Book 34
Late Antiquity Nonnus of Panopolis Greek- Κτεινομέναις ἑκάτερθε τριηκοστοῖο τετάρτου Δηριάδης Βάκχῃσι κορύσσεται ἔνδοθι πύργων.
κούρη δʼ οὐρεσίφοιτος ἑῷ ταχυδίνεϊ ταρσῷ
ἄψοφον ἴχνος ἔχουσα διέστιχεν εἰς ῥάχιν ὕλης·
οὐδὲ Θέτις δήθυνεν ἐπʼ ᾐόνος, ἀλλὰ καὶ αὐτὴ
πατρῴην βρυόεσσαν ἐδύσατο Νηρέος αὐλήν.
ἤδη δʼ ἀννεφέλοιο διʼ ἠέρος ὄμμα τιταίνων
ἄντυγας ἀστραίας ὁρόων ἐκορέσσατο Μορρεύς·
καί τινα μῦθον ἔειπε μεληδόσι θυμὸν ἱμάσσων·
πλάζεται ἀλλοπρόσαλλος ἐμὸς νόος· οὐ μία βουλή,
εἷς νόος οὐ μεθέπει με· πολυσπερέες δὲ μενοιναὶ
ἀμφʼ ἐμὲ κυκλώσαντο, καὶ οὐ μίαν οἶδα τελέσσαι·
κτείνω Χαλκομέδειαν ἐπήρατον; ἀλλὰ τί ῥέξω,
μή με πόθῳ μετὰ πότμον ἀποκτείνειε καὶ αὐτή;
ἀλλὰ λίπω ζώουσαν ἀνούτατον, ἀμφαδίην δὲ
παρθένον εἰς ὑμέναιον ἐφέλκομαι; ἀλλʼ ἐνὶ θυμῷ
Δηριάδην τρομέω καὶ Χειροβίην ἐλεαίρω.
οὐ μὲν ἐγὼ κτείνω ποτὲ παρθένον· ἢν δὲ δαμάσσω,
πῶς δύναμαι ζώειν, ὅτε παρθένον οὐκέτι λεύσσω;
κάμνω, Χαλκομέδης ὅτε λείπομαι εἰς μίαν ὥρην.
τοῖα μάτην ἐνέπων πολυμήχανος ἤιε Μορρεύς,
παφλάζων ὀδύνῃσι ποθοβλήτοιο μερίμνης.
τὸν δὲ παλινδίνητον ἀλώμενον ὑψόθεν ὄχθης
μουνάδος ἀμνήστοιο λελοιπότα δέμνια νύμφης,
ἔδρακεν ἐγρήσσων θρασὺς Ὕσσακος· ὡς δολόεις δὲ
κρυπτὸν ἀτεκμάρτων ἐφράσσατο κέντρον Ἐρώτων,
πιστότατος θεράπων· δολίῳ δέ μιν εἴρετο μύθῳ,
τοῖον ἔπος προχέων ἀπατήλιον ἀνθερεῶνος·
τίπτε λιπὼν σέο λέκτρα καὶ ὑπναλέην σέο νύμφην
πλάζεαι ἔνθα καὶ ἔνθα κατὰ κνέφας, ἄτρομε Μορρεῦ;
μὴ τάχα Δηριάδης σε διεπτοίησεν ἀπειλῇ;
μή σοι Χειροβίη κοτέει ζηλήμονι θυμῷ
ἐλπομένη φιλέειν σε δορικτήτην τινὰ Βάκχην;
καὶ γὰρ ὅτʼ εἰσορόωσιν ἐρωμανέοντας ἀκοίτας,
κρυπταδίην διὰ Κύπριν ἀεὶ φθονέουσι γυναῖκες.
μὴ τάχα πανδαμάτωρ θρασὺς Ἵμερος εἰς σὲ κορύσσει
νυμφιδίους σπινθῆρας ἀκοιμήτοιο φαρέτρης;
μή τινα Βασσαρίδων ποθέεις μίαν; ὡς μὲν ἀκούω,
τρεῖς Χάριτες γεγάασι, χορίτιδες Ὀρχομενοῖο,
ἀμφίπολοι Φοίβοιο, χοροπλεκέος δὲ Λυαίου
εἰσί τριηκοσίων Χαρίτων στίχες, ὧν μία μούνη
πασάων προφέρουσα φαείνεται, οἷα καὶ αὐτὴ
φαιδροτέραις ἀκτῖσι κατακρύπτει σέλας ἄστρων
μαρμαρυγὴν εὔκυκλον ἀκοντίζουσα Σελήνη.
