Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 25

    Basil of Caesarea

    In the atlas

    3 min
    1. Ἀθανασίῳ ἐπισκόπῳ Ἀγκύρας Ἀπήγγειλάν μοί τινες τῶν ἐκ τῆς Ἀγκύρας πρὸς ἡμᾶς ἀφικομένων, πολλοὶ δὲ οὗτοι καὶ οὐδὲ ἀριθμῆσαι ῥᾴδιον, σύμφωνα δὲ πάντες φθεγγόμενοι, σέ, τὴν φίλην κεφαλὴν (πῶς ἂν εὐφήμως εἴποιμι); οὐχ ὡς ἥδιστα μεμνῆσθαι ἡμῶν, οὐδὲ κατὰ τὸν σεαυτοῦ τρόπον. ἐμὲ δὲ οὐδὲν ἐκπλήσσει τῶν ἀνθρωπίνων, εὖ ἴσθι, οὐδὲ ἀπροσδόκητός ἐστιν οὐδενὸς τῶν πάντων μεταβολή, πάλαι τὸ τῆς φύσεως ἀσθενὲς καὶ τὸ εὐπερίτρεπτον πρὸς τὰ ἐναντία καταμαθόντα. ὅθεν οὔτʼ εἴ τι τῶν ἡμετέρων μεταπέπτωκε, καὶ ἐκ τῆς πρότερον τιμῆς λοιδορίαι καὶ ὕβρεις περὶ ἡμᾶς νῦν γίνονται, μέγα τοῦτο ποιοῦμαι. ἀλλʼ ἐκεῖνό μοι παράδοξον ὡς ἀληθῶς καὶ ὑπερφυὲς ἐφάνη, τὸ σὲ εἶναι τὸν οὕτω πρὸς ἡμᾶς ἔχοντα, ὥστε ὀργίζεσθαι ἡμῖν καὶ χαλεπαίνειν, ἤδη δέ τι καὶ ἀπειλεῖν, ὡς ὁ τῶν ἀκουσάντων λόγος. Τῶν μὲν οὖν ἀπειλῶν καὶ πάνυ (εἰρήσεται γὰρ τἀληθές) κατεγέλασα. ἦ κομιδῇ γ’ ἂν παῖς εἴην, τὰ τοιαῦτα μορμολύκεια δεδοικώς. ἐκεῖνο δέ μοι καὶ φοβερὸν καὶ πολλῆς φροντίδος ἄξιον ἔδοξε, τὸ τὴν σὴν ἀκρίβειαν, ἣν ἐν ὀλίγοις ἔρεισμά τε ὀρθότητος, καὶ τῆς ἀρχαίας καὶ ἀληθινῆς ἀγάπης σπέρμα εἰς παραμυθίαν ταῖς ἐκκλησίαις σώζεσθαι πεπιστεύκαμεν, ἐπὶ τοσοῦτον τῆς παρούσης καταστάσεως μετασχεῖν, ὥστε τὰς παρὰ τῶν τυχόντων βλασφημίας κυριωτέρας ποιήσασθαι τῆς μακρᾶς ἡμῶν πείρας, καὶ πρὸς τὴν τῶν ἀτόπων ὑπόνοιαν χωρὶς ἀποδείξεων ὑπαχθῆναι. καίτοι τί λέγω ὑπόνοιαν; ὁ γὰρ ἀγανακτήσας καὶ διαπειληθείς, ὥς φασιν, οὐχ ὑπονοοῦντος, ἀλλὰ τοῦ ἤδη σαφῶς καὶ ἀναντιῤῥήτως πεισθέντος δοκεῖ πως ὀργὴν ἐνδεδεῖχθαι. Ἀλλʼ, ὅπερ ἔφην, ἐπὶ τὸν καιρὸν τοῦτον ἀναφέρομεν τὴν αἰτίαν, ἐπεὶ πόσου πόνου ἦν, ὦ θαυμάσιε, ἐν ἐπιστολῇ βραχείᾳ περὶ ὧν ἐβούλου οἱονεὶ μόνον μόνῳ διαλεχθῆναι· ἤ, εἰ μὴ ἐπίστευες γραφῇ τὰ τοιαῦτα, πρὸς ἑαυτὸν μεταπέμψασθαι; εἰ δὲ πάντως ἐξειπεῖν ἔδει, καὶ ἀναβολῇ καιρὸν οὐκ ἐδίδου τὸ δυσκάθεκτον τῆς ὀργῆς, ἀλλʼ ἑνί γέ τινι τῶν ἐπιτηδείων καὶ στέγειν ἀπόῤῥητα πεφυκότων, ἐξῆν δή που τῶν πρὸς ἡμᾶς λόγων χρήσασθαι διακόνῳ. νυνὶ δὲ τίνος οὐχὶ περιτεθρύλληται τὰ ὦτα τῶν καθʼ ὁποιανδήποτε χρείαν ὑμῖν ἐπιφοιτώντων, ὡς ἡμῶν ἄτας τινὰς γραφόντων καὶ συγγραφόντων; τούτῳ γάρ σε κεχρῆσθαί φασι τῷ ῥήματι, οἱ ἐπὶ λέξεως τὰ σὰ διηγούμενοι. ἐμὲ δὲ ἐπὶ πολλὰ τὴν διάνοιαν ἀγαγόντα τὴν ἐμαυτοῦ, οὐδέν τι μᾶλλον τῆς ἀμηχανίας ἀφίησιν. Ὥστε με καὶ τοιοῦτόν τι εἰσῆλθε· μή τις τῶν αἱρετικῶν κακούργως τοῖς ἑαυτοῦ συγγράμμασι τὸ ἐμὸν ὄνομα παραγράψας, ἐλύπησέ σου τὴν ὀρθότητα καὶ ἐκείνην ἀφεῖναι τὴν φωνὴν προηγάγετο. οὐ γὰρ δὴ τοῖς γεγραμμένοις ὑφʼ ἡμῶν πρὸς τοὺς ἀνόμοιον κατʼ οὐσίαν τολμήσαντας εἰπεῖν τὸν Υἱὸν καὶ Θεὸν τῷ Θεῷ καὶ Πατρί, ἢ πρὸς τοὺς κτίσμα καὶ ποίημα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσαντας, ταύτην ἂν ἐπενεγκεῖν τὴν λοιδορίαν ἠνέσχου ὁ τοὺς μεγάλους ἄθλους ἐκείνους καὶ περιβοήτους ὑπὲρ τῆς ὀρθοδοξίας διενεγκών. λύσαις δʼ ἂν ἡμῖν τὴν ἀμηχανίαν αὐτός, εἰ ἐθελήσειας τὰ κινήσαντά σε πρὸς τὴν καθʼ ἡμῶν λύπην φανερῶς ἐξαγγεῖλαι.