Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 268

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Εὐσεβίῳ ἐν ἐξορίᾳ ὄντι Ἔδειξε καὶ ἐφʼ ἡμῶν ὁ Κύριος, ὅτι οὐκ ἐγκαταλείπει τοὺς ὁσίους αὐτοῦ, τῇ μεγάλῃ καὶ κραταιᾷ χειρὶ αὐτοῦ περισκεπάσας τὴν ζωὴν τῆς ὁσιότητός σου. σχεδὸν γὰρ παραπλήσιον τοῦτο τιθέμεθα τῷ ἐν κοιλίᾳ κήτους ἀπαθῆ διαμεῖναι τὸν ἅγιον, καὶ ἐν πυρὶ λάβρῳ ἀβλαβῶς διαιτᾶσθαι τοὺς φοβουμένους τὸν Κύριον, ὅπου γε καὶ τὴν σὴν θεοσέβειαν πανταχόθεν ὑμῖν, ὡς ἀκούω, τοῦ πολέμου περιχυθέντος, ἀβλαβῆ διεφύλαξε. καὶ φυλάξειέ γε πρὸς τὸ ἑξῆς ὁ δυνατὸς Θεὸς ἡμῖν, ἐὰν ἔτι ζῶμεν, τὸ πολύευκτον θέαμα, ἢ τοῖς γοῦν ἄλλοις, οἳ τὴν σὴν ἐπάνοδον οὕτως ἀναμένουσιν ὡς οἰκείαν ἑαυτῶν σωτηρίαν. πέπεισμαι γὰρ ὅτι, τοῖς δάκρυσι τῶν ἐκκλησιῶν καὶ τοῖς στεναγμοῖς οἷς ἐπὶ σοὶ πάντες στενάζουσι προσχών, ὁ φιλάνθρωπος διαφυλάξει σε τῷ βίῳ, ἕως ἂν δῷ τὴν χάριν τοῖς νυκτὸς καὶ ἡμέρας δεομένοις αὐτοῦ. Τὰ μὲν οὖν μέχρι τῆς ἐπιδημίας τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν Λιβανίου τοῦ συνδιακόνου πεπραγμένα καθʼ ὑμῶν δι’ αὐτοῦ κατὰ τὴν πάροδον ἱκανῶς ἐδιδάχθημεν, τὰ δὲ ἀπʼ ἐκείνου τοῦ χρόνου δεόμεθα μαθεῖν. μείζονα γὰρ ἐν τῷ μεταξὺ καὶ χαλεπώτερα ἀκούομεν γεγενῆσθαι πάθη περὶ τοὺς τόπους· ἅπερ, ἐὰν μὲν ᾖ δυνατόν, καὶ θᾶττον, εἰ δὲ μή, διὰ γοῦν τοῦ εὐλαβεστάτου ἀδελφοῦ Παύλου τοῦ συμπρεσβυτέρου ἐπανιόντος μάθοιμεν, ὡς εὐχόμεθα, ὅτι ἀβλαβὴς καὶ ἀνεπηρέαστος ὑμῶν φυλάττεται ἡ ζωή. διὰ δὲ τὸ ἀκοῦσαι πάντα λῃστῶν καὶ δησερτόρων πεπληρῶσθαι τὰ τῆς ὁδοῦ, ἐφοβήθημέν τι εἰς χεῖρας ἐμβαλεῖν τοῦ ἀδελφοῦ, μὴ καὶ αὐτῷ παραίτιοι θανάτου γενώμεθα. ἐὰν δὲ δῷ ὁ Κύριος μετρίαν γαλήνην, ὡς ἀκούομεν τοῦ στρατοπέδου τὴν πάροδον, σπουδάσομεν καὶ τῶν ἡμετέρων ἐκπέμψαι τινά, τὸν ἐπισκεψόμενον καὶ ἕκαστα ἡμῖν τῶν παρʼ ὑμῖν ἀναγγέλλοντα.