Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 174

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Πρὸς ἐλευθέραν Ἐγώ, καὶ πάνυ βουλόμενος συνεχῶς ἐπιστέλλειν τῇ εὐγενείᾳ ὑμῶν, ἐπέσχον ἐμαυτὸν ἀεί, μήπως δόξω τινὰς ὑμῖν πειρασμοὺς ἐπεγείρειν διὰ τοὺς φιλέχθρως πρὸς ἡμᾶς διακειμένους καί, ὡς ἀκούω, μέχρι καὶ τούτων τὴν ἔχθραν ἐλαύνοντας, ὥστε πολυπραγμονεῖν εἴ πού τις καὶ γράμμα ἡμέτερον δέχοιτο. ἐπειδὴ δὲ αὐτή, καλῶς ποιοῦσα, κατῆρξας τοῦ γράμματος καὶ ἐπέστειλας ἡμῖν ἃ ἐχρῆν περὶ τῶν κατὰ τὴν ψυχήν σου πραγμάτων ἀνακοινουμένη, προετράπην εἰς τὸ ἀντεπιστεῖλαι, ὁμοῦ μὲν τὰ ἐν τῷ παρελθόντι χρόνῳ ἐλλειφθέντα ἐπανορθούμενος, ὁμοῦ δὲ καὶ πρὸς τὰ ἐπεσταλμένα παρὰ τῆς σῆς εὐγενείας ἀποκρινόμενος. Ὅτι μακαρία ἐστὶ ψυχὴ ἡ νυκτὸς καὶ ἡμέρας μηδεμίαν ἄλλην μέριμναν στρέφουσα ἢ πῶς ἐπὶ τῆς μεγάλης ἡμέρας, καθʼ ἣν πᾶσα ἡ κτίσις περιστήσεται τὸν κριτὴν τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ αὐτὴ δυνηθῇ κούφως ἀποθέσθαι τὸν λόγον τῶν βεβιωμένων. ὁ γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου ἀπολογίαν, ὁ τοιοῦτος ἢ οὐδὲν παντελῶς ἢ ἐλάχιστα ἁμαρτήσεται, διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ φόβου τοῦ Θεοῦ γίνεται. οἷς δʼ ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπεσεῖν. Καὶ μέμνησο τοίνυν τοῦ Θεοῦ, καὶ ἔχε τὸν αὐτοῦ φόβον ἐν τῇ καρδίᾳ, καὶ πάντας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. μεγάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. καὶ μὴ διαλίπῃς ταῦτα ποιοῦσα. καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν σαρκὶ ταύτῃ ζωὴν ἀγαθὴ ἔσται βοηθὸς ἡ προσευχή, καὶ ἀπερχομένοις ἐντεῦθεν ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν, οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ, καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν, γινώσκουσα ὅτι, ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀπορρίψει ἡμᾶς εἰς τὸ παντελές, ἀλλʼ ἔτι λαλούντων ἡμῶν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· Ἰδοὺ πάρειμι.