καὶ διδύμοις βελέεσσι κορύσσεται εἰν ἑνὶ θεσμῷ,
κάλλεϊ τοξεύουσα καὶ αἰχμάζουσα σιδήρῳ·
ἔστι δὲ Πασιθέη κορυθαιόλος, ἥν τινα Βάκχαι
Χαλκομέδην καλέουσιν· ἐγὼ δέ μιν αὐτὸς ἐνίψω
Ἄρτεμιν ἀργυρόπεζαν ἠὲ χρύσασπιν Ἀθήνην.
ὥς φάμενος σίγησε· καὶ ὀφρύος ἄκρα καθέλκων
αἰδομένοις στομάτεσσι δυσίμερος ἔννεπε Μορρεύς·
ἀτρεκέως Διόνυσος ἐδύσατο κῦμα θαλάσσης
δειμαίνων Λυκόοργον, ὑποβρυχίοιο δὲ κόλπου
Νηρεΐδας θώρηξε, καὶ ἐξ ἁλὸς ἦλθε κομίζων
εἰναλίην ἐς Ἄρηα κασιγνήτην Ἀφροδίτην·
ἀντὶ δὲ νυμφιδίοιο καὶ εὐόδμοιο χιτῶνος
δῶκεν ἔχειν θώρηκα σιδήρεον, ἀντὶ κεστοῦ
χάλκεον ἔγχος ὄπασσε· καὶ οὔνομα τὸ πρὶν ἀμείψας
Χαλκομέδην ὀνόμηνε κορυσσομένην Ἀφροδίτην·
ἔστι δὲ Βασσαρίδεσσι συνέμπορος· ἀμφοτέροις δὲ
μάρναμαι ἀγνώσσων, καὶ Κύπριδι καὶ Διονύσῳ.
καὶ τί μάτην δόρυ θοῦρον ἀείρομαι; εἶξον, ἀκωκή·
εἰ Παφίη νίκησεν ἀκοντιστῆρα κεραυνοῦ,
εἰ πολέμων σκηπτοῦχον ἑῷ σπινθῆρι δαμάζει,
εἰ φλογερὸν Φαέθοντα κατέφλεγε μείζονι πυρσῷ
καὶ κλονέει πυρόεντα,τί κεν ῥέξαιμι σιδήρῳ;
εἴπατέ μοί τινα μῆτιν ἀρηγόνα Κυπρογενείης·
οὐτήσω τὸν Ἔρωτα; πόθεν πτερόεντα κιχήσω;
ἔγχος ἀερτάζω; πυρὶ μάρναται, ἆορ ἐρύσσω;
τόξον ἔχει, τὸ δὲ τόξον ἐμῆς φρενὸς ἁπτόμενον πῦρ.
πολλάκις οὐτήθην κατὰ φύλοπιν· ἀλλὰ καμόντα
ἰητήρ με σάωσεν ἑῇ ζωαρκέι τέχνῃ,
ὠτειλῇ μελέων ὀδυνήφατον ἄνθος ἑλίξας.
Ὕσσακε, μὴ κρύψῃς, τίνα φάρμακα ποικίλα πάσσων
ἔνδον ἐμῆς κραδίης ἰήσομαι ἕλκος Ἐρώτων.
εἰμὶ μὲν ἀντιβίοισιν ἀεὶ θρασύς· ἀλλʼ ὅτε λεύσσω
Χαλκομέδην παρεοῦσαν, ἐμὴ θηλύνεται αἰχμή.
οὐ τρομέω Διόνυσον· ὑποπτήσσω δὲ γυναῖκα,
ὅττι σέλας πέμπουσα ποθοβλήτοιο προσώπου
μορφῇ ὀιστεύει με, καὶ οὐκέτι τόξα τιταίνω.
ὣς ἄρα Νηρεΐδων μίαν ἔδρακον· εἰ θέμις εἰπεῖν,
ἢ Θέτις ἢ Γαλάτεια συναιχμάζει Διονύσῳ.
εἶπε, καὶ ἀκροτάτοισι μόγις βραδὺς ἴχνεσι βαίνων,
μὴ νυχίην εὕδουσαν ἑὴν παράκοιτιν ἐγείρῃ,
εἰς θάλαμον πάλιν ἦλθε· μελαγκόλποιο δὲ νύμφης
τηλόχεν ἔτραπεν ὄμμα, καὶ ἤθελεν, ὄφρα φανεῖσα
Χαλκομέδη λάμψειε καὶ ἠριγένεια φανείη.
