Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 67

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας Ἐμοὶ μὲν ἐξαρκοῦν ἐφάνη ἐν τοῖς προτέροις γράμμασι πρὸς τὴν σὴν τιμιότητα τοσοῦτον ἐνδείξασθαι, ὅτι πᾶν τὸ κατὰ τὴν πίστιν ἐρρωμένον τοῦ κατὰ τὴν ἁγίαν ἐκκλησίαν Ἀντιοχείας λαοῦ εἰς μίαν συμφωνίαν καὶ ἕνωσιν χρὴ ἐναχθῆναι, πρὸς τὸ δηλῶσαι, ὅτι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μελετίῳ δέοι τὰ εἰς μέρη πλείονα νῦν διῃρημένα συνάψαι. ἐπεὶ δὲ ὁ αὐτὸς οὗτος ὁ ἀγαπητὸς συνδιάκονος ἡμῶν Δωρόθεος ἐναργεστέραν τὴν περὶ τούτων ἐπεζήτησε μνήμην, ἀναγκαίως ἐπισημαινόμεθα, ὅτι καὶ πάσῃ τῇ ἀνατολῇ δι’ εὐχῆς, καὶ ἡμῖν τοῖς παντοίως αὐτῷ συνημμένοις ἐπιθυμητόν, αὐτὸν ἰδεῖν τὴν ἐκκλησίαν διέποντα τοῦ Κυρίου, τῇ τε πίστει ἀνεπίληπτον ὄντα, καὶ τῷ βίῳ οὐδεμίαν πρὸς τοὺς ἄλλους ἐπιδεχόμενον σύγκρισιν, καὶ τῷ τοῦ παντός, ὡς εἰπεῖν, σώματος τῆς ἐκκλησίας αὐτὸν προεστάναι, τὰ δὲ λοιπὰ οἷον μερῶν ἀποτμήματα εἶναι. Ὥστε πανταχόθεν ἀναγκαῖόν τε ὁμοῦ καὶ σύμφερον τῷ ἀνδρὶ τούτῳ συναφθῆναι τοὺς ἄλλους, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν τοὺς ἐλάττους· περὶ δὲ τοὺς ἄλλους γενέσθαι τινὰ οἰκονομίαν, τὴν κἀκείνοις πρέπουσαν, καὶ τὸν λαὸν εἰρηνεύουσαν, καὶ τῇ σῇ συνέσει καὶ περιβοήτῳ ἐντρεχείᾳ καὶ σπουδῇ ἐπιβάλλουσαν. πάντως δὲ οὐκ ἔλαθέ σου τὴν ἀνυπέρβλητον φρόνησιν, ὅτι ἤδη καὶ τοῖς ὁμοψύχοις σου τοῖς κατὰ τὴν δύσιν τὰ αὐτὰ ταῦτα συνήρεσεν, ὡς δηλοῖ τὰ γράμματα τὰ διὰ τοῦ μακαρίου Σιλουανοῦ κομισθέντα ἡμῖν.