Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    The First Epistle of Clement to the Corinthians

    Chapter 39

    Clemens Romanus (Clement of Rome)

    1 min

    Ἅφρονες καὶ ἀσύνετοι καὶ μωροὶ καὶ ἀπαίδευτοι χλευάζουσιν ἡμᾶς καὶ μυκτηρίζουσιν, ἑαυτοὺς βουλόμενοι ἐπαίρεσθαι ταῖς διανοίαις αὐτῶν.

    τί γὰρ δύναται θνητός; ἢ τίς ἰσχὺς γηγενοῦς;

    γέγραπται γάρ: Οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ̓ ἢ αὔραν καὶ φωνὴν ἤκουον:

    Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι κυρίου; ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ, εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν;

    οὐρανὸς δὲ οὐ καθαρὸς ἐνώπιον αὐτοῦ: ἔα δέ, οἱ κατοικοῦντες οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν: ἔπαισεν αὐτοὺς σητὸς τρόπον, καὶ ἀπὸ πρωΐθεν ἕως ἑσπέρας οὐκ ἔτι εἰσίν: παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο.

    ἐνεφύσησεν αὐτοῖς, καὶ ἐτελεύτησαν παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.

    ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται, ἤ εἴ τινα ἁγίων ἀγγέλων ὄψῃ: καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή. πεπλανημένον δὲ θανατοῖ ζῆλος.

    ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βάλλοντας, ἀλλ̓ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.

    πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας: κολαβρισθείησαν ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος: ἃ γὰρ ἐκείνοις ἡτοίμασται, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται.