Letter 60
Late Antiquity Basil of Caesarea Greek- Γρηγορίῳ θείῳ Καὶ πρότερον ἡδέως εἶδον τὸν ἀδελφόν μου. τί γὰρ οὐκ ἔμελλον, ἀδελφόν τε ὄντα ἐμαυτοῦ, καὶ τοιοῦτον; καὶ νῦν τῇ αὐτῇ διαθέσει προσεδεξάμην ἐπιδημήσαντα, μηδέν τι τῆς ἐμαυτοῦ στοργῆς παρατρέψας. μηδὲ γὰρ γένοιτό τι τοιοῦτο παθεῖν μηδέν, ὅ με τῆς φύσεως ἐπιλαθέσθαι καὶ ἐκπολεμωθῆναι πρὸς τοὺς οἰκείους ποιήσει. ἀλλὰ καὶ τῶν τοῦ σώματος ἀρρωστημάτων, καὶ τῶν ἄλλων ἀλγεινῶν τῆς ψυχῆς, παραμυθίαν ἡγησάμην εἶναι τὴν τοῦ ἀνδρὸς παρουσίαν· τοῖς τε παρὰ τῆς τιμιότητός σου δι’ αὐτοῦ κομισθεῖσι γράμμασιν ὑπερήσθην· ἃ καὶ ἐκ πολλοῦ μοι ἐπεθύμουν ἐλθεῖν, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ μὴ καὶ ἡμᾶς τι σκυθρωπὸν διήγημα τῷ βίῳ προσθεῖναι, ὡς ἄρα τις εἴη τοῖς οἰκειοτάτοις πρὸς ἀλλήλους διάστασις, ἡδονὴν μὲν ἐχθροῖς παρασκευάζουσα, φίλοις δὲ συμφοράν, ἀπαρέσκουσα δὲ Θεῷ, τῷ ἐν τῇ τελείᾳ ἀγάπῃ τὸν χαρακτῆρα τῶν ἑαυτοῦ μαθητῶν θεμένῳ. διὸ καὶ ἀντιφθέγγομαι ἀναγκαίως εὔχεσθαι σε ὑπὲρ ἡμῶν παρακαλῶν, καὶ τὰ ἄλλα κήδεσθαι ἡμῶν ὡς οἰκείων. Τὸν δὲ νοῦν τῶν γινομένων ἐπειδὴ αὐτοὶ ὑπὸ ἀμαθείας συνιέναι οὐκ ἔχομεν, ἐκεῖνον ἐκρίναμεν ἀληθῆ εἶναι νομίζειν, ὃν ἂν αὐτὸς ἡμῖν ἐξηγήσασθαι καταξιώσῃς. ἀνάγκη δὲ καὶ τὰ λειπόμενα παρὰ τῆς σῆς μεγαλονοίας ὁρισθῆναι, τὴν συντυχίαν ἡμῶν τὴν πρὸς ἀλλήλους, καὶ καιρὸν τὸν πρέποντα, καὶ τόπον ἐπιτήδειον. εἴπερ οὖν ὅλως ἀνέχεται καταβῆναι πρὸς τὴν ταπείνωσιν ἡμῶν ἡ σεμνότης σου, καὶ λόγου τινὸς μεταδοῦναι ἡμῖν, εἴτε μετʼ ἄλλων, εἴτε κατὰ σεαυτὸν βούλει γενέσθαι τὴν συντυχίαν, ὑπακουσόμεθα, τοῦτο ἅπαξ ἑαυτοῖς συμβουλεύσαντες, δουλεύειν σοι ἐν ἀγάπῃ καὶ ποιεῖν ἐκ παντὸς τρόπου τὰ εἰς δόξαν Θεοῦ παρὰ τῆς εὐλαβείας σου ἡμῖν ἐπιτασσόμενα. Τὸν δὲ αἰδεσιμώτατον ἀδελφὸν οὐδὲν ἠναγκάσαμεν ἀπὸ γλώττης εἰπεῖν ἡμῖν· διότι οὔτε πρότερον μεμαρτυρημένον εἶχε τὸν λόγον ὑπὸ τῶν ἔργων.