ἀσχαλόων δʼ ὑπʼ Ἔρωτι κατηφέι κάππεσεν εὐνῇ·
καὶ θεράπων ἄγρυπνος ἔχων πόθον ἡδέος ὕπνου
Ὕσσακος αὖτις ἔδαρθεν ἑῆς ἐφύπερθε βοείης.
Μορρέα δʼ ὑπνώοντα παρήπαφεν ὄψις ὀνείρου,
κλεψινόων ἐλέφαντος ἀναΐξασα πυλάων,
καί τινα μῦθον ἔειπεν ἐπήρατον ἠπεροπῆα·
δέχνυσο Χαλκομέδην πειθήμονα, νυμφίε Μορρεῦ·
δέξο καὶ ἐν λεχέεσσι μετὰ πτολέμους σέο νύμφην·
ἠματίην ὁρόων με τεὴν ηὔφρηνας ὀπωπήν,
καὶ νυχίῃ παρίαυε φιλήνορι Χαλκομεδείῃ.
ἔστι καὶ ὑπναλέοιο γάμου χάρις, ἔστι καὶ αὐτῶν
ἱμερόεις γλυκὺς οἶστρος ὀνειρείων ὑμεναίων.
ἤθελον ἀγκὰς ἔχειν σε, καὶ ἐγγύθι φαίνεται Ἠώς.
ὣς φαμένη πεπότητο· καὶ ἐξ ὕπνου θόρε Μορρεύς,
ἀρχομένης δʼ ἐνόησεν ἀμερσιγάμου φάος Ἠοῦς·
Χαλκομέδην δʼ ἐδόκησεν ἔχειν πόθον· αἶψα δὲ σιγῇ
ἔννεπε Κυπριδίην ἀπατήλιον ἐλπίδα βόσκων·
τριπλόον, ἠριγένεια, φέρεις φάος, ὅττι κομίζεις
Χαλκομέδην, καὶ φέγγος ἄγεις καὶ νύκτα διώκεις.
Μορρέος ἀγρύπνοιο παρήγορε, καὶ σὺ φανείης,
Χαλκομέδη, ῥοδόεσσα ῥοδοστεφέος πλέον Ἠοῦς·
οὔ ποτε τοῖον ἄγουσι ῥόδον λειμωνίδες Ὧραι.
παρθενικὴ χαρίεσσα, τεαὶ μεθέπουσι παρειαὶ
εἰαρινὸν λειμῶνα, τὸν οὐ χρόνος οἶδε μαραίνειν·
ἄνθεα σοὶ θαλέουσιν, ὅτε φθινοπωρίδες Ὧραι·
σὰ κρίνα καὶ κατὰ χεῖμα φαείνεται· ἀμφιέπει δὲ
σὸν δέμας οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην,
ἣν Χάριτες κομέουσι καὶ οὐκ ὀλέκουσιν ἀῆται.
οὔνομα σὸν κόσμησας ἀριστεύουσα σιδήρῳ·
ἄρμενον ἠνορέῃ τεὸν οὔνομα· Χαλκομέδην δὲ
οὔ σε μάτην καλέουσι· σὲ γὰρ τέκε χάλκεος Ἄρης
Κύπριδος ὲν λεχέεσσιν Ἐρωτοτόκοιο χορεύων.
Χαλκομέδην μὲν ἅπαντες, ἐγὼ δέ σε μοῦνος ἐνίψω
Χρυσομέδην, ὅτι κάλλος ἔχεις χρυσῆς Ἀφροδίτης·
πείθομαι, ὡς Σπάρτηθεν ἔχεις γένος· ὡς δοκέω γάρ,
Χαλκομέδην ἐλόχευσε σιδηροχίτων Ἀφροδίτη.
τοῖον ἔπος κατέλεξε φιλαγρύπνων ἐπὶ λέκτρων.
ἀλλʼ ὅτε φοινίσσοντι σέλας πέμπουσα προσώπῳ
ὑσμίνης προκέλευθος ἑκηβόλος ἄνθορεν Ἠώς,
Ἰνδῴην ἐκόρυσσε γονὴν λαοσσόος Ἄρης·
καὶ τότε θωρηχθέντες ἐυτροχάλων ἀπὸ λέκτρων
ἅρματι Δηριάδαο συνήλυδες ἔρρεον Ἰνδοί.
