Letter 359
Late Antiquity Basil of Caesarea Greek- Βασίλειος Λιβανίῳ Σὺ μὲν ὅλην τὴν τῶν παλαιῶν τέχνην ἐν τῇ σαυτοῦ κατακλείσας διανοίᾳ τοσοῦτον σιγᾷς, ὡς μηδʼ ἐν ἐπιστολαῖς ἡμῖν διδόναι τι κερδαίνειν. ἐγὼ δέ, εἴπερ ἦν ἀσφαλὲς ἡ τοῦ διδασκάλου τέχνη, ἦλθον ἂν παρὰ σοί, ποιησάμενος Ἰκάρου πτερόν. ἀλλʼ ὅμως, ἐπειδὴ οὐκ ἔστι πιστεῦσαι ἡλίῳ κηρόν, ἀντὶ τῶν Ἰκάρου πτερῶν ἐπιστέλλω σοι λόγους, δεικνύντας τὴν ἡμετέραν φιλίαν. φύσις δὲ λόγων, μηνύουσα τοὺς κατὰ ψυχὴν ἔρωτας. καὶ ταῦτα μὲν οἱ λόγοι· σὺ αὐτοὺς ἄγοις ὅπου βούλει· καὶ τηλικοῦτον κράτος κεκτημένος, σιωπᾷς. ἀλλὰ μετάστησον καὶ ἐφʼ ἡμᾶς τὰς ἀπὸ τοῦ στόματός σου τῶν λόγων πηγάς.