Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 35

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἀνεπίγραφος, ὑπὲρ Λεοντίου Περὶ πολλῶν μὲν ὡς διαφερόντων μοι ἐπέστειλά σοι, περὶ πλειόνων δὲ καὶ ἐπιστελῶ. οὔτε γὰρ τοὺς δεομένους ἐπιλιπεῖν δυνατόν, οὔτε ἡμᾶς ἀρνεῖσθαι τὴν χάριν οἷόν τε. οὐ μήν ἐστί τις οἰκειότερός μοι, οὔτε μᾶλλον ἀναπαῦσαί με ἐφʼ οἷς ἂν εὖ τι πάθοι δυνάμενος, τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Λεοντίου. οὗ τὴν οἰκίαν οὕτω διάθες, ὡς ἂν εἰ αὐτὸν ἐμὲ καταλάβοις, μὴ ἐν τῇ πενίᾳ ταύτῃ, ἐν ᾗ νῦν εἰμὶ σὺν Θεῷ, ἀλλʼ εὐπορίας τινὸς ἐπειλημμένον καὶ ἀγροὺς κεκτημένον. δῆλον γὰρ ὅτι οὐκ ἂν ἐποίησάς με πένητα, ἀλλʼ ἐφύλαξας ἂν τὰ παρόντα, ἢ ἐπέτεινας τὴν εὐπορίαν. τοῦτο οὖν ποιῆσαί σε καὶ ἐν τῇ προειρημένῃ μοι οἰκίᾳ τοῦ ἀνδρὸς παρακαλοῦμεν. μισθὸς δέ σοι ὑπὲρ πάντων ὁ συνήθης παρʼ ἐμοῦ, εὐχὴ πρὸς τὸν ἅγιον Θεὸν ὑπὲρ ὧν κάμνεις, καλός τε καὶ ἀγαθὸς ὢν καὶ προλαμβάνων τὰς αἰτήσεις τῶν δεομένων.