Letter 340
Late Antiquity Basil of Caesarea Greek- Λιβάνιος Βασιλείῳ Εἰ πάνυ πολὺν χρόνον ἐσκόπεις, πῶς ἂν ἄριστα συνείποις τοῖς περὶ τῶν σῶν γραμμάτων ἡμετέροις γράμμασιν, οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις, ἢ τοιαῦτα γράφων, ὁποῖα νῦν ἔγραψας. καλεῖς γάρ με σοφιστήν· τοῦ τοιούτου δὲ εἶναι φῂς τὸ δύνασθαι τὰ μικρὰ μὲν μεγάλα ποιεῖν, τὰ δʼ αὖ μεγάλα μικρά. καὶ δὴ τὴν ἐμὴν ἐπιστολὴν βεβουλῆσθαι φῂς δεῖξαι τὴν σὴν καλήν, οὐκ οὖσαν καλήν· εἶναί τε οὐδὲν ἧς νῦν ἔπεμψας βελτίω· ὅλως τε οὐδεμίαν εἶναι παρὰ σοὶ λόγων δύναμιν, τῶν μὲν νῦν ὄντων ἐν χερσὶ βιβλίων τοῦτο οὐ ποιούντων, ὧν δὲ εἶχες πρότερον λόγων ἐξερρυηκότων. καὶ ταῦτα πείθειν ἐπιχειρῶν, οὕτω καλὴν καὶ ταύτην, ἣν λέγεις κακῶς, εἰργάσω τὴν ἐπιστολήν, ὥσθʼ οἱ παρόντες ἡμῖν οὐκ εἶχον μὴ πηδᾷν ἀναγινωσκομένης. ἐθαύμασα οὖν, ὅτι ταύτῃ τὴν προτέραν καθελεῖν ἐπιχειρήσας, τῷ φάναι ταύτῃ τὴν προτέραν ἐοικέναι, ταύτῃ τὴν προτέραν ἐκόσμησας. Ἐχρῆν δὲ ἄρα τὸν τοῦτο βουλόμενον, χείρονα ποιῆσαι ταύτην ἐπὶ διαβολῇ τῆς πρόσθεν. ἀλλʼ οὐκ ἦν, οἶμαι, σόν, ἀδικῆσαι τὴν ἀλήθειαν. ἠδίκητο δʼ ἄν, γράφοντος ἐξεπίτηδες φαυλότερα, καὶ οὐ χρωμένου τοῖς οὖσι. τοῦ αὐτοῦ τοίνυν ἂν εἴη τὸ μήτε ψέγειν ἃ δίκαιον ἐπαινεῖν, ἵνα μή σε τὸ πρᾶγμα φέρον εἰς σοφιστὰς ἐμβάλῃ, πειρώμενον ταπεινὰ τὰ μεγάλα ποιεῖν. βιβλίων μὲν οὖν, ὧν φῂς εἶναι χείρω μὲν τὴν λέξιν, ἀμείνω δὲ τὴν διάνοιαν, ἔχου, καὶ οὐδεὶς κωλύει. τῶν δὲ ἡμετέρων μὲν ἀεί, σῶν δὲ πρότερον, αἱ ῥίζαι μένουσί τε καὶ μενοῦσιν ἕως ἂν ᾖς, καὶ οὐδεὶς μήποτε αὐτὰς ἐκτέμοι χρόνος, οὐδʼ ἂν ἥκιστα ἄρδοις.