Letter 71
Late Antiquity Basil of Caesarea Greek- Γρηγορίῳ Βασίλειος Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείας διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου· καὶ ὅσα ἐνέφηνας ἡμῖν, αὐτὸς ταῦτα γυμνῶς διηγήσατο. ἀκούσαντες δὲ ὅπως διετέθημεν, οὐκ ἀμφιβάλλεις πάντως. πλὴν ἀλλʼ ἐπειδὴ ἐκρίναμεν πάσης λύπης ἀνωτέραν ποιεῖσθαι τὴν πρὸς σὲ ἀγάπην ἐδεξάμεθα καὶ ταῦτα ὡς ἦν προσῆκον, καὶ εὐχόμεθα τῷ ἁγίῳ Θεῷ, τὰς λειπομένας ἡμέρας ἢ ὥρας οὕτω διαφυλαχθῆναι ἐν τῇ περὶ σὲ διαθέσει, ὡς καὶ ἐν τῷ κατόπιν χρόνῳ, ἐν ᾧ οὐδὲν ἡμῖν αὐτοῖς οὔτε μικρὸν οὔτε μεῖζον ἐλλελοιπόσι συνέγνωμεν. Εἰ δὲ ὁ δεῖνα ἄρτι, παρακύψαι φιλοτιμούμενος πρὸς τὸν βίον τῶν Χριστιανῶν, εἶτα οἰόμενος αὐτῷ σεμνότητά τινα φέρειν τὸ ἡμῖν συνανατρίβεσθαι, ἅ τε οὐκ ἤκουσε κατασκευάζει, καὶ ἃ μὴ ἐνόησεν ἐξηγεῖται, θαυμαστὸν οὐδέν. ἀλλʼ ἐκεῖνο θαυμαστὸν καὶ παράδοξον, ὅτι τούτων ἀκροατὰς ἔχει τοὺς γνησιωτάτους μοι τῶν παρʼ ὑμῖν ἀδελφῶν, καὶ οὐκ ἀκροατὰς μόνον, ἀλλὰ καὶ μαθητάς, ὡς ἔοικεν. εἴ γε καὶ ἄλλως ἦν παράδοξον τοιοῦτον μὲν εἶναι τὸν διδάσκοντα, ἐμὲ δὲ τὸν διασυρόμενον, ἀλλʼ οὖν τῶν καιρῶν ἡ καταστροφὴ ἐπαίδευσεν ἡμᾶς πρὸς μηδὲν δυσκολαίνειν. πάλαι γὰρ τὰ τούτων ἀτιμότερα συνήθη ἡμῖν γέγονε διὰ τὰς ἁμαρτίας ἡμῶν. ἐγὼ τοίνυν, εἰ μὲν οὐδέπω τοῖς αὐτοῦ ἀδελφοῖς δέδωκα πεῖραν τῆς ἐμαυτοῦ περὶ τὸν Θεὸν αἱρέσεως, οὐδὲ νῦν ἔχω τι ἀποκρίνασθαι· οὓς γὰρ οὐκ ἔπεισεν ὁ μακρὸς χρόνος, πῶς συμπείσει ἐπιστολὴ βραχεῖα; εἰ δὲ ἐκεῖνα αὐτάρκη, λῆροι νομιζέσθωσαν τὰ παρὰ τῶν διαβαλλόντων. πλήν γε ὅτι, ἐὰν ἐπιτρέψωμεν στόμασιν ἀχαλινώτοις καὶ καρδίαις ἀπαιδεύτοις λαλεῖν περὶ ὧν ἂν ἐθέλωσιν, καὶ ἕτοιμα ἔχωμεν πρὸς ὑποδοχὴν τὰ ὦτα, οὐ μόνον ἡμεῖς τὰ τῶν ἄλλων παραδεξόμεθα, ἀλλὰ καὶ ἕτεροι τὰ ἡμέτερα. Τούτων δὲ αἴτιον ἐκεῖνο, ὃ πάλαι μὲν παρεκάλουν μὴ γίνεσθαι, νῦν δὲ ἀπαγορεύσας σιωπῶ, τὸ μὴ συντυγχάνειν ἡμᾶς ἀλλήλοις. εἰ γὰρ κατὰ τὰς ἀρχαίας συνθήκας, καὶ κατὰ τὴν ὀφειλομένην νῦν ταῖς ἐκκλησίαις παρʼ ἡμῶν ἐπιμέλειαν, τὰ πολλὰ τοῦ ἐνιαυτοῦ μετʼ ἀλλήλων διήγομεν, οὐκ ἂν ἐδώκαμεν πάροδον τοῖς διαβάλλουσι. σὺ δέ, εἰ δοκεῖ, τούτους μὲν ἔα χαίρειν, αὐτὸς δὲ παρακλήθητι συγκάμνειν ἡμῖν εἰς τὸν προκείμενον ἀγῶνα καὶ συντυχεῖν μεθʼ ἡμῶν τῷ καθʼ ἡμῶν στρατευομένῳ. εἰ γὰρ ὀφθῇς μόνον, ἐφέξεις αὐτοῦ τὴν ὁρμὴν καὶ τοὺς συγκροτουμένους ἐπὶ τῷ καταστρέψασθαι τὰ τῆς πατρίδος πράγματα διαλύσεις, γνώριμον αὐτοῖς καταστήσας, ὅτι αὐτὸς τῇ τοῦ Θεοῦ χάριτι τοῦ καθʼ ἡμᾶς συλλόγου κατάρχεις, καὶ φράξεις πᾶν ἄδικον στόμα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀνομίαν. ἂν ταῦτα γένηται, αὐτὰ τὰ πράγματα δείξει, τίς μὲν ὁ κατακολουθῶν σοι ἐπὶ τὰ καλά, τίς δὲ ὁ μετοκλάζων καὶ προδιδοὺς δειλίᾳ τὸν λόγον τῆς ἀληθείας. ἐὰν δὲ τὰ τῆς ἐκκλησίας προδιδόμενα ᾖ, ὀλίγος μοι λόγος διὰ ῥημάτων πείθειν τοὺς τοσούτου με τιθεμένους ἄξιον, ὅσον ἂν τιμήσωνται ἄνθρωποι οὔπω ἑαυτοὺς μετρεῖν δεδιδαγμένοι. μετʼ οὐ πολὺ γάρ, τῇ τοῦ Θεοῦ χάριτι, ἡ διὰ τῶν ἔργων ἀπόδειξις τὰς συκοφαντίας ἐλέγξει, διοτι προσδοκῶμεν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας τάχα μέν τι καὶ μεῖζον πείσεσθαι· εἰ δὲ μή, πάντως γε τῶν ἐκκλησιῶν καὶ τῶν πατρίδων ἀπελαθήσεσθαι. ἐὰν δὲ καὶ μηδὲν τῶν ἐλπιζομένων γένηται, οὐ μακράν ἐστι τὸ τοῦ Χριστοῦ δικαστήριον. ὥστε, εἰ μὲν τὴν συντυχίαν διὰ τὰς ἐκκλησίας ἐπιζητεῖς ἕτοιμος συνδραμεῖν ὅπουπερ ἂν προκαλῇ· εἰ δέ, ἵνα τὰς συκοφαντίας διαλύσω, οὐ σχολή μοι νῦν ἀποκρίνασθαι περὶ τούτων.