Hymn to Artemis
Hymn to Artemis Hellenistic Callimachus GreekἌρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ.
δὸς δʼ ἰοὺς καὶ τόξα—ἔα, πάτερ, οὔ σε Φαρέτρην
οὐδʼ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς
αὐτίκα τεχνήσονται, ἐμοὶ δʼ εὐκαμπὲς ἄεμμα·
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
ζώννυσθαι λεγνωτόν, ἵνʼ ἄγρια θηρία καίνω.
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
αἵ τέ μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας
μήτʼ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτʼ Ἄρτεμις ἄστυ κάτεισιν·
οὔρεσιν οἰκήσω, πόλεσιν δʼ ἐπιμείξομαι ἀνδρῶν
μοῦνον ὅτʼ ἐξείῃσιν ὑπʼ ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέουσι βοηθόον, ᾗσί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
μήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.
ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανὐσσατο χεῖρας,
μέχρις ἵνα ψαύσειε. πατὴρ δʼ ἐπένευσε γελάσσας,
φῆ δὲ καταρρέζων ὅτε μοι τοιαῦτα θέαιναι
τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
χωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσʼ ἐθελημὸς
αἰτίζεις, καὶ δʼ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος. ὣς ὁ μὲν εἰπὼν
μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕλῃ·
ἔνθεν ἐπʼ Ὠκεανόν· πολέας δʼ ἐπελέξατο νύμφας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
νήσῳ ἐνὶ Λιπάρῃ (Λιπάρη νέον, ἀλλὰ τότʼ ἔσκεν
οὔνομά οἱ Μελιγουνίς) ἐπʼ ἄκμοσιν Ἡφαίστοιο
ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
πρηόσιν Ὀσσαίοισιν ἐοικότα, πᾶσι δʼ ὑπʼ ὀφρὺν
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ
δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τʼ ἄημα
φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,
αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
εὖθʼ οἵ γε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν.
τῶ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
οὔτʼ ἄωτην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαὶ
οὐδέποτʼ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
ἀλλʼ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ,
Ἄργην ἢ Στερόπην· ὁ δὲ δώματος ἐκ μυχάτοιο
ἔρχεται Ἑρμείης σποδιῇ κεχρημένος αἰθῇ·
αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσης
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
κοῦρα, σὺ δὲ προτέπω περ, ἔτι τριέτηρος ἐοῦσα,
εὖτʼ ἔμολεν Λητώ σε μετʼ ἀγκαλίδεσσι φέρουσα,
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
ὤλοψας δὲ βίηφι· τὸ δʼ ἄτριχον εἰσέτι καὶ νῦν
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσην
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματʼ ἀλώπηξ.
τῶ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος
Κύκλωπες, κἠμοί τι Κυδώνιον εἰ δʼ ἄγε τόξον
ἠδʼ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
αἰ δέ κʼ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν.
ἔννεπες· οἱ δʼ ἐτέλεσσαν· ἄφαρ δʼ ὡπλίσσαο, δαῖμον,
αἶψα δʼ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δʼ αὖλιν
Ἀρκαδικὴν ἔπι Πανός. ὁ δὲ κρέα λυγκὸς ἔταμνε
Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
τὶν δʼ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγοὺς
τρεῖς δὲ παρουαίους ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας
αὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων,
εἷλκον ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε
θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαὶ
σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι.
ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)
εὗρες ἐτί προμολῇσʼ ὄρεος τοῦ Παρρασίοιο
σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἱ μὲν ἑπʼ ὄχθῃς
αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου,
μάσσονες ἢ ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός·
ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.
πέντʼ ἔσαν αἱ πᾶσαι· πίσυρας δʼ ἕλες ὦκα θέουσα
νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
Ἡρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι
ὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
ἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον,
ἐν δʼ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.
ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατʼ ἀείρειν;
Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
ποῦ δʼ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δʼ ἐνέηκας ἀυτμὴν
ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
ποσσάκι δʼ ἀργυρέοιο, θεή, πειρήσαο τόξου;
πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,
τὸ τρίτον αὖτʼ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτʼ ἐπὶ δὴν
ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλά τέλεσκον,
σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·
κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,
κείρονται δὲ γέροντες ἐφʼ υἱάσιν, αἱ δὲ γυναῖκες
ἢ βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαι
τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη
τετραπόδων, εὖ δʼ ὄλβος ἀέξεται· οὐδʼ ἐπὶ σῆμα
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·
οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ
οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρὸν
εἰνάτερες γαλόῳ τε μίαν περὶ δίφρα τίθενται.
πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
εἴην δʼ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·
τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
ἐν δὲ καὶ Ἀπόλλων, ἐν δʼ οἵ σεο πάντες ἄεθλοι,
ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα
θηητὴν φορέουσιν, ὅτʼ ἐς Διὸς οἶκον ἐλαύνεις.
