Letter 264
Late Antiquity Basil of Caesarea Greek- Βάρσῃ, ἐπισκόπῳ Ἐδέσσης, ἐν ἐξορίᾳ ὄντι Τῷ ὡς ἀληθῶς θεοφιλεστάτῳ καὶ πάσης αἰδοῦς καὶ τιμῆς ἀξίῳ ἐπισκόπῳ Βάρσῃ Βασίλειος ἐν Κυρίῳ χαίρειν. ἐρχομένων τῶν γνησιωτάτων ἀδελφῶν τῶν περὶ Δομνῖνον πρὸς τὴν εὐλάβειάν σου, ἡδέως τὴν ἀφορμὴν τῶν γραμμάτων ἐδεξάμεθα, καὶ προσαγορεύομέν σε δι’ αὐτῶν, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ μέχρι τοσούτου φυλαχθῆναι τῇ ζωῇ ταύτῃ, μέχρις οὗ καταξιωθῶμεν ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ χαρισμάτων. μόνον εὔχου, παρακαλῶ, ἵνα ὁ Κύριος μὴ παραδῷ ἡμᾶς εἰς τέλος τοῖς ἐχθροῖς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἀλλὰ φυλάξῃ τὰς ἑαυτοῦ ἐκκλησίας μέχρι τοῦ καιροῦ τῆς εἰρήνης, ἣν αὐτὸς οἶδεν ὁ δίκαιος κριτὴς πότε ἀποδώσει. ἀποδώσει γάρ, καὶ οὐκ ἐγκαταλείψει ἡμᾶς εἰς τὸ παντελές. ἀλλʼ ὥσπερ τοῖς Ἰσραηλίταις τὴν ἑβδομηκονταετίαν ὥρισεν ὑπὲρ τῶν ἁμαρτημάτων εἰς τὴν τῆς αἰχμαλωσίας καταδίκην, οὕτω τάχα καὶ ἡμᾶς ὁ δυνατὸς χρόνῳ τινὶ ὡρισμένῳ παραδοὺς ἀνακαλέσεταί ποτε καὶ ἀποκαταστήσει εἰς τὴν ἐξ ἀρχῆς εἰρήνην· εἰ μὴ ἄρα ἐγγύς πού ἐστιν ἡ ἀποστασία καὶ τὰ νῦν γινόμενα προοίμιά ἐστι τῆς εἰσόδου τοῦ Ἀντιχρίστου. ὅπερ δὲ ἐὰν ᾖ, προσεύχου ἵνα ἢ τὰς θλίψεις παρενέγκῃ ἢ ἡμᾶς ἀπταίστους διὰ τῶν θλίψεων ὁ ἀγαθὸς διασώσηται. πᾶσαν τὴν συνοδίαν τὴν καταξιωθεῖσαν συνεῖναι τῇ εὐλαβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ. τὴν σὴν εὐλάβειαν οἱ σὺν ἡμῖν πάντες προσαγορεύουσιν. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, φυλαχθείης τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.