Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 51

    Basil of Caesarea

    In the atlas

    4 min
    1. Βοσπορίῳ ἐπισκόπῳ Πῶς μου οἴει τὴν ψυχὴν ὠδύνησεν ἡ ἀκοὴ τῆς συκοφαντίας ἐκείνης, ἣν κατέχεόν μού τινες τῶν μὴ φοβουμένων τὸν κριτήν, ὃς ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος; ὥστε πᾶσαν τὴν νύκτα ἐπὶ τοῖς ῥήμασι τῆς ἀγάπης σου, ὀλίγου δεῖν, ἄϋπνος διαμεῖναι· οὕτω μέσης ἥψατό μου τῆς καρδίας ἡ λύπη. ὄντως γάρ, κατὰ τὸν Σολομῶντα, Συκοφαντία ἄνδρα ταπεινοῖ· καὶ οὐδεὶς οὕτως ἀνάλγητος, ὡς μὴ παθεῖν τὴν ψυχὴν καὶ κατακαμφθῆναι εἰς γῆν, στόμασιν πρὸς ψευδολογίαν εὐκόλοις παραπεσών. ἀλλὰ γὰρ ἀνάγκη πάντα στέγειν, πάντα ὑπομένειν, τὴν ὑπὲρ ἑαυτῶν ἐκδίκησιν ἐπιτρέψαντες τῷ Κυρίῳ, ὃς οὐ περιόψεται ἡμᾶς· διότι Ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν. οἱ μέντοι τὸ καινὸν τοῦτο δρᾶμα τῆς καθʼ ἡμῶν βλασφημίας συνθέντες ἐοίκασι παντελῶς ἀπιστεῖν τῷ Κυρίῳ, ὃς καὶ περὶ ἀργοῦ ῥήματος δώσειν ἡμᾶς λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀπεφήνατο. Ἐγὼ δέ, εἶπέ μοι, τὸν μακαριώτατον Διάνιον ἀνεθεμάτισα; τοῦτο γὰρ ἡμῶν κατήγγειλαν. ποῦ ἢ πότε; τίνων παρόντων; ἐπὶ ποίᾳ προφάσει; ψιλοῖς ῥήμασιν ἢ ἐγγράφοις; ἑτέροις ἀκολουθῶν, ἢ αὐτὸς κατάρχων καὶ αὐθεντῶν τοῦ τολμήματος; ὢ τῆς ἀναιδείας τῶν πάντα φθεγγομένων ῥᾳδίως· ὢ τῆς καταφρονήσεως τῶν τοῦ Θεοῦ κριμάτων· πλὴν εἰ μὴ ἄρα τῷ πλάσματι αὐτῶν καὶ τοῦτο προστραγῳδήσουσιν, ὅτι ἐγενόμην καὶ ἔκφρων ποτέ, ὥστε ἀγνοεῖν αὐτὸς τὰ ἑαυτοῦ ῥήματα. ἐπὶ γὰρ τῶν λογισμῶν ὑπάρχων τῶν ἐμαυτοῦ, οὐδὲν οἶδα ποιήσας τοιοῦτον, οὐδὲ προελόμενος τὴν ἀρχήν. ἀλλʼ ἐκεῖνο μᾶλλον ἐμαυτῷ συνεπίσταμαι, ὅτι ἐκ πρώτης ἡλικίας συνετράφην τῷ περὶ αὐτὸν φίλτρῳ, καὶ ἀπέβλεπον πρὸς τὸν ἄνδρα ὡς μὲν γεραρὸς ἰδεῖν, ὡς δὲ μεγαλοπρεπής, ὅσον δὲ ἔχων τὸ ἱεροπρεπὲς ἐν τῷ εἴδει. ἐπεὶ δέ μοι λοιπὸν καὶ ὁ λόγος παρῆν, τότε δὴ καὶ ἀπὸ τῶν τῆς ψυχῆς ἀγαθῶν αὐτὸν ἐπεγίνωσκον· καὶ ἔχαιρον αὐτοῦ τῇ συνουσίᾳ, τὸ ἁπλοῦν καὶ γενναῖον καὶ ἐλευθέριον τῶν τρόπων καταμανθάνων, καὶ ὅσα ἄλλα τοῦ ἀνδρὸς ἴδια, ἡ τῆς ψυχῆς ἡμερότης, τὸ μεγαλοφυές τε ὁμοῦ καὶ πρᾶον, τὸ εὐπρεπές, τὸ ἀόργητον, τὸ φαιδρὸν καὶ εὐπρόσιτον τῇ σεμνότητι κεκραμένον. ὥστε αὐτὸν ἐναρίθμιον εἶχον τοῖς περιφανεστάτοις κατʼ ἀρετήν. Περὶ μέντοι τὰ τελευταῖα τοῦ βίου (οὐ γὰρ ἀποκρύψομαι τἀληθές̓ ἐλυπήθην ἐπʼ αὐτῷ λύπην οὐκ ἀνεκτὴν μετὰ πολλῶν τῶν ἐν τῇ πατρίδι φοβουμένων τὸν Κύριον, ἐπὶ τῇ ὑπογραφῇ τῆς πίστεως τῆς ὑπὸ τῶν περὶ Γεώργιον ἀπὸ τῆς Κωνσταντινουπόλεως κομισθείσης. εἶτα, οἷος ἐκεῖνος πραότητι τρόπου καὶ ἐπιεικείᾳ πάντας πληροφορεῖν ἐν σπλάγχνοις πατρικοῖς ἀνεχόμενος, ἤδη καταπεσὼν εἰς τὴν ἀῤῥωστίαν, ὑφʼ ἧς καὶ μετῆλθεν ἀπὸ τοῦ βίου, προσκαλεσάμενος ἡμᾶς ἔφη· ὑπὸ μάρτυρι τῷ Κυρίῳ ἐν ἁπλότητι καρδίας συντεθεῖσθαι μὲν τῷ ἀπὸ τῆς Κωνσταντινουπόλεως γραμματείῳ, μηδὲν δὲ ἐπʼ ἀθετήσει τῆς κατὰ Νικαίαν ὑπὸ τῶν ἁγίων πατέρων ἐκτεθείσης πίστεως προελέσθαι, μηδὲ ἄλλως ἔχειν ἐν τῇ καρδίᾳ ἢ ὡς παρέλαβεν ἐξ ἀρχῆς· ἀλλὰ καὶ εὔχεσθαι μὴ χωρισθῆναι τῆς μερίδος τῶν μακαρίων ἐκείνων ἐπισκόπων τῶν τριακοσίων δεκαοκτώ, τῶν τὸ εὐσεβὲς κήρυγμα διαγγειλάντων τῇ οἰκουμένῃ· ὥστε ἡμᾶς, ἐπὶ τῇ πληροφορίᾳ ταύτῃ, λύσαντας πᾶσαν τῶν καρδιῶν τὴν διάκρισιν, ὡς καὶ αὐτὸς ἐπίστασαι, προσελθεῖν τῇ κοινωνίᾳ, καὶ λυπουμένους παύσασθαι. Τὰ μὲν οὖν ἡμέτερα πρὸς τὸν ἄνδρα τοιαῦτα. εἰ δέ τις λέγοι τινὰ βλασφημίαν ἀθέμιτον εἰς αὐτὸν ἡμῖν συνεγνωκέναι, μὴ κατὰ γωνίαν θρυλλείτω δουλοπρεπῶς, ἀλλʼ εἰς τὸ φανερὸν ἀντικαταστὰς διελεγχέτω μετὰ παῤῥησίας.