Letter 285
Late Antiquity Basil of Caesarea Greek- Ἀνεπίγραφος, ἐπὶ τῇ τῆς Ἐκκλησίας προστασίᾳ Ὁ τῆς Ἐκκλησίας φροντίζων καὶ διὰ χειρὸς ἔχων τῶν κτήσεων τὴν ἐπιμέλειαν αὐτός ἐστιν ὁ τὴν ἐπιστολὴν ἐπιδιδούς σοι ταύτην, ὁ ἀγαπητὸς υἱὸς ὁ δεῖνα. τούτῳ καταξίωσον, περὶ ὧν ἀναφέρει τῇ κοσμιότητί σου, δοῦναι καὶ λόγου παρρησίαν, καὶ περὶ ὧν διαβεβαιοῦται προσχεῖν· ἵνα ἀπὸ γοῦν τοῦ νῦν δυνηθῇ ἡ Ἐκκλησία ἑαυτὴν ἀναλαβεῖν καὶ τῆς πολυκεφάλου ταύτης ὕδρας ἀπαλλαγῆναι. τοιαύτη γὰρ ἡ τῶν πτωχῶν κτῆσις, ὥστε ἀεὶ ἡμᾶς ζητῆσαι τὸν ὑποδεχόμενον αὐτήν, διὰ τὸ προσαναλίσκειν μᾶλλον τὴν Ἐκκλησίαν, ἤ τινα καρπὸν ἔχειν ἀπὸ τῶν κτημάτων.