Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Dionysiaca

    Book 10

    Nonnus of Panopolis

    25 min
    1. καὶ δεκάτῳ μανίην Ἀθαμαντίδα καὶ δρόμον Ἰνοῦς, πῶς φύγεν εἰς ἁλὸς οἶδμα σὺν ἀρτιτόκῳ Μελικέρτῃ.

    ὣς ἡ μὲν φονίη παιδοκτόνος ἔπλετο μήτηρ

    μαινομένη· τεκέων δὲ πατὴρ ὑπὸ μάρτυρι ποινῇ,

    ὅττι γονῆς ὀλέτειραν ὁμέστιον εἶχε Θεμιστώ,

    οἰστρηθεὶς Ἀθάμας μανιώδεϊ Πανὸς ἱμάσθλῃ

    ποίμνης εἰς μέσον ἦλθε, καὶ ὡς θεράποντας ἱμάσσων

    εἰροπόκων ἐδίωκεν ἀναίτια πώεα μήλων·

    καὶ μίαν ἠέρταζεν, ἑὴν ἅτε σύζυγα νύμφην,

    σὺν διδύμοις βρεφέεσσι νεογλαγέων ἐπὶ μαζῶν

    αἶγα λαβών· λασίους δὲ πόδας σφηκώσατο δεσμῷ

    διχθαδίῳ· λύσας δὲ παρʼ ἰξύι κυκλάδα μίτρην

    σφιγγομένης μάστιζε δέμας ψευδήμονος Ινοῦς,

    μὴ νοέων νόθον εἶδος. ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς

    Πανιάδος Κρονίης ἐπεβόμβεε δοῦπος ἱμάσθλης·

    πολλάκι δʼ ἀστήρικτος ἑῶν ἀνεπάλλετο θώκων

    οὔασι ταρβαλέοισι δεδεγμένος ἄσθμα δρακόντων.

    πυκνὰ δὲ τόξα τίταινε, βέλος δʼ ἐπὶ κυκλάδι νευρῇ

    εἰς κενεὸν σκοπὸν εἷλκεν ἀνούτατον ἠέρα βάλλων.

    Ταρταρίης δʼ ὀφιῶδες ἰδὼν ἴνδαλμα θεαίνης

    πάλλετο δειμαίνων ἑτερόχροα φάσματα μορφῆς,

    ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης,

    ὀφθαλμοὺς μεθύοντας ἀπειλητῆρας ἑλίσσων.

    καί οἱ ὀπιπεύοντι πολυπλανέεσσιν ἐρωαῖς

    ὄμματα φοινίσσοντο· διὰ κροτάφοιο δὲ λεπταὶ

    ἀσταθέος μήνιγγες ἐδινεύοντο καρήνου.

    ὤλετο δὲ ψυχῆς τρίτατον λάχος· ἀπλανέες γὰρ

    ἄφρονος ἐγκεφάλοιο μετατρωπῶντο μενοιναί,

    καὶ σφαλεραῖς ἑλίκεσσιν ἐβακχεύθησαν ὀπωπαὶ

    ἀνέρος οἰστρηθέντος· ἀπεπλάζοντο δὲ χαῖται

    σειόμεναι περὶ νῶτον ἀκερσικόμοιο καρήνου.

    καὶ στόμα οἱ βάμβαινε, καὶ ἠέρι χείλεα λύσας

    πέμπεν ἀσημάντων ἐπέων ἑτερόθροον ἠχώ.

    καὶ βροτέας βιότοιο μεληδόνας ἥρπασαν αὖραι

    Εὐμενίδων, καὶ γλῶσσα βαρύνετο θυιάδι φωνῇ·

    παπταίνων δʼ ἑλικηδὸν ὑπὸ στροφάλιγγι προσώπου

    ἀλλοφυὲς νόθον εἶδος ἀθηήτοιο Μεγαίρης

    οἰστρομανὴς Ἀθάμας ἑτερόφρονι σείετο παλμῷ·

    καὶ βλοσυρῆς ἀπὸ χειρὸς ἀμερσινόοιο θεαίνης

    ἁρπάξαι μενέαινεν ἐχιδνήεσσαν ἱμάσθλην·

    γυμνώσας δὲ μάχαιραν Ἐρινύος ἀντία κόρσης

    ἤθελε Τισιφόνης ὀφιώδεα βόστρυχα τέμνειν.

    καὶ κενεοῖς ὀάροισιν ὁμίλεε γείτονι τοίχῳ

    παπταίνων σκιόεσσαν ἐπίκλοπον εἰκόνα μορφῆς

    Ἀρτέμιδος, καὶ κοῦφον ἰδὼν εἴδωλον ὀπωπαῖς

    φάσμασιν ἀντιτύποισιν ἐς ἵμερον ἤλυθεν ἄγρης.

    ὀψὲ δὲ ποικιλόδακρυς ἔτος μέτα τέτρατον Ἰνὼ

    νόστιμος εἰς δόμον ἦλθεν· ὀπιπεύουσα δὲ νύμφη

    καὶ πόσιν οἰστρηθέντα καὶ ἀρσενόπαιδα Θεμιστὼ

    διπλόον ἄλγος ἔδεκτο. καὶ οὐ γίνωσκεν ἀκοίτης

    εὐνέτιν ἀθρήσας χρονίην παλινάγρετον Ἰνώ·

    ἀλλὰ πόθον ταχύγουνος ἔχων κεμαδοσσόον ἄγρης

    εἰς σκοπιὰς ἤιξε θυελλήεντι πεδίλῳ,

    υἱὸν ἰδὼν ἅτε θῆρα κερασφόρον· ἰθυτενὲς δὲ

    τόξον ἔχων ἀκίχητος ἐπεσκίρτησε Λεάρχῳ,

    ὑψίκερων ἔλαφον δοκέων ψευδήμονι μορφῇ,

    θηρείοις μελέεσσιν ὁμοίιον· αὐτὰρ ὁ φεύγων

    ταρβήεις πεπότητο θοώτερα γούνατα πάλλων.

