Letter 15
Late Antiquity Basil of Caesarea Greek- Ἀρκαδίῳ κόμητι πριβατῶν Ἔδωκαν μείζονα τὴν χάριν ἢ ἔλαβον οἱ πολῖται τῆς μητροπόλεως ἡμῶν, παρασχόμενοί μοι ἀφορμὴν τῶν πρὸς τὴν σὴν τιμιότητα γραμμάτων. αὐτοῖς μὲν γὰρ ἡ φιλανθρωπία, ἧς ἕνεκεν τὴν ἐπιστολὴν ἔλαβον παρʼ ἡμῶν, καὶ πρὸ τῶν ἡμῶν γραμμάτων ὑπῆρχε, διὰ τὴν συνήθη καὶ τὴν ἐκ φύσεως ἐνυπάρχουσάν σοι πρὸς πάντας ἡμερότητα. Ἡμεῖς δὲ τὴν ἀφορμὴν τοῦ προσφθέγγεσθαί σου τὴν ἀμίμητον καλοκἀγαθίαν μέγιστον κέρδος ἐθέμεθα, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ προκόπτοντί σοι ἐν τῇ πρὸς αὐτὸν εὐαρεστήσει καὶ ἐπὶ μεῖζον τῆς περὶ σὲ περιφανείας αὐξανομένης, αὐτοί τε ἐπευφραίνεσθαι καὶ τοῖς εὐεργετουμένοις ὑπὸ τῆς σῆς ἐπιστασίας συνήδεσθαι· λαβεῖν δέ ποτε καὶ τοὺς ἐγχειρίζοντάς σοι τὰ γράμματα ἡμῶν ἡμέρως ἰδεῖν, καὶ ἀποπέμψασθαι μετὰ πάντων καὶ αὐτούς, ἀνυμνοῦντας τὴν σὴν πραότητα, ἀεὶ μαθόντας ὅτι οὐκ ἄχρηστος αὐτοῖς ἡ παρʼ ἡμῶν πρεσβεία πρὸς τὴν ἀνυπέρβλητόν σου καλοκἀγαθίαν γεγένηται.