Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 208

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Εὐλαγκίῳ. Μακρὸν ἀπεσιώπησας χρόνον, καὶ ταῦτα λαλίστατος ὤν, καὶ μελέτην τοῦτο καὶ τέχνην ποιησάμενος ἀεί τι λαλεῖν καὶ σεαυτὸν δεικνύναι διὰ τῶν λόγων. ἀλλʼ ἔοικεν ἡ Νεοκαισάρεια αἰτία εἶναί σοι τῆς πρὸς ἡμᾶς σιωπῆς. καὶ ἐοίκαμεν ἀντὶ χάριτος δέχεσθαι τὸ μὴ μνημονεύεσθαι παρὰ τοῖς αὐτοῦ· ἐπειδὴ ἡμῖν ἡ μνήμη οὐκ ἀγαθή ἐστιν, ὡς ὁ τῶν ἀκουόντων λόγος. ἀλλὰ σὺ πάλαι τῶν μισουμένων ἦσθα δι’ ἡμᾶς, οὐ τῶν δι’ ἑτέρους ἡμᾶς μισεῖν ἀνεχομένων. ὁ αὐτὸς τοίνυν ἔσο, καὶ ἐπιστέλλων οὗπερ ἂν ᾖς, καὶ μεμνημένος ἡμῶν τὰ εἰκότα, εἴ τί σοι μέλει τοῦ δικαίου. δίκαιον δήπου τῆς ἀγάπης τοῖς ἴσοις ἀμείβεσθαι τοὺς ὑπάρξαντας.