    χερσὶ δὲ λυσσαλέῃσιν ὑπηνέμιον βέλος ἕλκων

    παιδοφόνῳ νέον υἷα πατὴρ ἐπέδησε βελέμνῳ·

    καὶ κεφαλὴν ἄγνωστον ἀπηλοίησε μαχαίρῃ

    φάσματι νεβρωθεῖσαν· ἀσημάντου δὲ προσώπου

    αἱμαλέης ἐγέλασσε γενειάδος ἄκρον ἀφάσσων,

    ἀμφαφόων ἅτε θῆρα, καὶ ἔδραμεν ἅλματι λύσσης,

    παιδὸς ἔτι σπαίροντος ἀτυμβεύτοιο Λεάρχου,

    μητέρα μαστεύων, στροφάδας δʼ ἐλέλιζεν ὀπωπάς.

    οὐδέ τις ἀμφιπόλων σχεδὸν ἤιε· φοιταλέος δὲ

    ἑπταμύχου θαλάμοιο διέστιχεν ὠκέι ταρσῷ

    κικλήσκων ἑὸν υἷα, τὸν ἔκτανεν. ἐν δὲ μελάθρῳ

    νήπιον ἀρτικόμιστον ἐσαθρήσας Μελικέρτην,

    στηρίξας δὲ λέβητα πυρίπνοον ἐσχαρεῶνι,

    εἰς μέσον υἱέα θῆκεν· ἀναπτομένοιο δὲ πυρσοῦ,

    φοίνιος ὑδατόεντι λέβης ἐπεπάφλασεν ἀτμῷ.

    Παππάζων δʼ ἰάχησεν ἑὸς πάις, οὐδέ τις αὐτῷ

    ἀμφιπόλων χραίσμησεν· ἀελλήεσσα δὲ μήτηρ

    ἡμιδαῆ πυρίκαυτον ἀφαρπάξασα λεβήτων

    ἅλμασι φοιταλέοισι ποδήνεμος ἔτρεχεν Ἰνώ·

    καὶ Λευκοῦ πεδίοιο διατμήγουσα κονίην

    Λευκοθέη πεφάτιστο φερώνυμος· ἐκ δὲ μελάθρου

    αἰνομανὴς Ἀθάμας ἀνεμώδεα γούνατα πάλλων

    ὠκυτέρην ἐδίωκε μάτην ὀρεσίδρομον Ἰνώ.

    ἀλλʼ ὅτε οἱ σχεδὸν ἦλθε πολυπτοίητος ἀκοίτης

    ἄστατον ἴχνος ἔχων σφαλερῷ ποδί, δὴ τότε δειλὴ

    ἀγχιπόρῳ στήσασα διαινόμενον πόδα πόντῳ

    παιδὶ φιλοθρήνῳ κινυρὴν βρυχήσατο φωνήν,

    μεμφομένη Κρονίωνα καὶ ἄγγελον υἱέα Μαίης·

    Καλά μοι, ἀργικέραυνε, πόρες θρεπτήρια Βάκχου·

    ἡμιδαῆ σκοπίαζε συνήλικα παῖδα Λυαίῳ·

    ἢν ἐθέλῃς, πρήνιξον ἀφειδέι σεῖο κεραυνῷ

    μητέρα καὶ νέον υἷα, τὸν ἔτρεφον εἰν ἑνὶ κόλπῳ

    σύντροφον ὑμετέροιο θεηγενέος Διονύσου.

    τέκνον, Ἀναγκαίη μεγάλη θεός· εἰς τίνα φεύγεις;

    ποῖον ὄρος δέχεταί σε πεφυγμένον ἐγγύθι πόντου;

    τίς σκοτίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών;

    τίς βροτὸς οἰκτείρει σε, τὸν οὐ γενέτης ἐλεαίρει;

    ἢ ξίφος ἤ σε θάλασσα δεδέξεται· εἴ περ ἀνάγκη,

    λώιον ἐν πελάγεσσι δαμήμεναι ἠὲ μαχαίρῃ.

    οἶδα, πόθεν τόδε πῆμα τεῇ κεκύλιστο τεκούσῃ,

    οἶδα, πόθεν· νεφέλη γὰρ Ἐρινύας εἰς ἐμὲ πέμπει,

    ὄφρα θάνω κατὰ πόντον, ὅπῃ πέσε παρθένος Ἕλλη.

    ἔκλυον ἠερόθεν πεφορημένον εἰς χθόνα Κόλχων

    ἅρπαγος ἀρνειοῖο μετήορον ἡνιοχῆα

    Φρίξον ἔτι ζώειν μετανάστιον· αἴθε καὶ αὐτὸς

    χρυσοπόκου κριοῖο μετάρσιον οἶμον ὁδεύοι

    υἱὸς ἐμὸς λιπόπατρις ἀλυσκάζων Μελικέρτης·

    αἴθε δὲ καὶ μετὰ Φοῖβον ἐποικτείρων σέθεν Ἰνὼ

    ξεινοδόκος Γλαύκοιο Ποσειδάων σε σαώσῃ.

