Letter 193
Late Antiquity Basil of Caesarea Greek- Μελετίῳ ἀρχιάτρῳ. Ἡμῖν οὐδʼ ὅσον ταῖς γεράνοις ὑπάρχει τὰ δυσχερῆ τοῦ χειμῶνος διαφυγεῖν, ἀλλʼ ἕνεκα μὲν τοῦ προϊδέσθαι τὸ μέλλον οὐδὲν ἴσως τῶν γεράνων χείρους ἐσμέν· τῷ δὲ κατὰ τὸν βίον αὐτεξουσίῳ τοσούτον τῶν ὀρνίθων ἀπολιμπανόμεθα, ὅσον καὶ τοῦ πέτεσθαι δύνασθαι, μικροῦ δεῖν. πρῶτον μὲν γάρ με ἀσχολίαι τινὲς τῶν κατὰ τὸν βίον πραγμάτων ἐπέσχον· ἔπειτα δὲ πυρετοὶ συνεχεῖς καὶ λάβροι οὕτω μου τὸ σῶμα κατεδαπάνησαν, ὥστε ἐφάνη τι καὶ ἐμοῦ λεπτότερον, αὐτὸς ἐγὼ ἐμαυτοῦ· εἶτα τεταρταίων προσβολαὶ πρὸς πλεῖον ἢ εἴκοσι διαρκέσασαι κύκλους. νυνὶ δὲ ὅτε δοκῶ τῶν πυρετῶν ἀπηλλάχθαι, οὕτως ὑπὸ τῆς ἀδυναμίας διάκειμαι, ὥστε μηδὲν ἐν τούτῳ ἀποδεῖν ἀραχνίου. ὅθεν μοι πᾶσα μὲν ὁδὸς ἄβατος, πᾶσα δὲ πνεύματος προσβολὴ πλείονα φέρει τὸν κίνδυνον ἢ αἱ τρικυμίαι τοῖς πλέουσιν. ἀνάγκη τοίνυν ὑπὸ δωματίῳ κεκρύφθαι, καὶ ἀναμένειν τὸ ἔαρ, ἐάνπερ διαρκέσαι πρὸς αὐτὸ δυνηθῶμεν, ἀλλὰ μὴ προδιαμάρτοιμεν ὑπὸ τοῦ κακοῦ τοῦ τοῖς σπλάγχνοις ἐνιδρυμένου. ἐὰν δὲ διασώσῃ ἡμᾶς ὁ Κύριος τῇ μεγάλῃ αὐτοῦ χειρί, ἀσμενέστατα μὲν τὴν ἐσχατιὰν ὑμῶν καταληψόμεθα, ἀσμενέστατα δὲ σὲ τὴν φίλην ἡμῖν κεφαλὴν περιπτυξόμεθα. μόνου εὔχου πρὸς τὸ συμφέρον τῇ ψυχῇ τὴν ζωὴν ἡμῶν οἰκονομεῖσθαι.