Letter 84
Late Antiquity Basil of Caesarea Greek- Ἡγεμόνι Σχεδὸν μὲν ἄπιστόν ἐστιν ὃ μέλλω γράφειν, γεγράψεται δὲ τῆς ἀληθείας ἕνεκεν. ὅτι, πᾶσαν ἔχων ἐπιθυμίαν ὡς οἷόν τε ἦν πυκνότατα διαλέγεσθαί σου τῇ καλοκἀγαθίᾳ, ἐπειδὴ εὗρον ταύτην γραμμάτων τὴν ἀφορμήν, οὐκ ἐπέδραμον τῷ ἑρμαίῳ, ἀλλʼ ἀπώκνησα καὶ ἀνεδύην. τὸ οὖν παράδοξον ἐν τούτῳ, ὅτι ἅπερ ηὐχόμην ὑπάρξαι, ταῦτα γενόμενα οὐκ ἐδεχόμην. αἴτιον δέ, ὅτι αἰσχύνομαι δοκεῖν, μὴ φιλίας γε ἕνεκεν καθαρῶς, ἀλλὰ χρείαν τινὰ θεραπεύων ἑκάστοτε, γράφειν. ἀλλά με ἐκεῖνο εἰσῆλθεν (ὃ καὶ σὲ βούλομαι διανοηθέντα, μήτοι νομίζειν ἡμᾶς ἐμπορικῶς μᾶλλον ἢ φιλικῶς ποιεῖσθαι τὰς διαλέξεις), ὅτι χρή τι διάφορον ἔχειν τὰς τῶν ἀρχόντων προσρήσεις παρὰ τοὺς ἰδιώτας. οὐ γὰρ ὁμοίως ἐντευκτέον ἡμῖν ἰατρῷ τε ἀνδρὶ καὶ τῷ τυχόντι, οὔτε ἄρχοντι δηλονότι καὶ ἰδιώτῃ· ἀλλὰ πειρατέον τοῦ μὲν ἐκ τῆς τέχνης, τοῦ δὲ ἀπὸ τῆς ἐξουσίας ἀπολαύειν εἰς τὰ ἡμέτερα. ὥσπερ οὖν τοῖς ἐν ἡλίῳ βαδίζουσιν ἕπεται πάντως ἡ σκιά, κἂν αὐτοὶ μὴ προέλωνται, οὕτω καὶ ταῖς πρὸς τοὺς ἄρχοντας ὁμιλίαις ἀκολουθεῖ τι καὶ παρεμπόρευμα, ἡ τῶν καμνόντων βοήθεια. Τὴν μὲν οὖν πρώτην αἰτίαν τῆς ἐπιστολῆς πληρούτω αὐτὸ τὸ προσειπεῖν σου τὴν μεγαλόνοιαν. ὅ, κἂν μηδεμία πρόφασις τῷ γράφειν προσῇ, ἀγαθὸν κεφάλαιον αὐτὸ χρὴ νομίζεσθαι. προσείρησο τοίνυν ἡμῖν, ὦ ἄριστε, καὶ φυλάττοιο τῷ βίῳ παντί, ἀρχὰς ἐξ ἀρχῶν ἀμειβων καὶ ἄλλοτε ἄλλους ταῖς ἐπιστασίαις εὐεργετῶν. τοῦτο γὰρ ἐμοί τε ποιεῖν σύνηθες, καὶ σοὶ ὀφειλόμενον παρὰ τῶν καὶ κατὰ μικρὸν πεπειραμένων τῆς περὶ τὸ ἄρχειν σου ἀρετῆς. Μετὰ δὲ τὴν εὐχήν, δέξαι καὶ τὴν ὑπὲρ τοῦ ἀθλίου γέροντος ἱκεσίαν, ὃν ἀφῆκε μὲν τῶν δημοσίων γράμμα βασιλικόν· μᾶλλον δὲ καὶ πρὸ τοῦ βασιλέως αὐτὸ τὸ γῆρας ἔδωκεν αὐτῷ τὴν ἀναγκαίαν ἀτέλειαν. ἐβεβαίωσας δὲ καὶ αὐτὸς τὴν ἄνωθεν χάριν αἰδοῖ τῆς φύσεως, καὶ προμηθείᾳ τῶν δημοσίων, ἐμοὶ δοκεῖν, ὡς ἂν μὴ ἀνθρώπῳ παρανοοῦντι διὰ τὸν χρόνον κινδυνεύοι τι τῶν κοινῶν. Δι’ ἑτέρας δὲ ὁδοῦ πάλιν πῶς αὐτὸν ἔλαθες, ὦ θαυμάσιε, παραγαγὼν εἰς τὸ μέσον; τὸν γὰρ ὑϊδοῦν αὐτοῦ, οὔπω τέταρτον ἔτος ἀπὸ γενέσεως ἄγοντα, κελεύσας τοῦ βουλευτηρίου μετέχειν, τί ἄλλο καὶ οὐχὶ τὸν πρεσβύτην διὰ τοῦ ἐκγόνου πάλιν ἐξ ἀρχῆς παράγεις εἰς τὰ δημόσια; ἀλλὰ νῦν ἱκετεύομεν ἀμφοτέρων σε λαβεῖν τῶν ἡλικιῶν οἶκτον, καὶ ἀμφοτέρους ἀνεῖναι διὰ τὰ προσόντα ἑκατέρῳ ἐλεεινά. ὁ μὲν γὰρ οὐκ εἶδε γονέας, οὐδʼ ἐγνώρισε, ἀλλὰ δι’ ἀλλοτρίων χειρῶν εἰς τὸν βίον τοῦτον εἰσῆλθεν, εὐθὺς ἐκ σπαργάνων ἀμφοτέρων ὀρφανισθείς· ὁ δὲ τοσοῦτον ἐταμιεύθη τῷ βίῳ, ὡς μηδὲν αὐτὸν εἶδος συμφορᾶς παρελθεῖν· ἐπεῖδε μὲν γὰρ υἱοῦ τελευτὴν ἄωρον· εἶδε δὲ οἶκον ἔρημον διαδόχων· ὄψεται δὲ νῦν, ἐὰν μή τι αὐτὸς ἄξιον τῆς σεαυτοῦ φιλανθρωπίας διανοηθῇς, τὴν παραμυθίαν τῆς ἀπαιδίας, ταύτην ἀφορμὴν αὐτῷ μυρίων γενησομένην κακῶν. οὐ γὰρ δήπου τὸ παιδίον εἰς βουλευτὰς συντελέσει, ἢ ἐκλέξει τὰς εἰσφοράς, ἢ στρατιώταις χορηγήσει τὸ σιτηρέσιον, ἀλλʼ ἀνάγκη πάλιν τοῦ ἀθλίου γέροντος τὴν πολιὰν καταισχύνεσθαι. δὸς οὖν χάριν καὶ τοῖς νόμοις ἀκόλουθον καὶ τῇ φύσει συμβαίνουσαν, τῷ μὲν προστάξας μέχρι τῆς τῶν ἀνδρῶν ἡλικίας συγχωρηθῆναι, τὸν δὲ ἐπὶ τῆς κλίνης ἀναμένειν τὸν θάνατον. πραγμάτων δὲ συνέχειαν καὶ τὸ τῆς ἀνάγκης ἀπαραίτητον ἄλλοι προβαλλέσθωσαν. οὐ γὰρ δὴ τοῦ σοῦ τρόπου ἢ κακῶς πράττοντας περιιδεῖν, ἢ νόμων ὀλιγωρῆσαι, ἢ φίλοις μὴ εἶξαι καθικετεύουσι, κἂν τὰ ἐξ ἀνθρώπων σε περιεστήκει πράγματα.