Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    The First Epistle of Clement to the Corinthians

    Chapter 17

    Clemens Romanus (Clement of Rome)

    1 min

    Μιμηταὶ γενώμεθα κἀκείνων, οἵτινες ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς περιεπάτησαν κηρύσσοντες τὴν ἔλευσιν τοῦ Χριστοῦ: λέγομεν δὲ Ἠλίαν καὶ Ἑλισαιέ, ἔτι δὲ καὶ Ἰεζεκιήλ, τοὺς προφήτας: πρὸς τούτοις καὶ τοὺς μεμαρτυρημένους.

    ἐμαρτυρήθη μεγάλως Ἀβραὰμ καὶ φίλος προσηγορεύθη τοῦ θεοῦ, καὶ λέγει ἀτενίζων εἰς τὴν δόξαν τοῦ θεοῦ ταπεινοφρονῶν: Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.

    ἔτι δὲ καὶ περὶ Ἰὼβ οὕτως γέγραπται: Ἰὼβ δὲ ἦν δίκαιος καὶ ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.

    ἀλλ̓ αὐτὸς ἑαυτοῦ κατηγορεῖ λέγων: Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ̓ ἂν μιᾶς ἡμέρας ἡ ζωὴ αὐτοῦ.

    Μωυσῆς πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ἐκλήθη, καὶ διὰ τῆς ὑπηρεσίας αὐτοῦ ἔκρινεν ὁ θεὸς Λἴγυπτον διὰ τῶν μαστίγων καὶ τῶν αἰκισμάτων αὐτῶν: ἀλλὰ κἀκεῖνος δοξασθεὶς μεγάλως οὐκ ἐμεγαλορημόνησεν, ἀλλ̓ εἶπεν ἐκ τῆς βάτου χρηματισμοῦ αὐτῷ διδομένου: Τίς εἰμι ἐγώ, ὅτι με πέμπεις; Ἐγὼ δέ εἰμι ἰσχνόφωνος καὶ βραδύγλωσσος.

    καὶ πάλιν λέγει: Ἐγὼ δέ εἰμι ἀτμὶς ἀπὸ κύθρας.