Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 363

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἀπολιναρίῳ Τῷ δεσπότῃ μου, τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ, Ἀπολιναρίῳ, Βασίλειος. διημάρτομεν τῶν προφάσεων, δι’ ὧν ἐνῆν προσειπεῖν σου τὴν εὐλάβειαν, καίτοιγε ἡδέως ἂν ἐπὶ τοῖς γράμμασιν ἐκείνοις ἐπιστείλαντες. σὲ γὰρ ἐν σιωπῇ κατέχειν τὴν ἡδονὴν ἐπʼ ἐκείνοις ἥσθημεν. ὄντως γὰρ ἡμῖν ἔδοξας οἶος πεπνύσθαι· τῶν ἑρμηνευόντων δὲ σκιαὶ ἀΐσσουσιν· οὕτως ἐπʼ ἀσφαλοῦς τῆς διανοίας τὴν ἐξήγησιν ἄγων. καὶ νῦν δὴ πλέον ὁ ἔρως τῆς γνώσεως τῶν θείων λογίων ἅπτεται τῆς ψυχῆς μου. προβαλεῖν μὲν οὖν σοι τῶν ἀπορουμένων τινὰ ἀποκνῶ, μὴ δοξῶ πέρα τοῦ μέτρου ἐμφορεῖσθαι τῆς παρρησίας. σιωπᾷν δὲ πάλιν οὐ καρτερῶ, ὠδίνων καὶ ἔτι προσλαβεῖν ἐφιέμενος. ἄριστον οὖν μοι κατεφάνη πυθέσθαι σου, πότερον ἐφίης ἡμῖν, ὦ θαυμάσιε, ἐρωτᾷν τι τῶν ἀπορουμένων, ἢ χρὴ τὴν ἡσυχίαν ἄγειν. ὁπότερον δʼ ἂν ἀποκρίνῃ, τοῦτο φυλάξομεν τοῦ λοιποῦ. ἐρρωμένον τε καὶ εὔθυμον καὶ ὑπερευχόμενον ἔχοιμέν σε διαπαντός.