Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 266

    Basil of Caesarea

    In the atlas

    4 min
    1. Πέτρῳ, ἐπισκόπῳ Ἀλεξανδρείας Καλῶς μου καθήψω καὶ πρεπόντως πνευματικῷ ἀδελφῷ, ἀληθινὴν ἀγάπην παρὰ τοῦ Κυρίου δεδιδαγμένῳ, ὅτι σοι μὴ πάντα καὶ μικρὰ καὶ μείζω φανερὰ ποιοῦμεν τῶν τῇδε. καὶ γὰρ ἐπιβάλλει καὶ σοὶ φροντίζειν τῶν καθʼ ἡμᾶς καὶ ἡμῖν τῇ σῇ ἀγάπῃ ἀναφέρειν τὰ ἡμέτερα. ἀλλὰ γίνωσκε, τιμιώτατε ἡμῖν καὶ ποθεινότατε ἀδελφέ, ὅτι τὸ συνεχὲς τῶν θλίψεων, καὶ ὁ πολὺς οὗτος ὁ κλόνος ὁ νῦν σαλεύων τὰς ἐκκλησίας, πρὸς οὐδὲν ἡμᾶς ξενίζεσθαι τῶν γινομένων ποιεῖ. ὡς γὰρ οἱ ἐν τοῖς χαλκείοις τὰς ἀκοὰς κατακτυπούμενοι ἐν μελέτῃ εἰσὶ τῶν ψόφων, οὕτως ἡμεῖς τῇ πυκνότητι τῶν ἀτόπων ἀγγελιῶν εἰθίσθημεν λοιπὸν ἀτάραχον ἔχειν καὶ ἀπτόητον τὴν καρδίαν πρὸς τὰ παράλογα. τὰ μὲν οὖν παρὰ τῶν Ἀρειανῶν ἐκ παλαιοῦ κατὰ τῆς Ἐκκλησίας σκευωρούμενα, εἰ καὶ πολλὰ καὶ μεγάλα καὶ κατὰ πᾶσαν διαβεβοημένα τὴν οἰκουμένην, ἀλλʼ οὖν φορητὰ ἡμῖν ἐστι διὰ τὸ παρὰ φανερῶν ἐχθρῶν καὶ πολεμίων τοῦ λόγου τῆς ἀληθείας γίνεσθαι· οὓς ὅταν μὴ ποιήσωσι τὰ συνήθη θαυμάζομεν, οὐχ ὅταν μέγα τι καὶ νεανικὸν κατὰ τῆς εὐσεβείας τολμήσωσι. λυπεῖ δὲ ἡμᾶς καὶ ταράσσει τὰ παρὰ τῶν ὁμοψύχων καὶ ὁμοδόξων γινόμενα. ἀλλʼ ὅμως καὶ ταῦτα, διὰ τὸ πολλὰ εἶναι καὶ συνεχῶς ἐμπίπτειν ἡμῶν ταῖς ἀκοαῖς, οὐδὲ ταῦτα παράδοξα καταφαίνεται. ὅθεν οὔτε ἐκινήθημεν ἐπὶ τοῖς πρώην γινομένοις ἀτάκτως, οὔτε τὰς σὰς διωχλήσαμεν ἀκοάς, τοῦτο μὲν εἰδότες ὅτι φήμη διακομίσει αὐτομάτως τὰ πεπραγμένα, τοῦτο δὲ ἀναμένοντες ἑτέρους ἀγγέλους τῶν λυπηρῶν γενέσθαι· ἔπειτα οὔτε κρίναντες εὔλογον εἶναι ὑμᾶς ἀγανακτεῖν ἐπὶ τοῖς τοιούτοις, ὥσπερ δυσχεραίνοντας διότι παρώφθητε. αὐτοῖς μέντοι τοῖς ταῦτα ποιήσασιν ἐπεστείλαμεν τὰ πρέποντα, παρακαλοῦντες αὐτούς, ἐπειδή τινα διχόνοιαν ἔπαθον οἱ ἐκεῖ ἀδελφοί, τῆς μὲν ἀγάπης μὴ ἀποστῆναι, τὴν δὲ διόρθωσιν ἀναμένειν παρὰ τῶν δυναμένων ἐκκλησιαστικῶς ἰατρεύειν τὰ πταίσματα. ὅπερ ἐπειδὴ ἐποίησας, καλῶς καὶ προσηκόντως κινηθείς, ἐπῃνέσαμέν σε, καὶ ηὐχαριστήσαμεν τῷ Κυρίῳ, ὅτι ἐστὶ λείψανον τῆς παλαιᾶς εὐταξίας σωζόμενον παρὰ σοὶ καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς ἰσχὺν οὐκ ἀπώλεσεν ἐν τῷ ἡμετέρῳ διωγμῷ. οὐ γὰρ μεθʼ ἡμῶν