Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 93

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Πρὸς Καισαρίαν πατρικίαν, περὶ κοινωνίας Καὶ τὸ κοινωνεῖν δὲ καθʼ ἑκάστην ἡμέραν, καὶ μεταλαμβάνειν τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ, καλὸν καὶ ἐπωφελές, αὐτοῦ σαφῶς λέγοντος· ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον. τίς γὰρ ἀμφιβάλλει, ὅτι τὸ μετέχειν συνεχῶς τῆς ζωῆς οὐδὲν ἄλλο ἐστὶν ἢ ζῇν πολλαχῶς; ἡμεῖς μέντοιγε τέταρτον καθʼ ἑκάστην ἑβδομάδα κοινωνοῦμεν, ἐν τῇ Κυριακῇ, ἐν τῇ τετράδι, καὶ ἐν τῇ παρασκευῇ, καὶ τῷ Σαββάτῳ, καὶ ἐν ταῖς ἄλλαις ἡμέραις ἐὰν ᾖ μνήμη ἁγίου τινός. Τὸ δὲ ἐν τοῖς τοῦ διωγμοῦ καιροῖς ἀναγκάζεσθαί τινα, μὴ παρόντος ἱερέως ἢ λειτουργοῦ, τὴν κοινωνίαν λαμβάνειν τῇ ἰδίᾳ χειρί, μηδαμῶς εἶναι βαρὺ περιττόν ἐστιν ἀποδεικνύναι, διὰ τὸ καὶ τὴν μακρὰν συνήθειαν τοῦτο δι’ αὐτῶν τῶν πραγμάτων πιστώσασθαι. πάντες γὰρ οἱ κατὰ τὰς ἐρήμους μονάζοντες, ἔνθα μὴ ἔστιν ἱερεύς, κοινωνίαν οἴκοι κατέχοντες ἀφʼ ἑαυτῶν μεταλαμβάνουσιν. ἐν Ἀλεξανδρείᾳ δὲ καὶ ἐν Αἰγύπτῳ ἕκαστος καὶ τῶν ἐν λαῷ τελούντων ὡς ἐπὶ τὸ πλεῖστον ἔχει κοινωνίαν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ὅτε βούλεται μεταλαμβάνει δι’ ἑαυτοῦ. ἅπαξ γὰρ τὴν θυσίαν τοῦ ἱερέως τελειώσαντος καὶ δεδωκότος, ὁ λαβὼν αὐτὴν ὡς ὅλην ὁμοῦ, καθʼ ἑκάστην μεταλαμβάνων, παρὰ τοῦ δεδωκότος εἰκότως μεταλαμβάνειν καὶ ὑποδέχεσθαι πιστεύειν ὀφείλει. καὶ γὰρ καὶ ἐν τῇ ἐκκλησίᾳ ὁ ἱερεὺς ἐπιδίδωσι τὴν μερίδα καὶ κατέχει αὐτὴν ὁ ὑποδεχόμενος μετʼ ἐξουσίας ἁπάσης, καὶ οὕτω προσάγει τῷ στόματι τῇ ἰδίᾳ χειρί. ταὐτὸν τοίνυν ἐστὶ τῇ δυνάμει, εἴτε μίαν μερίδα δέξεταί τις παρὰ τοῦ ἱερέως, εἴτε πολλὰς μερίδας ὁμοῦ.