βάκχοι δʼ οὐ παρεόντος ἀνικήτου Διονύσου
εἰς πεδίον προχέοντο κατηφέες· ἐν κραδίῃ δὲ
οὐκέτι θαρσήεντες ἐπεστρατόωντο κυδοιμῷ,
ἀλλὰ φόβῳ δονέοντο· καὶ οὐ ῥηξήνορι λύσσῃ
εἰσέτι χαλκοχίτωνες ἐβακχεύοντο γυναῖκες·
οὐδὲ βαρυφθόγγοιο μεμυκότος ἀνθερεῶνος
ἀφρὸν ἀνηκόντιζον, ἐν ἀφλοίσβῳ δὲ σιωπῇ
μίμνεν ἀδεψήτοιο περίκροτα νῶτα βοείης·
οὐ δαΐδες σελάγιζον Ἐνυαλίης φλόγα πεύκης,
καπνὸν ἐρευγομένης θανατηφόρον· ἀλλʼ ὑπὸ κέντρῳ
δαιμονίης μάστιγος ἐθηλύνοντο μαχηταί.
οὐ Σάτυροι κελάδησαν, ἐθήμονος οὐ θρόος αὐλοῦ
ἔβρεμεν ἐγρεκύδοιμος· ἀβακχεύτῳ δὲ κυδοιμῷ
Σειληνοὶ πολέμιζον ἐχέφρονες, οὐδὲ προσώπῳ
μίλτον ἐπιχρίσαντες ὁμόχροον αἴθοπι λύθρῳ
ξανθὸν ἐφοινίξαντο τύπον ψευδήμονι μορφῇ
εἰς φόβον, οὐδὲ μέτωπα πεφυρμένα λευκάδι γύψῳ,
ὡς πάρος, ἐρραίνοντο· καὶ οὐ στομάτεσσι πιόντες
θερμὸν ἐρημονόμοιο νεόσσυτον αἷμα λεαίνης
Πᾶνες ἀελλήεντες ἐβακχεύοντο κυδοιμῷ,
ἀλλὰ φόβῳ γεγάασιν ἐνηέες· ὀκναλέοι δὲ
φειδομέναις ἤρασσον ἀδουπήτοις χθόνα χηλαῖς,
φρικτὸν ἀναστείλαντες ὀρίδρομον ἅλμα χορείης.
Δηριάδης δʼ ὑπέροπλος ἐπέχραεν ἄρσενι χάρμῃ,
σείων ὡς τρυφάλειαν ἑῆς γλωχῖνα κεραίης·
θηλυτέρῃ δὲ φάλαγγι θορὼν βακχεύετο Μορρεύς·
οὐ γὰρ Χαλκομέδεια συνέμπορος ἵστατο Βάκχαις,
ὄφρά μιν αἰδέσσαιτο, κατεσσυμένην δὲ γυναικῶν
αἵματι πορφύρουσαν ἀναστείλειεν ἀκωκήν,
ἀλλὰ τότε προμάχοισιν ὁμήλυδος ἥπτετο χάρμης
παρθένος ἱμερόεσσα νέη κλυτότοξος Ἀμαζών,
φάρεα λεπτὰ φέρουσα καὶ ἀστράπτοντα χιτῶνα
ἐν πεδίῳ· τὸ γὰρ εἶπε σοφὴ Θέτις, ὄφρα σαώσῃ
λαὸν ὅλον μογέοντα τινασσομένου Διονύσου.
