Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 145

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Οἶδα τοὺς μυρίους πόνους σου, οὓς ἀνέτλης ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, καὶ τῶν ἀσχολιῶν τὸ πλῆθος οὐκ ἀγνοῶ, ἃς ἔχεις, τὴν οἰκονομίαν οὐ παρέργως ἀλλὰ κατὰ τὸ θέλημα τοῦ Κυρίου διατιθέμενος. καὶ τὸν ἐκ γειτόνων ὑμῖν ἐπικαθήμενον ἐννοῶ, ᾧ ἀνάγκη ὑμᾶς, ὥσπερ ὄρνιθας ἀετῷ ὑποπτήσσοντας, μὴ πόρρω τῆς σκέπης ἕκαστον ἀποτρέχειν. τούτων με οὐδὲν λέληθεν. ἀλλʼ ὁ πόθος πρᾶγμα βίαιον, καὶ ἐλπίσαι τὰ μὴ ἐνδεχόμενα καὶ ἐγχειρῆσαι τοῖς ἀδυνάτοις· μᾶλλον δὲ ἡ ἐπὶ Κύριον ἐλπὶς ἰσχυρότατον πάντων. οὐ γὰρ ἀλόγῳ ἐπιθυμίᾳ, ἀλλʼ ἰσχύϊ πίστεως προσδοκῶ καὶ πόρον ἐν ἀμηχάνοις φανήσεσθαι καὶ πάντων ῥᾳδίως σε τῶν κωλυμάτων περιγενήσεσθαι, πρὸς τὸ ἰδεῖν σε τὴν φιλτάτην τῶν ἐκκλησιῶν, καὶ μέντοι καὶ ὀφθῆναι παρʼ αὐτῆς· ὃ πάντων αὐτῇ τῶν ἀγαθῶν προτιμότατον, τῷ σῷ προσβλέψαι προσώπῳ καὶ τῆς σῆς ἀκοῦσαι φωνῆς. μὴ τοίνυν αὐτῇ τὰς ἐλπίδας ἀτελεῖς καταστήσῃς. καὶ γὰρ πέρυσιν ἀπὸ τῆς Συρίας ἐπανελθών, ἣν ἐδεξάμην ἐπαγγελίαν, ταύτην διακομίσας, πῶς οἴει μετέωρον αὐτὴν κατέστησα ταῖς ἐλπίσι; μὴ οὖν εἰς ἄλλον καιρὸν ὑπέρθῃ τὴν ἐπίσκεψιν αὐτῆς, ὦ θαυμάσιε. καὶ γὰρ ἐὰν ᾖ δυνατὸν ἰδεῖν αὐτήν ποτε, ἀλλʼ οὐχὶ καὶ μεθʼ ἡμῶν, οὓς ἐπείγει ἡ νόσος ἀπᾶραι λοιπὸν τοῦ ὀδυνηροῦ τούτου βίου.