ἐδιώχθησαν καὶ οἱ κανόνες. πολλάκις οὖν ὀχληθεὶς παρὰ τῶν Γαλατῶν, οὐδέποτε ἠδυνήθην αὐτοῖς ἀποκρίνασθαι, ἀναμένων τὰς ὑμετέρας ἐπικρίσεις. καὶ νῦν, ἐὰν ὁ Κύριος δῷ, καὶ θελήσωσιν ἀνασχέσθαι ἡμῶν, ἐλπίζομεν τὸν λαὸν προσάξειν τῇ ἐκκλησίᾳ, ὡς μὴ αὐτοὺς ἡμᾶς ὀνειδίζεσθαι Μαρκελλιανοῖς προσκεχωρηκέναι, ἀλλʼ ἐκείνους μέλη γενέσθαι τοῦ σώματος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ὥστε τὸν πονηρὸν ψόγον, τὸν κατασκεδασθέντα ἐκ τῆς αἱρέσεως, ἐναφανισθῆναι τῇ ἡμετέρᾳ προσλήψει, καὶ μὴ ἡμᾶς καταισχυνθῆναι ὡς προσθεμένους αὐτοῖς. Ἐλύπησε δὲ ἡμᾶς ὁ ἀδελφὸς Δωρόθεος, ὡς αὐτὸς ἐπέστειλας, μὴ πάντα προσηνῶς μηδὲ πράως διαλεχθεὶς τῇ κοσμιότητί σου. καὶ τοῦτο τῇ τῶν καιρῶν λογίζομαι δυσκολίᾳ. ἐοίκαμεν γὰρ εἰς μηδὲν εὐοδοῦσθαι ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν, εἴπερ οἱ σπουδαιότατοι τῶν ἀδελφῶν οὐχ εὑρίσκονται προσηνεῖς, οὐδὲ εὔθετοι ταῖς διακονίαις τῷ μὴ πάντα κατὰ γνώμην ἡμετέραν ἐπιτελεῖν. ὃς ἐπανελθὼν διηγήσατο ἡμῖν τὰς ἐπὶ τοῦ σεμνοτάτου ἐπισκόπου Δαμάσου πρὸς τὴν σὴν τιμιότητα γενομένας αὐτῷ διαλέξεις, καὶ ἐλύπει ἡμᾶς λέγων τοῖς Ἀρειομανίταις συγκατηριθμῆσθαι τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν τοὺς συλλειτουργοὺς Μελέτιον καὶ Εὐσέβιον. ὧν εἰ καὶ μηδὲν ἄλλο συνίστη τὴν ὀρθοδοξίαν, ὁ γοῦν παρὰ τῶν Ἀρειανῶν πόλεμος ἀπόδειξιν ἔχει ὀρθότητος οὐκ ὀλίγην τοῖς εὐγνωμόνως λογιζομένοις. τὴν δὲ σὴν εὐλάβειαν συνάπτειν αὐτοῖς εἰς ἀγάπην ὀφείλει καὶ ἡ κοινωνία τῶν ὑπὲρ Χριστοῦ παθημάτων. ἐκεῖνο δὲ πέπεισο, ὡς ἀληθῶς τιμιώτατε, ὅτι οὐκ ἔστι τι ῥῆμα ὀρθοδοξίας, ὃ μὴ μετὰ πάσης παρρησίας παρὰ τῶν ἀνδρῶν τούτων ἐκηρύχθη ὑπὸ Θεῷ μάρτυρι καὶ ἀκροαταῖς ἡμῖν. οἳ οὐδʼ ἂν πρὸς ὥραν αὐτῶν ἐδεξάμεθα τὴν συνάφειαν, εἰ σκάζοντας αὐτοὺς περὶ τὴν πίστιν εὕρομεν. ἀλλὰ, εἰ δοκεῖ, τὰ παρελθόντα ἐάσωμεν, τοῖς δὲ ἐφεξῆς ἀρχήν τινα δῶμεν εἰρηνικήν. χρῄζομεν γὰρ ἀλλήλων πάντες κατὰ τὴν τῶν μελῶν κοινωνίαν, καὶ μάλιστα νῦν, ὅτε αἱ τῆς ἀνατολῆς ἐκκλησίαι πρὸς ἡμᾶς ἀποβλέπουσι, καὶ τὴν μὲν ὑμετέραν ὁμόνιαν ἀφορμὴν εἰς στηριγμὸν καὶ βεβαιότητα λήψονται· ἐὰν δὲ αἴσθωνται ὑμᾶς ἐν ὑποψίᾳ τινὶ πρὸς ἀλλήλους εἶναι, ἐκλυθήσονται καὶ παρήσουσιν ἑαυτῶν τὰς χεῖρας, πρὸς τὸ μὴ ἀνταίρειν τοῖς πολεμίοις τῆς πίστεως.