ἔνθα διατμήξας Χαρίτων ἴνδαλμα προσώπου
Βασσαρίδας ζώγρησεν ἀνάλκιδας ἕνδεκα Μορρεύς,
ἃς μετὰ Χαλκομέδην ἐκρίνατο· Μαιναλίδων δὲ
χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ,
καὶ στίχα λυσιέθειραν ὑπὸ ζυγὰ δούλια σύρων
ληίδας ἀμφιπόλους ἑκυρῷ πόρε Δηριαδῆι,
ἕδνον ἑῆς ἀλόχοιο τὸ δεύτερον, ἧς χάριν εὐνῆς
νυμφοκόμον μόθον εἶχεν ἀερσιλόφῳ παρὰ Ταύρῳ,
ὁππότε Δηριάδαο νέην βασιληίδα κούρην,
ἥλικα Χειροβίην, ζυγίῳ σφηκώσατο δεσμῷ·
οὐ γὰρ δῶρον ἔδεκτο γαμήλιον ὄρχαμος Ἰνδῶν
παιδὸς ἑῆς, οὐ χρυσὸν ἐπήρατον, οὐ λίθον ἅλμης
μαρμαρέην, ἀγέλας δὲ βοῶν καὶ πώεα μήλων
Δηριάδης ἀπέειπε, καὶ ἐγρεμόθοισι μαχηταῖς
θυγατέρων ἔζευξεν ἀδωροδόκους ὑμεναίους,
γαμβρὸν ἔχων Μορρῆα καὶ ἐννεάπηχυν Ὀρόντην·
καὶ διδύμοις προμάχοισιν ἑὴν νύμφευσε γενέθλην,
Μορρέι Χειροβίην καὶ Πρωτονόειαν Ὀρόντῃ·
οὐ γὰρ ἐπιχθονίοισιν ὁμοίιος ἔπλετο Μορρεύς,
ἀλλὰ Γιγαντείων μελέων ὑψαύχενι μορφῇ
Ἰνδῶν Γηγενέων μιμήσατο πάτριον ἀλκήν,
ἠλιβάτου Τυφῶνος ἔχων αὐτόχθονα φύτλην,
εὖτε πυριτρεφέων Ἀρίμων παρὰ γείτονι πέτρῃ
σύγγονον ἠνορέην ἐπεδείκνυε μάρτυρι Κύδνῳ,
ἕδνα φέρων θαλάμων, Κιλίκων ἱδρῶτας ἀέθλων,
νυμφίος ἀκτήμων, ἀρετῇ δʼ ἐκτήσατο νύμφην.
ὥς ποτε Μορρείοιο γάμου μνηστῆρι σιδήρῳ
Ἀσσυρίη γόνυ κάμψε, καὶ εἰς ζυγὰ Δηριαδῆος
αὐχένα πετρήεντα Κίλιξ δοχμώσατο Ταῦρος,
καὶ θρασὺς ὤκλασε Κύδνος, ὅθεν Κιλίκων ἐνὶ γαίῃ
Σάνδης Ἡρακλέης κικλήσκεται εἰσέτι Μορρεύς.
καὶ τὰ μὲν ἐν προτέροισιν· ἐν ὀψιγόνῳ δὲ κυδοιμῷ
θυιάδας ἐζώγρησεν ἀφειδέι δούρατι Μορρεύς·
κυδιόων δʼ ἀχάλινον ἀπερροίβδησεν ἰωήν·
σοὶ μὲν ἐγώ, σκηπτοῦχε, τεῆς κειμήλια κούρης
βάκχας πρῶτον ἄγω, μετέπειτα δὲ Βάκχον ὀπάσσω.
ὣς φαμένου Μορρῆος ἀμείβετο κοίρανος Ἰνδῶν·
Χειροβίην ἀνάεδνον ἔχων, κορυθαιόλε Μορρεῦ,
ἄξιά μοι πόρες ἕδνα φερεσσακέων ὑμεναίων,
ἄστεα δουλώσας Κιλίκων ὑψήνορι νίκῃ.
ἄρτι πάλιν νέα δῶρα χαρίζεαι· ἢν δʼ ἐθελήσῃς,
ἄλλας Βασσαρίδας ληίσσεο, Χειροβίης δὲ
ἀμφιπόλων ἔμπλησον ὅλον δόμον· ἀμφὶ δὲ Βάκχου
οὐ χατέω Μορρῆος, ἀλυκτοπέδαις δὲ πεδήσας
δούλιον εἰς ζυγόδεσμον ἐγὼ Διόνυσον ἐρύσσω.
μοῦνον ἐμοὶ πεφύλαξο δορικτήτης πόθον εὐνῆς,
μή σε γυναιμανέεσσιν ἴδω πανομοίιον Ἰνδοῖς·
ὄμματα μὴ σκοπίαζε καὶ ἄργυφον αὐχένα Βάκχης,
μὴ ποθέων τελέσειας ἐμὴν ζηλήμονα κούρην.
αὐτὰρ ἐπὴν Βρομίου στρατιὴν ξύμπασαν ὀλέσσω,
Μαιονίην ἐπὶ γαῖαν ἐλεύσομαι, ἔνθεν ἀφύξω
Λυδῶν ἄσπετον ὄλβον, ὅσον Πακτωλὸς ἀέξει·
ἵξομαι εἰς Φρυγίην εὐάμπελον, ὁππόθι Ῥείη
παιδοκόμος Βρομίοιο, καὶ ἀγχικέλευθον ὀλέσσω
ἀργυρέης Ἀλύβης πέδον ὄλβιον, ὄφρα κομίσσω
φαιδρὰ ῥυηφενέων χιονώδεα νῶτα μετάλλων·
πέρσω δʼ, ἣν καλέουσι, καὶ ἑπταπύλου χθόνα Θήβης,
καὶ φλέξω Σεμέλης φλογερὸν δόμον, ὁππόθι παστοὶ
λείψανα θερμὰ φέρουσι μαραινομένων ὑμεναίων.