    δείδια, μὴ μετὰ πότμον ἀτυμβεύτοιο Λεάρχου

    νεκρὸν ἄθαπτον ἄδακρυν ὀλωλότα καὶ σὲ νοήσω

    αἱμαλέῃ γενετῆρος ἐπισπαίροντα μαχαίρῃ.

    σπεῦδε φυγεῖν Ἀθάμαντα μεμηνότα, μηδὲ νοήσῃς

    παιδοφόνον γενετῆρα τεῆς ὀλετῆρα τεκούσης.

    δέξό με καὶ σύ, θάλασσα, μετὰ χθόνα· δέχνυσο, Νηρεῦ,

    χειρὶ φιλοξείνῳ μετὰ Περσέα καὶ Μελικέρτην·

    δέχνυσο καὶ Δανάης μετὰ λάρνακα σύμπλοον Ἰνώ.

    ἄξια δυσσεβίης καὶ ἐγὼ πάθον, ὅττι καὶ αὐτὴν

    ἄσπορον ἡμετέρην γενεὴν ποίησε Κρονίων,

    ἄσπορον ὡς ἐτέλεσσα φερέσβιον αὔλακα γαίης·

    μητρυιή τις ἐοῦσα νόθην Ἀθαμαντίδα φύτλην

    ἀμῆσαι προβέβουλα, καὶ εἰς ἐμὲ χώεται Ἥρη

    μητρυιὴ γεγαυῖα νεοτρεφέος Διονύσου.

    ὣς φαμένη τρομεροῖσιν ὑπʼ ἴχνεσιν ἥλατο πόντῳ

    κραιπνὰ κυβιστήσασα σὺν υἱέι· Λευκοθέην δὲ

    πεπταμέναις παλάμῃσιν ἐδέξατο κυανοχαίτης

    δαίμοσιν ὑγροπόροισιν ὁμέστιον· ἔνθεν ἀρήγει

    ναύταις πλαζομένοισι, καὶ ἔπλετο ποντιὰς Ἰνὼ

    Νηρεῒς ἀφλοίσβοιο κυβερνήτειρα γαλήνης.

    τὴν μὲν ἄναξ Κρονίδης ἐπεδείκνυε μητρὶ Λυαίου,

    ὅττι χάριν Βρομίοιο θεὰ πέλεν· ἡ δὲ χαρεῖσα

    γνωτῇ ποντοπόρῳ φιλοκέρτομον ἴαχε φωνήν·

    Ἰνώ, πόντον ἔχεις, Σεμέλη λάχε κύκλον Ὀλύμπου·

    εἶξον ἐμοί· Κρονίδην γὰρ ἐμῆς ἀροτῆρα γενέθλης

    ἀθάνατον πόσιν ἔσχον, ἐμῆς ὠδῖνα λοχείης

    ἀντʼ ἐμέθεν τίκτοντα, σὺ δὲ χθονίῳ παρακοίτῃ

    νυμφεύθης Ἀθάμαντι, τεῆς ὀλετῆρι γενέθλης.

    σὸς πάις ἔλλαχε πόντον, ἐμὸς τόκος αἰθέρα ναίειν

    ἵξεται εἰς Διὸς οἶκον ὑπέρτερον· οὐ γὰρ ἐίσκω

    οὐράνιον Διόνυσον ὑποβρυχίῳ Μελικέρτῃ.

    τοῖα μὲν αἰθερίη Σεμέλη μυκήσατο νύμφη

    γνωτῆς κερτομέουσα θαλασσονόμου βίον Ἰνοῦς.

    τόφρα δὲ καὶ Διόνυσος ὑπὸ κλίμα Λυδὸν ἀρούρης,

    εὔια δινεύων Κυβεληίδος ὄργανα Ῥείης,

    ἤνθεε μῆκος ἔχων, ὅσον ἤθελεν· ὑψιπόρου δὲ

    φεύγων Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην

    ἥσυχα παφλάζοντι δέμας φαίδρυνε λοετρῷ

    Μῃονίου ποταμοῖο, χαριζόμενος δὲ Λυαίῳ

    Πακτωλὸς κελάρυζε, χέων χρυσόσπορον ὕδωρ

    πορφυρέαις ψαμάθοισι, βαθυπλούτων δὲ μετάλλων

    ἀφνειῷ κεκύλιστο βυθῷ χρυσούμενος ἰχθύς·

    καὶ Σάτυροι παίζοντες, ἐν ἠέρι ταρσὰ μεθέντες,

    εἰς ποταμὸν προχέοντο κυβιστητῆρι καρήνῳ,

    ὧν ὁ μὲν αὐτοφόρητος ἐνήχετο χερσὶν ἐρέσσων,

    πρηνὴς δʼ ἐν ῥοθίοισι καὶ οἴδμασιν ἴχνος ἐρείσας

    ποσσὶν ὀπισθοτόνοισι ῥυηφενὲς ἔσχισεν ὕδωρ·

    καί τις ὑποβρυχίων κατεδύσατο βένθος ἐναύλων

    νειόθι μαστεύων νεπόδων ἑτερόχροον ἄγρην,

    τυφλὴν νηχομένοισιν ἐπʼ ἰχθύσι χεῖρα τιταίνων,

    καὶ βυθὸν αὖτις ἔλειπε, καὶ ἰχθύας ὤρεγε Βάκχῳ

    ἰλύι φοινίσσοντας ἐχεκτεάνου ποταμοῖο ·

    συμπλέγδην δὲ πόδεσσιν ἀρηρότα ταρσὰ συνάπτων

    κυφὸς ἐριδμαίνων Σατύρῳ Σειληνὸς ἀλήτης

    κύμβαχος αὐτοκύλιστος ἐπεσκίρτησε ῥεέθρῳ

    ὑψόθεν εἰς βαθὺ λαῖτμα, καὶ ἰλύος ἥπτετο χαίτη,

    καὶ διδύμους στίλβοντι πόδας στηρίξατο πλῷ

    ὄλβον ἐυψήφιδα μεταλλεύων ποταμοῖο·

    καί τις ἐνὶ προχοῇσι μετάφρενον ἠέρι φαίνων

    ἄβροχον ὦμον ἔλειπε διʼ ὕδατος, ἰσχία βάπτων

    ἀγχιβαθὴς ἀτίνακτος· ὁ δʼ οὔατα γυμνὰ τιταίνων

    χεύματι μαρμαρέῳ λασίους ἐδιήνατο μηρούς,

    καὶ ῥόον αὐτοέλικτος ἐμάστιε σύμφυτος οὐρή.

    καὶ θεὸς ὀρθώσας κεφαλήν καὶ στέρνα πετάσσας,

    χεῖρας ἐρετμώσας, χρυσέην ἐχάραξε γαλήνην·

    καὶ ῥόδον αὐτοτέλεστον ἀκύμονες ἔπτυον ὄχθαι,

    καὶ κρίνον ἐβλάστησε, καὶ ᾐόνας ἔστεφον Ὧραι

    Βάκχου λουομένοιο, καὶ ἀστράπτοντι ῥεέθρῳ

    ἄπλοκα κυανέης ἐρυθαίνετο βόστρυχα χαίτης.

    καί ποτε θηρεύων ὑπὸ φωλάδα δάσκιον ὕλην

    ἥλικος ἠιθέοιο ῥοδώπιδι θέλγετο μορφῇ.

    ἤδη γὰρ Φρυγίης ὑπὸ δειράδα κοῦρος ἀθύρων

    ἄμπελος ἠέξητο, νεοτρεφὲς ἔρνος Ἐρώτων·

    οὐδέ οἱ ἁβρὸς ἴουλος ἐρευθομένοιο γενείου

    ἄχνοα χιονέης ἐχαράσσετο κύκλα παρειῆς,

    ἥβης χρύσεον ἄνθος· ὀπισθοπόροιο δὲ χαίτης

    βότρυες εἱλικόεντες ἐπʼ ἀργυφέων θέον ὤμων

    ἀπλεκέες, λιγυρῷ δὲ συναιθύσσοντες ἀήτῃ

    ἄσθματι κουφίζοντο· παρελκομένων δὲ κομάων

    ἀκροφανὴς ἀνέτελλε μέσος γυμνούμενος αὐχὴν

    καὶ σέλας ἠκόντιζε λιπόσκιος, οἷά τε λάμπει

    μεσσοφανὴς νέφος ὑγρὸν ἀνασχίζουσα Σελήνη·

    καὶ στόματος ῥοδέοιο μελίπνοος ἔρρεε φωνή·

    ἐκ μελέων δʼ ὅλον εἶαρ ἐφαίνετο· νισσομένου δὲ

    ἐκ ποδὸς ἀργυφέοιο ῥόδων ἐρυθαίνετο λειμών·

    εἰ δὲ βοογλήνων φαέων εὐφεγγέι κύκλῳ

    ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη.

    τὸν μὲν ἔχων Διόνυσος ὁμέψιον, ἁβρὸν ἀθύρων,

    εἴρετο θαμβαλέην προχέων ἐπὶ κάλλεϊ φωνὴν

    ὡς βροτός, ἀθανάτην δὲ δολοπλόκος ἔκρυφε μορφήν·

    Τίς σε πατὴρ ἐφύτευσε; τίς οὐρανίη τέκε γαστήρ;

    τίς Χαρίτων σε λόχευσε; τίς ἤροσε καλός Ἀπόλλων;

    εἰπέ, φίλος, μὴ κρύπτε τεὸν γένος· εἰ μὲν ἱκάνεις

    ἄπτερος ἄλλος Ἔρως βελέων δίχα, νόσφι φαρέτρης,

    τίς μακάρων σε φύτευσε παρευνάζων Ἀφροδίτῃ;

    καὶ γὰρ ἐγὼ τρομέω σέο μητέρα Κύπριν ἐνίψαι,

    μὴ γενέτην Ἥφαιστον ἢ Ἄρεα σεῖο καλέσσω.

    εἰ δὲ σύ, τὸν καλέουσιν, ἀπʼ αἰθέρος ἤλυθες Ἑρμῆς,

    δεῖξον ἐμοὶ πτερὰ κοῦφα καὶ ἔμπνοα ταρσὰ πεδίλων.

    πῶς μεθέπεις ἄτμητον ἐπήορον αὐχένι χαίτην;

    μὴ σύ μοι αὐτὸς ἵκανες ἄτερ κιθάρης, δίχα τόξου,

    Φοῖβος ἀκερσικόμης κεχαλασμένα βόστρυχα σείων;

    εἰ Κρονίδης με φύτευσε, σὺ δὲ χθονίης ἀπὸ φύτλης

    βουκεράων Σατύρων μινυώριον αἷμα κομίζεις,

    ἶσον ἐμοὶ βασίλευε, θεῷ βροτός· οὐ γὰρ ἐλέγξει

    οὐράνιον τεὸν εἶδος Ὀλύμπιον αἷμα Λυαίου.