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονται
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
θηρίον ὅττι φέρῃσθα· πάροιθέ γέ, πρίν περ ἱκέσθαι
καρτερὸν Ἀλκεΐδην· νῦν δʼ οὐκέτι τοῦτον ἄεθλον
Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
νεῖαι πῖον ἔδεσμα· θεοὶ δʼ ἐπὶ πάντες ἐκείνῳ
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
ταῦρον ὅτʼ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε χλούνην
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
κερδαλέῳ μύθῳ σε, θεή, μάλα τῷδε πινύσκει
βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθὸν
ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωοὺς
οὔρεα βόσκεσθαι· τί δέ κεν πρόκες ἠδὲ λαγωοὶ
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς.
ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
οὐ γὰρ ὅ γε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθεὶς
παύσατʼ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
τῇ ποτʼ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
σοὶ δʼ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδονσιν·
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
ὕδατος, ὄφρʼ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
αὐτὴ δʼ ἐς πατρὸς δόμον ἔρχεαι· οἱ δέ σʼ ἐφʼ ἕδρην
πάντες ὁμῶς καλέουσι· σὺ δʼ Ἀπόλλωνι παρίζεις.
ἡνίκα δʼ αἱ νύμφαι σε χορῷ ἔνι κυκλώσονται
ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
ἢ Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις,
ἢ ἵνα, δαῖμον, Ἀλὰς Ἀραφηνίδας οἰκήσονσα
ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δʼ εἴπαο τέθμια Ταύρων,
μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
τετράγυον τέμνοιεν ὑπʼ ἀλλοτρίῳ ἀροτῆρι·
ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι
κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
εἰναετιζόμεναι κεραελκέες, αἳ μέγʼ ἄρισται
τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτʼ ἐκεῖνον
ἦλθε παρʼ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται
δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
τίς δέ νύ τοι νήσων, ποῖον δʼ ὄρος εὔαδε πλεῖστον,
τίς δὲ λιμήν, ποίη δὲ πόλις ; τίνα δʼ ἔξοχα νυμφέων
φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας ;
εἰπέ, θεή, σὺ μὲν ἄμμιν, ἐγὼ δʼ ἑτέροισιν ἀείσω.
νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,
Τηύγετον δʼ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
ἔξοχα δʼ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως
πτοιηθεὶς ὑπʼ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
ἡ δʼ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
ἄλλοτε δʼ εἱαμενῇσιν· ὁ δʼ ἐννέα μῆνας ἐφοίτα
παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
μέσφʼ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
δίκτυα, τά σφʼ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες
νύμφην μὲν Δίκτυναν, ὄρος δʼ ὅθεν ἥλατο νύμφη
Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμοὺς
ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνῳ
ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
τῆς κούρης, ὅτʼ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτῳ.
Οὖπι ἄνασσʼ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνγς
Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῇ ποτʼ ἔδωκας
αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορʼ ἀέθλου.
καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο,
πότνια, σὴν ὁμόθηρον ἐθήκαο· καὶ δὲ σὲ φασὶ
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι
αἳ πρῶται θοὰ τόξα καὶ ἀμφʼ ὤμοισι φαρέτρας
ἰοδόκους ἐφόρησαν· ἀσίλλωτοι δέ φιν ὦμοι
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
ᾔνησας δʼ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης
Ἀρκαδίην εἰσῆλθεν, ἔχει δʼ ἔτι θηρὸς ὀδόντας·
οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια.
πότνια πουλυμέλαθρε, πολύπτολι, χαῖρε Χιτώνη
Μιλήτῳ ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεὺς
ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δʼ Ἀγαμέμνων
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ
μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
ἔπλεον ἀμφʼ Ἑλένῃ Ῥαμνουσίδι θυμωθεῖσαι.
ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
οὔρεα πλαζομένας Ἀζήνια, τὸν δʼ ἐνὶ Λούσοις
ἡμέρῃ, οὕνεκα θυμὸν ἀπʼ ἄγριον εἵλεο παίδων.
σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
ἔν ποτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντο
φηγῷ ὑπὸ πρέμεῳ, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·
αὐταὶ δʼ, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο
πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλῳ
στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι
λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῇ·
οὐ γάρ πω νέβρεια διʼ ὀστέα τετρήναντο,
ἔργονʼ Ἀθηναίης ἐλάφῳ κακόν· ἔδραμε δʼ ἠχὼ
Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσιν
οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.
κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
δωμήθη, τοῦ δʼ οὔτε θεώτερον ὄψεται ἠὼς
οὐδʼ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.
τῶ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
ἤγαγε Κιμμερίων ψαμάθῳ ἴσον, οἵ ῥα παρʼ αὐτὸν
κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν
οὔτʼ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι
νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν· οὐδὲ γὰρ Οἰνεῖ
βωμὸν ἀτιμήσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες·
μηδʼ ἐλαφηβολίην μηδʼ εὐστοχίην ἐριδαίνειν·
οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἔπι κόμπασε μισθῷ·
μηδέ τινα μνᾶσθαι τὴν παρθένον· οὐδὲ γὰρ Ὦτος,
οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν·
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον· οὐδὲ γὰρ Ἱππὼ
ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι·
χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῇ.