Libri secundi de antiquis oratoribus reliquiae
Libri secundi de antiquis oratoribus reliquiae Hellenistic Dionysius of Halicarnassus Greekὁ Ἁλικαρνασσεὺς φησίν· ἁγνεύεται τὸ στόμα τῷ Δημοσθένει.
δοκεῖ δὲ τραγικώτερον κεχρῆσθαι εὐθὺς ἐν ἀρχῇ τῇ μεταφορᾷ, πολιτικώτερον δὲ ὑπὸ Δημοσθένους εἰρῆσθαι τὸ αὐτὸ νόημα ἐν τῷ τῆς παραπρεσβείας εὐθὺς ἐν ἀρχῇ, ἔχον οὕτως ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ καὶ παραγγελία γέγονε καὶ τὰ ἑξῆς. μέμψαιτο δʼ ἄν τις τὸ προοίμιον ὡς τραγικὸν καὶ περιττὸν καὶ ἐπιλόγῳ μᾶλλον ἐοικός. σξηολιον ιβιδ. π. 353 ρ. ὅρα δὲ πῶς ἐπιλογικῶς ἤρξατο ἀπὸ συνηγόρων ἐκβολῆς, ὥσπερ καὶ ὁ Δημοσθένης.
ξφ. ἀξιοῦσι τινὲς μέμφεσθαι τῷ ῥήτορι ἐν ἀγῶνι συνηγόρων ἐκβολὴν ποιησαμένῳ, δέον ἐν ἐπιλόγῳ.
πλείους τραπόμενος τροπὰς τοῦ Εὐρίπου π. 331 σξη. ἔστι δὲ τὸ κῶλον χαριεντισμός. ἐπαινοῦσι δὲ τοῦτο τὸ κῶλον οἱ κριτικοὶ λέγοντες σωφρόνως αὐτὸ πεφράσθαι καὶ οὐ κούφως.
ἐπιλαμβάνεται δὲ Διονύσιος, ὅτι τὸ παρακαταθέσθαι φυλακῆς πλείονʼ ἔνδειξιν ἔχει, ἐπὶ δὲ τῶν σωμάτων τὸ ἐναντίον γίγνεται, διαφθείρονται γὰρ ἔσθʼ ὅτε. οὐκοῦν κακῶς ἐχρήσατο τῇ λέξει ὁ Αἰσχίνης.
ὁ Διονύσιος ἐπιλαμβάνεται. οὐ γάρ, φησί, νικῆσαι βουλόμεθα τὴν ἀρετήν, ὡς τοὺς ἀνταγωνιστάς.