    ἀλλὰ τί κικλήσκω σε μινυνθαδίης ἀπὸ φύτλης;

    γινώσκω τεὸν αἷμα, καὶ εἰ κρύπτειν μενεαίνεις·

    ἠελίῳ σε λόχευσε παρευνηθεῖσα Σελήνη

    Ναρκίσσῳ χαρίεντι πανείκελον· αἰθέριον γὰρ

    εἴκελον εἶδος ἔχεις, κεραῆς ἴνδαλμα Σελήνης.

    τοῖον ἔπος κατέλεξε· νέος δʼ ἠγάλλετο μύθῳ

    κυδιόων, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης

    εἴδεϊ φαιδροτέρῳ. καὶ ὀρειάδος ἔνδοθι λόχμης

    εἰ μέλος ἔπλεκε κοῦρος, ἐτέρπετο Βάκχος ἀκούων·

    εἰ νέος ἐκτὸς ἔμιμνεν, ἀμειδέας ἔσχε παρειάς·

    εἰ Σάτυρος παρὰ δαῖτα φιλοσκάρθμοιο τραπέζης

    τύμπανα χερσὶν ἔτυπτε περίκροτον ἦχον ἀράσσων,

    καὶ νέος ἐκτὸς ἔην μεθέπων ἐλαφηβόλον ἄγρην,

    κούρου μὴ παρεόντος ἀναίνετο δίκτυπον ἠχώ·

    εἴ ποτε Πακτωλοῖο παρʼ ἀνθεμόεντι ῥεέθρῳ

    δηθύνων ἀνέμιμνεν, ὅπως ἐπιδόρπιον εἴη

    αὐτὸς ἑῷ βασιλῆι φέρων γλυκερώτερον ὕδωρ,

    κούρου νόσφι μένοντος ἱμάσσετο Βάκχος ἀνίῃ.

    εἰ θρασὺν αὐλὸν ἄειρε, Λιβυστίδος ὄργανον Ἠχοῦς,

    οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων,

    Μυγδόνος αὐλητῆρος ὀίετο Βάκχος ἀκούειν,

    ὃν τέκε θεῖος Ὕαγνις, ὃς εἰς κακὸν ἤρισε Φοίβῳ

    τρητὸν ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης·

    εἰ δὲ σὺν ἡβητῆρι μιῆς ἔψαυσε τραπέζης,

    κούρου φθεγγομένου πολυτερπέας εἶχεν ἀκουάς,

    παυομένου δὲ νέοιο κατηφέας εἶχε παρειάς·

    εἰ δὲ βαθυσκάρθμοιο πόθου πεφορημένος οἴστρῳ

    ἄμπελος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,

    καὶ Σατύρῳ παίζοντι συνέπλεκε χεῖρα χορεύων,

    δόχμιον ἐκ ταρσοῖο μετήλυδα ταρσὸν ἀμείβων,

    Βάκχος ὀπιπεύων φθονερῇ δεδόνητο μερίμνῃ.

    εἴ ποτε Σειληνοῖσιν ὁμίλεεν, εἴ τινι κούρῳ

    ἥλικι θηρητῆρι συνέτρεχεν εἰς δρόμον ἄγρης,

    ζηλήμων Διόνυσος ἐρήτυε, μή τις ὀιστῷ

    βλήμενος ἰσοτύπῳ φρενοθελγέι λάτρις Ἐρώτων

    παιδὸς ἐλαφρονόοιο παραπλάγξειε μενοινήν,

    καὶ νέον ἱμερόεντα μεταστήσειε Λυαίου,

    ἀρτιθαλὴς ἅτε κοῦρος ὁμόχρονον ἥλικα τέρπων.

    ἀλλʼ ὅτε θύρσον ἄειρε καταντία λυσσάδος ἄρκτου

    ἢ βριαρῷ νάρθηκα κατηκόντιζε λεαίνης,

    εἰς δύσιν ὄμμα τίταινε ἐς ἠέρα λοξὰ δοκεύων,

    μὴ Ζεφύρου πνεύσειε πάλιν θανατηφόρος αὔρη,

    ὡς πάρος ἡβητῆρα κατέκτανε πικρὸς ἀήτης

    δίσκον ἀκοντιστῆρα καταστρέψας Ὑακίνθου·

    δείδιε, μὴ Κρονίδης ἐρασίπτερος ὄρνις Ἐρώτων

    ἀπροΐδὴς ἀκίχητος ὑπὲρ Τμώλοιο φανείη

    φειδομένοις ὀνύχεσσιν ἐς ἠέρα παῖδα κομίζων,

    Τρώιον οἷά τε κοῦρον ἑῶν δρηστῆρα κυπέλλων·

    ἔτρεμε καὶ δυσέρωτα κυβερνητῆρα θαλάσσης,

    μὴ μετὰ Τανταλίδην χρυσέων ἐπιβήτορα δίφρων

    εἰς δρόμον ἠερόφοιτον ἄγων πτερόεσσαν ἀπήνην

    ἄμπελον ἁρπάξειεν ἐρωμανέων ἐνοσίχθων.

    καὶ γλυκὺν εἶχεν ὄνειρον ὀνειροτόκων ἐπὶ λέκτρων,

    καὶ φιλίους ὀάριζε νέῳ ψευδήμονι μύθους

    μιμηλῆς ὁρόων σκιοειδέα φάσματα μορφῆς.

    εἰ δέ τί οἱ δύσμορφον ἐπήρατος εἶχεν ὀπωπή,

    ἱμερόεν πέλε τοῦτο ποθοβλήτῳ Διονύσῳ,

    φίλτερον ἡβητῆρος ὅλου χροός· εἰ δέ οἱ ἄκρη

    συμφερτὴ κεχάλαστο διʼ ἰξύος ὄρθιος οὐρή,

    καὶ μέλιτος γλυκεροῖο μελιχροτέρη πέλε Βάκχῳ·

    καὶ πλόκαμοι ῥυπόωντες ἀκηδέστοιο καρήνου

    αὐτοὶ μᾶλλον ἔτερπον ἐρωμανέοντος ὀπωπήν.

