Letter 249
Late Antiquity Basil of Caesarea Greek- Ἀνεπίγραφος, ἐπʼ ἀνδρὶ εὐλαβεῖ Συγχαίρω τῷ ἀδελφῷ τῷδε, καὶ τῶν ἐνταῦθα θορύβων ἀπαλλασσομένῳ, καὶ τὴν σὴν εὐλάβειαν καταλαμβάνοντι. ἀγαθὸν γὰρ αὑτῷ ἐφόδιον πρὸς τὸν ἐφεξῆς αἰῶνα, τὴν μετὰ τῶν φοβουμένων τὸν Κύριον ἀγαθὴν διαγωγήν, ἐξελέξατο. ὃν καὶ παρατιθέμεθά σου τῇ τιμιότητι, καὶ παρακαλῶ δι’ αὐτοῦ εὔχεσθαι ὑπὲρ τῆς ἐλεεινῆς ἡμῶν ζωῆς, ἵνα, ῥυσθέντες τῶν πειρασμῶν τούτων, ἀρξώμεθα δουλεύειν τῷ Κυρίῳ κατὰ τὸ εὐαγγέλιον.