Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 143

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἑτέρῳ νουμεραρίῳ Εἰ μὲν αὐτῷ μοι δυνατὸν ἦν συμπαρεῖναι τῇ τιμιότητί σου, δι’ ἐμαυτοῦ ἂν πάντως ἀνήνεγκα περὶ ὧν ἐβουλόμην καὶ προέστην τῶν καταπονουμένων. ἐπεὶ δέ με ἀρρωστία σώματος καὶ ἀσχολίαι πραγμάτων ἀφέλκουσιν, ἀντʼ ἐμαυτοῦ σοι τὸν ἀδελφὸν τόνδε τὸν χωρεπίσκοπον συνίστημι, ὥστε σε αὐτῷ γνησίως προσχόντα χρήσασθαι συμβούλῳ, ὡς φιλαλήθως καὶ ἐμφρόνως δυναμένῳ συμβουλεῦσαι περὶ τῶν πραγμάτων. τὸ γὰρ πτωχοτροφεῖον τὸ παρʼ αὐτοῦ οἰκονομούμενον ἐπειδὰν καταξιώσῃς θεάσασθαι(ὄψει γάρ, εὖ οἶδα, καὶ οὐ παραδραμῇ, ἐπειδὴ οὐδὲ ἄπειρος εἶ τοῦ ἔργου, ἀλλʼ, ὡς ὁ δεῖνά μοι ἀνήνεγκεν, ἓν τῶν ἐν τῇ Ἀμασείᾳ ἐξ ὧν ἔδωκέ σοι ὁ Κύριος διατρέφεις), ἐπειδὰν οὖν ἴδῃς καὶ τοῦτο, πάντα αὐτῷ παρέξῃ τὰ ἐπιζητούμενα. ἤδη γάρ μοι καὶ ὁ ἑταῖρός σου κατεπηγγείλατο φιλανθρωπίαν τινὰ περὶ τὰ πτωχοτροφεῖα. τοῦτο δὲ λέγω, οὐχ ἵνα ἄλλον αὐτὸς μιμήσῃ (σὲ γὰρ εἰκὸς ἑτέροις εἶναι τῶν καλῶν ἡγεμόνα), ἀλλʼ ἵνα γνῷς ὅτι δὴ περὶ αὐτῶν τούτων καὶ ἄλλοι ἡμᾶς ἐδυσωπήθησαν.