Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 238

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Νικοπολίταις πρεσβυτέροις. Ἐδεξάμην τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, καὶ οὐδὲν ἔσχον καινότερον τῶν ἐγνωσμένων ἤδη παρʼ αὐτῶν διδαχθῆναι. καὶ γὰρ ἔφθασεν ἡ φήμη εἰς πᾶσαν τὴν περιοικίδα, τοῦ παρʼ ὑμῖν καταπεσόντος τὴν αἰσχύνην περιαγγέλλουσα, ὃς ἐπιθυμίᾳ δόξης κενῆς τὴν αἰσχίστην ἑαυτῷ συνήγαγεν ἀτιμίαν, καὶ εὑρέθη τῶν μὲν ἐπὶ τῇ πίστει μισθῶν διὰ τὴν φιλαυτίαν ἐκπεσών· αὐτὸ δὲ τὸ δύστηνον δοξάριον, οὗ ἐπιθυμήσας ἐπράθη τῇ ἀσεβείᾳ, οὐκ ἔχων διὰ τὸ δίκαιον μῖσος τῶν φοβουμένων τὸν Κύριον. ἀλλὰ ἐκεῖνος μὲν παντὸς τοῦ ἑαυτοῦ βίου ἐναργέστατον ἐξήνεγκε δεῖγμα ἐκ τῆς νῦν προαιρέσεως, ὅτι οὐδέποτε ἔζη ἐπʼ ἐλπίδι τῶν ἀποκειμένων ἡμῖν ἐπαγγελιῶν παρὰ τοῦ Κυρίου, ἀλλὰ εἴ τι ἑαυτῷ ἐπραγματεύετο τῶν ἀνθρωπίνων, καὶ ῥήματα πίστεως καὶ πλάσμα εὐλαβείας, πάντα πρὸς τὴν τῶν ἐντυγχανόντων ἀπάτην ἐπετηδεύετο. Ὑμᾶς δὲ τί καταπονεῖ τὸ συμβάν; τί χείρους ἑαυτῶν γεγόνατε παρὰ τοῦτο; ἔλειψεν εἷς ἐκ τοῦ πληρώματος ὑμῶν, εἰ δὲ καὶ συναπῆλθέ που ἄλλος εἷς ἢ δεύτερος, ἐλεεινοὶ τοῦ πτώματος οὗτοι, ὑμῶν δὲ τὸ σῶμα ὁλόκληρόν ἐστι τῇ τοῦ Θεοῦ χάριτι. καὶ γὰρ καὶ τὸ ἀχρειωθὲν ἀπερρύη, καὶ οὐκ ἐκολοβώθη τὸ μένον. εἰ δὲ ἀνιᾷ ὑμᾶς, ὅτι τῶν τοίχων ἐξεβλήθητε, ἀλλʼ ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεσθε, καὶ ὁ ἄγγελος ὁ τῆς ἐκκλησίας ἔφορος συναπῆλθεν ὑμῖν. ὥστε κενοῖς ἐγκατακλίνονται καθʼ ἑκάστην ἡμέραν, ἐκ τῆς διασπορᾶς τοῦ λαοῦ βαρὺ ἑαυτοῖς τὸ κρῖμα κατασκευάζοντες. εἰ δέ τις καὶ κόπος ἐστὶν ἐν τῷ πράγματι, πέπεισμαι τῷ Κυρίῳ μὴ εἰς κενὸν ὑμῖν ἀποβήσεσθαι τοῦτο. ὥστε ὅσῳ ἂν ἐν πλείοσι πειρατηρίοις γένησθε, τοσούτῳ πολυτελέστερον παρὰ τοῦ δικαίου κριτοῦ μισθὸν ἀναμένετε. μήτε οὖν δυσφορεῖτε τοῖς παροῦσι, μήτε ἀποκάμνετε τῇ ἐλπίδι. ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ἥξει πρὸς ὑμᾶς ὁ ἀντιλαμβανόμενος ὑμῶν, καὶ οὐ χρονιεῖ.