Letter 138
Late Antiquity Basil of Caesarea Greek- Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Τίνα με οἴει ψυχὴν ἐσχηκέναι, ὅτε τὴν ἐπιστολὴν ἐδεξάμην τῆς θεοσεβείας σου; εἰ μὲν γὰρ πρὸς τὴν ἐν τῷ γράμματι ἀπεῖδον διάθεσιν, εὐθὺς ὥρμων πέτεσθαι τὴν εὐθὺς Σύρων, εἰ δὲ πρὸς τὴν ἀρρωστίαν τοῦ σώματος, ὑφʼ ἧς πεπεδημένος ἐκείμην, ᾐσθανόμην οὐχὶ τοῦ πέτεσθαι μόνον ἀλλὰ καὶ τοῦ ἐπὶ τῆς κλίνης στρέφεσθαι ἐνδεῶς ἔχων. πεντηκοστὴν γὰρ ταύτην ἡμέραν ἦγον ἐν τῇ ἀρρωστίᾳ, καθʼ ἣν ἐπέστη ἡμῖν ὁ ἀγαπητὸς καὶ σπουδαιότατος ἀδελφὸς ἡμῶν συνδιάκονος Ἐλπίδιος· πολλὰ μὲν τῷ πυρετῷ δαπανηθείς, ὃς ἀπορίᾳ τῆς τρεφούσης αὐτὸν ὕλης, τῇ ξηρᾷ ταύτῃ σαρκὶ οἷον θρυαλλίδι κεκαυμένῃ περιειλούμενος, μαρασμὸν καὶ χρονίαν ἐπήγαγεν ἀρρωστίαν· τὰ δὲ ἐφεξῆς, ἡ ἀρχαία πληγή μου, τὸ ἧπαρ τοῦτο διαδεξάμενον, ἀπέκλεισε μέν με τῶν σιτίων, ἀπεδίωξε δὲ τῶν ὀμμάτων τὸν ὕπνον, ἐν μεθορίοις δὲ κατέσχε ζωῆς καὶ θανάτου, τοσοῦτον ζῆν ἐπίτρεπον, ὅσον τῶν ἀπʼ αὐτοῦ δυσχερῶν ἐπαισθάνεσθαι. ὥστε καὶ ὕδασιν ἐχρησάμην αὐτοφυῶς θερμοῖς καί τινας παρʼ ἰατρῶν ἐπιμελείας κατεδεξάμην. ἅπαντα δὲ ἤλεγξε τὸ νεανικὸν τοῦτο κακόν· ὅ, τοῦ μὲν ἔθους παρόντος, κἂν ἄλλος ἐνέγκοι, ἀμελετήτως δὲ προσπεσόντος οὐδεὶς οὕτως ἀδαμάντινος ὥστε ἀντισχεῖν. Ὑφʼ οὗ πολὺν ὀχληθεὶς χρόνον, οὐδέποτε οὕτως ἠνιάθην ὅσον νῦν, ἐμποδισθεὶς παρʼ αὐτοῦ πρὸς τὴν συντυχίαν τῆς ἀληθινῆς ἀγάπης σου. οἵας γὰρ ἀπεστερήθημεν θυμηδίας οἶδα καὶ αὐτός, εἰ καὶ ἄκρῳ δακτύλῳ τοῦ γλυκυτάτου μέλιτος τῆς παρʼ ὑμῖν ἐκκλησίας ἀπεγευσάμην πέρυσιν. Ἐγὼ δὲ καὶ ἄλλων ἀναγκαίων ἕνεκεν πραγμάτων ἐδεόμην εἰς ταὐτὸν γενέσθαι τῇ θεοσεβείᾳ σου καὶ περὶ πολλῶν μὲν ἀνακοινώσασθαι, πολλὰ δὲ μαθεῖν. καὶ γὰρ οὐδέ ἐστιν ἐνταῦθα οὐδὲ ἀγάπης ἀληθινῆς ἐπιτυχεῖν. ὅταν δὲ καὶ πάνυ τις ἀγαπῶντα εὕροι, οὐκ ἔστιν ὁ δυνάμενος