    ἤματι μὲν κεχάρητο συνέμπορος· ἄχνυτο δʼ αἰεὶ

    νυκτὸς ἐπερχομένης, ὅτε μηκέτι παιδὸς ἀκούων

    οὔασι θελγομένοισιν ἐθήμονα δέχνυτο φωνήν,

    Ῥείης ὀβριμόπαιδος ἐνὶ σπήεσσιν ἰαύων.

    καί μιν ἰδὼν Σατύρων τις ἐθέλγετο θέσπιδι μορφῇ,

    καὶ κρυφίην ἐρόεσσαν ὑποκλέπτων φάτο φωνήν·

    Ἀνδρομέης κραδίης ταμίη, φιλοτήσιε Πειθώ,

    μοῦνος ἐμοὶ νέος οὗτος ἐπήρατος ἵλαος εἴη·

    καί μιν ἔχων, ἅτε Βάκχος, ὁμέψιον οὐ μενεαίνω

    αἰθέρα ναιετάειν μετανάστιος, οὐ θεὸς εἶναι

    ἤθελον, οὐ Φαέθων φαεσίμβροτος, οὐ πόθον ἕλκω

    νέκταρος, ἀμβροσίης δʼ οὐ δεύομαι· οὐκ ἀλεγίζω,

    ἄμπελος εἰ φιλέει με καὶ ἐχθαίρει με Κρονίων.

    ὣς ὁ μὲν ἀμφιέπων ὑποκάρδιον ἰὸν Ἐρώτων

    κρυπτὸν ἀνηΰτησεν ἔπος ζηλήμονι φωνῇ,

    θαύματι φίλτρον ἔχων κεκερασμένον. ἀλλὰ καὶ αὐτὸς

    Εὔιος, ἠιθέου βεβολημένος ἡδέι κέντρῳ,

    ἴαχε μειδιόων Κρονίδῃ, δυσέρωτι τοκῆι·

    Νεῦσον ἐμοὶ φιλέοντι μίαν χάριν, ὦ Φρύγιε Ζεῦ·

    νηπιάχῳ μὲν ἔειπεν ἐμὴ τροφὸς εἰσέτι Ῥείη,

    ὡς στεροπὴν Ζαγρῆι πόρες, προτέρῳ Διονύσῳ

    εἰσέτι παππάζοντι, τεὴν πυρόεσσαν ἀκωκήν,

    καὶ βροντῆς κελάδημα καὶ ἠερίου χύσιν ὄμβρου,

    καὶ πέλε δεύτερος ἄλλος ἔτι βρέφος ὑέτιος Ζεύς·

    σεῖο δʼ ἐγὼ πρηστῆρος ἀναίνομαι αἰθέριον πῦρ,

    οὐ νέφος, οὐ βροντῆς ἐθέλω κτύπον· ἢν δʼ ἐθελήσῃς,

    Ἡφαίστῳ πυρόεντι δίδου σπινθῆρα κεραυνοῦ,

    Ἄρης σῶν νεφέων ἐχέτω θώρηκα καλύπτρην,

    δὸς χάριν Ἑρμάωνι Διιπετέος χύσιν ὄμβρου,

    καὶ στεροπὴν γενετῆρος ἀερτάζοι καὶ Ἀπόλλων·

    μεῖον ἐμοί, φίλε, λῆμα, φιλοσκάρθμῳ Διονύσῳ·

    καλὸν ἐμοὶ Σεμέλης στεροπὴν ἐλάχειαν ἀείρειν,

    μητροφόνοι σπινθῆρες ἀτερπέες εἰσὶ κεραυνοῦ.

    ναίω Μαιονίην· τί γὰρ αἰθέρι καὶ Διονύσῳ;

    κάλλος ἐμοῦ Σατύροιο φιλαίτερόν ἐστιν Ὀλύμπου.

    εἰπέ, πάτερ, μὴ κρύπτε· τεὸς νέος ὅρκιος ἔστω·

    αἰετὸς ὁππότε κοῦρον ὑπὸ σφυρὰ Τευκρίδος Ἴσης

    φειδομένῳ κούφιζες ἐς οὐρανὸν ἅρπαγι ταρσῷ,

    τηλίκον ἔλλαχε κάλλος ὁ βουκόλος, ὃν σὺ τραπέζῃ

    αἰθερίῃ ξύνωσας ἔτι πνείοντα βοαύλων;

    Ζεῦ πάτερ, ἱλήκοις, τανυσίπτερε· μή μοι ἐνίψῃς

    Τρώιον οἰνοχοῆα τεῶν δρηστῆρα κυπέλλων,

    ὅττι φαεινοτέροιο φέρων ἀμάρυγμα προσώπου

    ἄμπελος ἱμερόεις Γανυμήδεος εἶδος ἐλέγχει·

    Τμώλιος Ἰδαίου πέλε φέρτερος. εἰσὶ δὲ πολλαὶ

    ἄλλων ἠιθέων ἐραταὶ στίχες, οὓς ἅμα πάντας,

    ἢν ἐθέλῃς, ἀγάπαζε λιπὼν ἕνα παῖδα Λυαίῳ.

