Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 151

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Εὐσταθίῳ ἀρχιάτρῳ Εἴ τι ὄφελος ἡμετέρων γραμμάτων, μηδένα χρόνον διαλίπῃς ἐπιστέλλων ἡμῖν καὶ διεγείρων ἡμᾶς πρὸς τὸ γράφειν. αὐτοὶ μὲν γὰρ προδήλως ἡδίους γινόμεθα ἐντυγχάνοντες ἐπιστολαῖς συνετῶν ἀνδρῶν ἀγαπώντων τὸν Κύριον· εἰ δὲ καὶ αὐτοί τι ἄξιον σπουδῆς εὑρίσκετε παρʼ ἡμῖν, ὑμέτερον εἰδέναι τῶν ἐντυγχανόντων. εἰ μὲν οὖν μὴ ὑπὸ τοῦ πλήθους τῶν ἀσχολιῶν ἀπηγόμεθα, οὐκ ἂν τῆς ἐκ τοῦ γράφειν συνεχῶς εὐφροσύνης ἀπειχόμεθα. ὑμεῖς δέ, οἷς ἐλάττους αἱ φροντίδες, ὁσάκις ἂν οἷόν τε ᾖ κατακηλεῖτε ἡμᾶς τοῖς γράμμασι. καὶ γὰρ τὰ φρέατά φασιν ἀντλούμενα βελτίω γίνεσθαι. ἐοίκασι δέ σου αἱ ἐξ ἰατρικῆς παραινέσεις εἰς πάρεργον χωρεῖν, οὐχ ἡμῶν ἐπαγόντων τὸν σίδηρον, ἀλλʼ ἑαυτοῖς ἐκπιπτόντων τῶν ἀπαχρειουμένων. Ὁ μὲν οὖν τοῦ Στωϊκοῦ λόγος· ἐπειδή, φησί, μὴ γίνεται τὰ πράγματα ὡς βουλόμεθα, ὡς γίνεται βουλόμεθα. ἐγὼ δὲ τοῖς μὲν πράγμασι τὴν γνώμην συγκατατίθεσθαι οὐ καταδέχομαι, τὸ δὲ ἀβουλήτως τινὰς ποιεῖν τι τῶν ἀναγκαίων οὐκ ἀποδοκιμάζω. οὔτε γὰρ ὑμῖν τοῖς ἰατροῖς τὸ καίειν τὸν ἄρρωστον ἢ ἄλλως ποιεῖν ἀλγεῖν βουλητόν· ἀλλʼ οὖν καταδέχεσθε πολλάκις τῇ δυσχερείᾳ τοῦ πάθους ἑπόμενοι· οὔτε οἱ πλέοντες ἑκουσίως ἐκβάλλουσι τὰ ἀγώγιμα, ἀλλʼ ὥστε διαφυγεῖν τὰ ναυάγια ὑφίστανται τὴν ἐκβολήν, τὸν ἐν πενίᾳ βίον τοῦ ἀποθανεῖν προτιμῶντες. ὥστε καὶ ἡμᾶς οἴου ἀλγεινῶς μὲν καὶ μετὰ μυρίων ὀδυρμῶν φέρειν τὸν χωρισμὸν τῶν ἀφισταμένων, φέρειν δʼ οὖν ὅμως· ἐπειδὴ τοῦ Θεοῦ καὶ τῆς ἐπʼ αὐτὸν ἐλπίδος οὐδὲν τοῖς τῆς ἀληθείας ἐρασταῖς προτιμότερον.