παραπλησίως τῇ τελείᾳ σου φρονήσει καὶ τῇ ἐμπειρίᾳ, ἣν ἐκ πολλῶν τῶν περὶ τὰς ἐκκλησίας συνελέξω καμάτων, δοῦναι γνώμην ἡμῖν περὶ τῶν προκειμένων. Τὰ μὲν οὖν ἄλλα οὐκ ἐνῆν γράφειν· ἃ δʼ οὖν καὶ ἐξενεγκεῖν ἀσφαλὲς ταῦτά ἐστιν. ὁ πρεσβύτερος· Εὐάγριος, ὁ υἱὸς Πομπηϊανοῦ τοῦ Ἀντιοχέως, ὁ συναπάρας ποτὲ ἐπὶ τὴν δύσιν τῷ μακαρίῳ Εὐσεβίῳ ἐπανῆκε νῦν ἐκ τῆς Ῥώμης, ἀπαιτῶν ἡμᾶς ἐπιστολὴν αὐτὰ τὰ παρʼ ἐκείνων γεγραμμένα ἔχουσαν αὐτολεξεὶ (ἀνεκόμισε δὲ ἡμῖν εἰς τοὐπίσω τὰ παρʼ ἡμῶν, ὡς οὐκ ἀρέσαντα τοῖς ἀκριβεστέροις τῶν ἐκεῖ), καὶ πρεσβείαν τινὰ δι’ ἀνδρῶν ἀξιολόγων ἤδη κατεπείγεσθαι, ὑπὲρ τοῦ εὐπρόσωπον ἔχειν ἀφορμὴν τοὺς ἄνδρας τῆς ἐπισκέψεως ἡμῶν. Οἱ κατὰ Σεβάστειαν τὰ ἡμέτερα φρονοῦντες, Εὐσταθίου τὸ ὕπουλον τῆς κακοδοξίας ἕλκος ἀπογυμνώσαντες, ἀπαιτοῦσί τινα παρʼ ἡμῶν ἐκκλησιαστικὴν ἐπιμέλειαν. Ἰκόνιον πόλις ἐστὶ τῆς Πισιδίας, τὸ μὲν παλαιὸν μετὰ τὴν μεγίστην ἡ πρώτη, νῦν δὲ καὶ αὐτὴ προκάθηται μέρους, ὅ, ἐκ διαφόρων τμημάτων συναχθέν, ἐπαρχίας ἰδίας οἰκονομίαν ἐδέξατο. αὕτη καλεῖ καὶ ἡμᾶς εἰς ἐπίσκεψιν, ὥστε αὐτῇ δοῦναι ἐπίσκοπον. τετελευτήκει γὰρ ὁ Φαυστῖνος. Εἰ οὖν δεῖ μὴ κατοκνεῖν τὰς ὑπερορίους χειροτονίας, καὶ ποίαν τινὰ χρὴ δοῦναι τοῖς Σεβαστηνοῖς ἀπόκρισιν, καὶ πῶς πρὸς τὰς τοῦ Εὐαγρίου διατεθῆναι γνώμας, ἐδεόμην διδαχθῆναι αὐτὸς δι’ ἐμαυτοῦ συντυχὼν τῇ τιμιότητί σου, ὧν πάντων ἀπεστερήθην διὰ τὴν παροῦσαν ἀσθένειαν. ἐὰν μὲν οὖν ᾖ τινὸς ἐπιτυχεῖν ταχέως πρὸς ἡμᾶς ἀφικνουμένου, καταξίωσον περὶ πάντων ἀποστεῖλαί μοι τὰς ἀποκρίσεις· εἰ δὲ μή, εὖξαι ἐλθεῖν ἐπὶ νοῦν μοι, ὅπερ εὐάρεστον ᾖ τῷ Κυρίῳ. ἐν δὲ τῇ συνόδῳ μνήμην ἡμῶν κέλευσον γενέσθαι, καὶ αὐτὸς δὲ πρόσευξαι ὑπὲρ ἡμῶν, καὶ τὸν λαὸν συμπαράλαβε, ἵνα τὰς λειπομένας ἡμέρας ἢ ὥρας τῆς παροικίας ἡμῶν καταξιωθῶμεν δουλεῦσαι, ὡς ἔστιν εὐάρεστον τῷ Κυρίῳ.