    τοῖον ἔπος κατέλεξε πόθου δεδονημένος οἴστρῳ·

    οὐχ οὕτω λασίης Μαγνησσίδος ἔνδοθεν ὕλης

    βουκόλος Ἀδμήτοιο βόας ποίμαινεν Ἀπόλλων,

    παιδὸς ἐρωτοτόκου βεβολημένος ἡδέι κέντρῳ,

    ὅσσον ἐπʼ ἠιθέῳ φρένα τέρπετο Βάκχος ἀθύρων.

    ἄμφω δʼ ἑψιόωντο συνήλυδες ἔνδοθι λόχμης,

    πῇ μὲν ἀκοντίζοντες ἐς ἠέρα θύρσον ἀλήτην,

    πῇ δὲ παρὰ πλαταμῶνα λιπόσκιον, ἄλλοτε πέτραις

    ἔστιχον ἀγρώσσοντες ὀρίτροφα τέκνα λεόντων·

    καί ποτε μουνωθέντες ἐρημάδος ὑψόθεν ὄχθης,

    ἐν ψαμάθοις παίζοντες ἐυκροκάλου ποταμοῖο,

    ἀμφῖ παλαισμοσύνης φιλοπαίγμονος εἶχον ἀγῶνα·

    τοῖσι μὲν οὐ τρίπος ἦεν ἀέθλιον, οὐδʼ ἐπὶ νίκῃ

    ἀνθεμόεις παρέκειτο λέβης, οὐ φορβάσες ἵπποι,

    ἀλλὰ λιγυφθόγγων διδυμόθροος αὐλὸς Ἐρώτων.

    ἀμφοτέροις δʼ ἔρις ἦεν ἐπήρατος· ἐν δʼ ἄρα μέσσῳ

    ἵστατο μάργος Ἔρως, πτερόεις ἐναγώνιος Ἑρμῆς,

    στέμμα πόθου νάρκισσον ἐπιπλέξας ὑακίνθῳ.

    ἄμφω δʼ εἰς μέσον ἦλθον ἀεθλητῆρες Ἐρώτων,

    καὶ παλάμας στεφανηδὸν ἑλιξάμενοι διὰ νώτου,

    ἀμφοτέρων σφίγξαντες ἐπʼ ἰξύι δεσμὸν ἀγοστῶν,

    πλευρὰ διεσφήκωσαν ὁμόζυγι πήχεος ὁλκῷ,

    καὶ δέμας ἀλλήλων ἀνεκούφισαν ὑψόθι γαίης

    χερσὶν ἀμοιβαίῃσι· καὶ ἥπτετο Βάκχος Ὀλύμπου

    ἀμφὶ παλαισμοσύνης μελιηδέος, εἶχε δὲ δισσὴν

    τερπωλὴν ἐρόεσσαν, ἀειρόμενος καὶ ἀείρων . . .

    καὶ παλάμην Βρομίου παλάμης περὶ καρπὸν ἑλίξας,

    χερσὶ συναπτομέναις ἑτερόζυγον ἅμμα πιέζων,

    διχθαδίῳ συνέεργεν ἀρηρότα δάκτυλα δεσμῷ,

    δεξιτερὴν ἐθέλοντος ἐπισφίγγων Διονύσου.

    ἔνθα μὲν ἡβητῆρος ἐπʼ ἰξύι χεῖρας ἑλίσσων,

    Βάκχος ἐρωμανέεσσι δέμας παλάμῃσι πιέζων,

    ἄμπελον ἠέρταζεν, ὁ δὲ Βρομίοιο τυχήσας

    κόψε ποδὸς κώληπα· καὶ Εὔιος ἡδὺ γελάσσας,

    ἥλικος ἠιθέοιο τυπεὶς ἁπαλόχροϊ ταρσῷ,

    ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ·

    καὶ χθονὶ κεκλιμένοιο θελήμονος ὑψόθι Βάκχου

    γυμνῇ νηδύι κοῦρος ἐφίζανεν· αὐτὰρ ὁ χαίρων

    ἐκταδὸν ἔνθα καὶ ἔνθα χυθεὶς ἐπεκέκλιτο γαίῃ

    γαστέρι κουφίζων γλυκερὸν βάρος· ἰθυτενὲς δὲ

    ἄκρον ὑπὲρ ψαμάθοιο πεδοτριβὲς ἴχνος ἐρείσας

    νῶτον ἀνῃώρησε μετάτροπον, ἠνορέην δὲ

    φειδομένην ἀνέφηνεν, ἁμιλλητῆρι δὲ παλμῷ

    χειρὸς ἀναινομένης ἀπεσείσατο φόρτον Ἐρώτων·

    πλευρὰ δὲ δοχμώσας, πελάσας δʼ ἀγκῶνα κονίῃ,

    ἡβητὴρ πολύιδρις ἐπʼ ἀντιπάλου θόρε νώτου

    λοξὸς ἐπὶ πλευρῇσιν, ὑπὲρ λαγόνων δὲ καθάψας

    ἄκρα ποδὸς κώληπι, παρὰ σφυρὸν ἴχνος ἐρείσας,

    γαστέρα διχθαδίῳ μεσάτην μιτρώσατο δεσμῷ,

    πλευρὰ περιθλίβων, ὑπὸ γούνατι ταρσὸν ἑλίξας

    ὄρθιον ἁπλωθέντα· κυλινδομένων δὲ κονίῃ

    ἀμφοτέρων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς.

    ὀψὲ δὲ νικηθέντος, ἀνικήτου περ ἐόντος,

    Ζηνὸς ἀεθλητῆρος ἔχων μίμημα τοκῆος

    νικήθη Διόνυσος ἑκούσιος, ὅττι καὶ αὐτὸς

    Ζεὺς μέγας αὐτοκύλιστος ἐπʼ Ἀλφειοῖο παλαίων

    ὤκλασεν, Ἡρακλῆι θελήμονα γούνατα κάμψας.

    τοῖος ἀγὼν τετέλεστο φιλέψιος· ἠιθέου δὲ

    δίθροον αὐλὸν ἄεθλον ἐκούφισε τερπομένη χείρ.

    καὶ νέος ἱδρώων φαιδρύνετο γυῖα ῥεέθρῳ

    καὶ κόνιν ἰκμαλέην ἀπενίψατο· λουομένου δὲ

    ἐκ χροὸς ἱδρώοντος ἐπήρατος ἔρρεεν αἴγλη.

    οὐδὲ παλαισμοσύνης τελέσας γυιαλκέα νίκην

    σύννομος ἡβητῆρος ἐπαύετο Βάκχος ἀθύρων,

    ἀλλὰ ποδωκείης ἀνεμώδεα θῆκεν ἀγῶνα.

    καὶ βαλίους ἐς ἔρωτα φέρων μνηστῆρας ἀγῶνος

    πρώτῳ μὲν θέτο δῶρα Κυβηλίδος ὄργανα Ῥείης,

    κύμβαλα χαλκεόνωτα καὶ αἰόλα δέρματα νεβρῶν·

    νίκης δʼ ἦεν ἄεθλα τὰ δεύτερα Πανὸς ἑταίρη,

    σύριγξ ἡδυέπεια καὶ ἠχήεσσα βοείη

    χαλκοβαρὴς· τριτάτῳ δὲ τίθει Διόνυσος ἀθύρων

    ψάμμον ἐρευθιόωσαν ἑτοιμοτάτου ποταμοῖο.

    καὶ Βρόμιος σταδίῳ μεμερισμένον οὖδας ὁρίζων

    δισσὰ τιταινομένης διεμέτρεεν ἄκρα κελεύθου,

    ὀρθώσας δεκάδωρον ἐπὶ χθονὶ σῆμα πορείης,

    στήσας τέρμα δρόμου ταναὸν ξύλον· ἀντιπόρου δὲ

    πῆξε τύπον βαλβῖδος ἐπʼ ᾐόνι θύρσον ἀείρας·

    καὶ Σατύρους ὤτρυνεν ἀεθλεύειν περὶ νίκης.

    ὀξὺ δὲ κεκλομένοιο φιλοσκάρθμοιο Λυαίου

    Ληνεὺς πρῶτος ὄρουσε ποδήνεμος, ἀμφὶ δʼ ἄρʼ αὐτῷ

    κισσὸς ἀερσιπόδης καὶ ἐπήρατος Ἄμπελος ἔστη·

    καὶ ποδὸς ἰθυπόροιο πεποιθότες ὠκέι ταρσῷ

    κεκριμένοι στοιχηδὸν ἐφέστασαν· ἐκ δαπέδου δὲ

    ἄκρα χαρασσομένοιο μετάρσιον ἴχνος ἀείρας

    κισσὸς ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ·

    τοῦ μὲν ἐπειγομένοιο μετάφρενον ἄσθματι θάλπων

    Ληνεὺς ἠερίῃσιν ἐπέτρεχε σύνδρομος αὔραις,

    ἀγχιφανὴς προθέοντος, ὀπισθοπόροιο δὲ ταρσοῦ

    ἴχνεσιν ἴχνια τύψε χυτῆς ψαύοντα κονίης·

    καὶ τόσος ἀμφοτέρων ἀπελείπετο μέσσον ὁρίζων,

    ὁππόσον ἱστοπόνοιο κανὼν πρὸς στήθεϊ κούρης

    μεσσοφανὴς λάχε χῶρον ἀκαμπέι γείτονα μαζῷ.

    καὶ τρίτος Ἄμπελος ἦεν ὀπίστερος· εἰσορόων δὲ

    ζηλήμων Διόνυσος ἐτήκετο λοξὰ δοκεύων

    διχθαδίους προθέοντας ἀεθλητῆρας ἀγώνων,

    μή ποτε νικήσωσι καὶ Ἄμπελος ὕστερος ἔλθῃ·

    ἀλλὰ θεὸς χραίσμησεν, ἐνιπνεύσας δέ οἱ ἀλκὴν

    κοῦρον ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης·

    καὶ διδύμων πρώτιστος ἀεθλοφόρων ἐν ἀγῶνι

    σπερχομένων, διερῇ μὲν ἐπʼ ᾐόνι γούνατα πάλλων,

    κισσὸς ἐπωλίσθησε πεσὼν ψαμαθώσεϊ πηλῷ,

    καὶ σφαλερὴ Ληνῆος ἐσύρετο γούνατος ὁρμὴ

    ἂψ ἀνασειράζουσα ποδῶν δρόμον· ἀθλοφόροι δὲ

    ἀμφότεροι λείποντο, καὶ Ἄμπελος ἥρπασε νίκην.

    Σειληνοὶ δὲ γέροντες ἀνίαχον Εὔιον ἠχὼ

    νίκην ἠιθέοιο τεθηπότες· ἁβροκόμης δὲ

    δέκτο νέος τὰ πρῶτα, τὰ δεύτερα δέχνυτο Ληνεὺς

    ζῆλον ἔχων, φθονερὸν δὲ δόλον γίνωσκε Λυαίου

    καὶ πόθον· αἰδομένῃ δὲ συνήλικας εἶδεν ὀπωπῇ

    λοίσθια Κισσὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.