Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 154

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Ἀσχολίῳ, ἐπισκόπῳ Θεσσαλονίκης Καλῶς ἐποίησας, καὶ κατὰ τὸν τῆς πνευματικῆς ἀγάπης νόμον, κατάρξας τῶν πρὸς ἡμᾶς γραμμάτων καὶ τῷ ἀγαθῷ ὑποδείγματι πρὸς τὸν ὅμοιον ζῆλον ἡμᾶς ἐκκαλεσάμενος. καὶ γὰρ ἡ μὲν τοῦ κόσμου φιλία ὀφθαλμῶν δεῖται καὶ συντυχίας, ὥστε ἐκεῖθεν ἀρχὴν τῆς συνηθείας γενέσθαι, οἱ δὲ πνευματικῶς ἀγαπᾷν εἰδότες οὐ τῇ σαρκὶ προξένῳ κέχρηνται τῆς φιλίας, ἀλλὰ τῇ τῆς πίστεως κοινωνίᾳ πρὸς τὴν πνευματικὴν συνάφειαν ἄγονται. χάρις οὖν τῷ Κυρίῳ τῷ παρακαλέσαντι ἡμῶν τὰς καρδίας ἐν τῷ δεῖξαι ὅτι οὐκ ἐν πᾶσι κατέψυκται ἡ ἀγάπη, ἀλλʼ εἰσί που τῆς οἰκουμένης οἱ τῆς Χριστοῦ μαθητείας τὸν χαρακτῆρα δεικνύντες. καὶ τοίνυν ἔδοξέ μοι τὸ καθʼ ὑμᾶς ἐοικέναι πρᾶγμα ἄστροις ἐν νυκτερινῇ συναφείᾳ· ἄλλοις κατʼ ἄλλα μέρη τοῦ οὐρανοῦ διαλάμπουσιν, ὧν χαρίεσσα μὲν ἡ λαμπρότης, χαριέστερον δὲ δήπου τὸ ἀπροσδόκητον. τοιοῦτοι δὲ καὶ ὑμεῖς οἱ τῶν ἐκκλησιῶν φωστῆρες, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι ἐν τῇ σκυθρωπῇ ταύτῃ καταστάσει, οἷον ἐν σκοτομήνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι, ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως τὸ περιπόθητον ἔχοντες. Ἐγνώρισε δέ σου τὴν διάθεσιν ἡμῖν τὸ γράμμα αὐτάρκως. εἰ γὰρ καὶ μικρὸν ἦν τῷ πλήθει τῶν συλλαβῶν, ἀλλὰ τῇ γε ὀρθότητι τῆς διανοίας ἀρκοῦσαν ἡμῖν τῆς προαιρέσεως τὴν ἀπόδειξιν ἔδωκε. τὸ γὰρ περὶ τὸν μακαριώτατον Ἀθανάσιον ἐσπουδακέναι δεῖγμα ἐναργέστατον τοῦ ὑγιῶς ἔχειν περὶ τὰ μέγιστα. ἀντὶ οὖν τῆς ἐπὶ τοῖς γράμμασιν εὐφροσύνης πολλὴν οἴδαμεν χάριν τῷ τιμιωτάτῳ υἱῷ ἡμῶν Εὐφημίῳ· ᾧ καὶ αὐτὸς εὔχομαι πᾶσαν ὑπάρχειν βοήθειαν ἐξ ἁγίου· καὶ σὲ συνεύχεσθαι ἡμῖν παρακαλῶ, ὅπως ἂν ἀπολάβοιμεν αὐτὸν ἐν τάχει μετὰ τῆς κοσμιωτάτης ὁμόζυγος αὐτοῦ, θυγατρὸς δὲ ἡμῶν ἐν Κυρίῳ. παρακλήθητι δὲ καὶ αὐτὸς μὴ ἐν προοιμίοις ἡμῖν στῆσαι τὴν εὐφροσύνην, ἀλλὰ διὰ τῆς ἀεὶ παραπιπτούσης προφάσεως ἐπιστέλλειν καὶ τὴν πρὸς ἡμᾶς διάθεσιν τῷ πυκνῷ τῆς ὁμιλίας αὔξειν, καὶ τὰ περὶ τῶν αὐτοῦ ἐκκλησιῶν, ὅπως ἔχει κατὰ τὴν συμφωνίαν, σημαίνειν· περὶ δὲ τῶν ἐνταῦθα προσεύχεσθαι, ὥστε γενέσθαι καὶ παρʼ ἡμῖν γαλήνην μεγάλην, ἐπιτιμήσαντος τοῦ Κυρίου ἡμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ.