὑπὲρ ψάμμον ἐκχέῃ τις χρήματα, βλάπτει ψυχήν, πατήσας τὸ δίκαιον. ἀεὶ γὰρ θυσίαν Θεός, οὐχ ὡς χρῄζων, οἶμαι, ζητεῖ, ἀλλὰ θυσίαν πολυτελῆ τὴν εὐσεβῆ καὶ δικαίαν γνώμην δεχόμενος. ὅταν δέ τις ἑαυτὸν παραβαίνων πατῇ, κοινὰς λογίζεται τὰς εὐχάς. Σαυτὴν οὖν τῆς ἐσχάτης ἡμέρας ὑπόμνησον, καὶ ἡμᾶς, εἰ βούλει, μὴ δίδασκε. ἴσμεν σου πλείονα, καὶ ταῖς ἔνδοθεν ἀκάνθαις οὐ τοσοῦτον συμπνιγόμεθα· οὔτε ἐν ὀλίγοις καλοῖς δεκαπλασίονα κακίαν ἐπιμίγνυμεν. ἐπήγειρας ἡμῖν σαύρας τε καὶ φρύνους, ἐαρινὰ δῆθεν θηρία, πλὴν ὅμως ἀκάθαρτα. ἀλλʼ ἥξει πτερὸν ἄνωθεν τὸ ταῦτα νεμόμενον. ἐμοὶ γὰρ λόγος, οὐχ ὡς σὺ νομίζεις, ἀλλʼ ὡς οἶδε κρίνειν Θεός. εἰ δὲ καὶ μαρτύρων χρεία, οὐ δοῦλοι στήσονται, οὐδὲ εὐνούχων γένος ἄτιμον καὶ πανώλεθρον· τοῦτο δὴ τοῦτο, ἄθηλυ, ἄνανδρον, γυναικομανές, ἐπίζηλον, κακόμισθον, ὀξύθυμον, θηλυδριῶδες, γαστρίδουλον, χρυσομανές, ἀπηνές, κλαυσίδειπνον, εὐμετάβλητον, ἀμετάδοτον, πάνδοχον, ἀπροσκορές, μανικὸν καὶ ζηλότυπον· καὶ τί γὰρ ἔτι εἰπεῖν; σὺν αὐτῇ τῇ γενέσει σιδηροκατάδικον. πῶς οὖν τούτων γνώμη ὀρθή, ὧν καὶ οἱ πόδες στρεβλοί; οὗτοι σωφρονοῦσι μὲν ἄμισθα διὰ σιδήρου· μαίνονται δὲ ἄκαρπα δι’ οἰκείαν αἰσχρότητα. οὐχ οὗτοι στήσονται τῆς κρίσεως μάρτυρες, ἀλλʼ ὀφθαλμοὶ δικαίων, καὶ ὄψεις ἀνδρῶν τελείων· ὅσοι τότε ὁρῶσι, πρὸς ἃ βλέποντες νῦν εἰσὶ συνέσει.