εἶπεν ἄναξ ἀθέμιστος, Ἐνυαλίοιο δὲ γαμβροῦ
ἀμφιπόλων στίχα πᾶσαν ἐδέξατο δῶρα κυδοιμοῦ
Δηριάδης, Φλογίῳ δὲ καὶ Ἀγραίῳ πόρε Βάκχας
ἑλκομένας πλοκαμῖδος· ὁμοπλέκτῳ δʼ ἐνὶ δεσμῷ
ἀρραγέες παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες.
τὰς μὲν ἄγων Φλόγιος βασιληίδος ἄγγελα νίκης
σφιγγομένας πόμπευε διʼ ἄστεος. ὑψιτενεῖς δὲ
αἱ μὲν ἐυγλυφάνοιο παρὰ προπύλαια μελάθρου
ἀλχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ·
ἄλλαις θερμὸν ὄπασσε μόρον πυρόεντος ὀλέθρου·
αἱ δὲ πεδοσκαφέεσσιν ἐτυμβεύοντο ῥεέθροις
φρείατος ἐν γυάλοισιν, ὅπῃ βυθίων ἀπὸ κόλπων
χερσὶν ἀμοιβαίαις βεβιημένον ἕλκεται ὕδωρ·
καί τις ἔσω διεροῖο βαθυνομένου κενεῶνος
ἡμιφανὴς ἀτίνακτος ἀμοιβαίῃ φάτο φωνῇ·
ἔκλυον, ὡς Ἰνδοῖσι θεὸς πέλε γαῖα καὶ ὕδωρ·
οὐδὲ μάτην ποτὲ τοῦτο φατίζεται· ἀμφότεροι γὰρ
εἰς ἐμὲ θωρήχθησαν ὁμόφρονες, εἰμὶ δὲ μέσση
καὶ χθονίου θανάτοιο καὶ ὑδατόεντος ὀλέθρου,
καὶ μόρον ἐγγὺς ἔχω διδυμόζυγον· ἰλυόεις γὰρ
ξεῖνος δεσμὸς ἔχει με, καὶ οὐκέτι ταρσὸν ἀείρω,
ὑγρὰ δὲ ῥιζώσασα πεπηγότα γούνατα πηλῷ
ἵσταμαι ἀστυφέλικτος ἐγὼ Μοίρῃσιν ἑτοίμη·
καὶ ποταμός με δίωκε, καὶ οὐ χυτὸν ἔτρεμον ὕδωρ·
αἴθε καὶ οὗτος ἔην κελάδων ῥόος, ὄφρα καὶ αὐτοῦ
χεῖρας ἐρετμώσασα διατμήξω μέλαν ὕδωρ.
ἔννεπεν· οἰγομένῳ δὲ κατάρρυτα χεύματα λαιμῷ
δεχνυμένη κατὰ βαιὸν ἀτυμβεύτῳ θάνε πότμῳ.
αὐτὰρ ὁ Χαλκομέδης πεπεδημένος ἡδέι κέντρῳ
Μαιναλίδων ἀσίδηρον ὅλον στρατὸν ἤλασε Μορρεὺς
εἰς πόλιν ὀφρυόεσσαν, ὀπίστερος ἔγχεϊ νύσσων.
ὡς δʼ ὅτε μηλονόμος πολυχανδέος εἰς μυχὰ μάνδρης
συμμιγέων ὀίων σποράδας στίχας εἰς ἓν ἐλαύνων
εἰροπόκων ἴθυνε καλαύροπι πώεα μήλων
πασσυδίῃ, πολέες δὲ συνεστιχόωντο βοτῆρες
μῆλα περισφίγγοντες ὁμόζυγι πήχεος ὁλκῷ
προτροπάδην στοιχηδόν ἀρηρότα, μή ποτε ποίμνης
κλειομένης πλάζοιτο παράτροπος ἑσμὸς ἀλήτης·
ὣς ὅ γε θῆλυν ὅμιλον ἔσω πυλεῶνος ἐέργων
εἰς πόλιν αἰπύδμητον ἀελλόπος ἤλασε Μορρεὺς
Βακχείην στίχα πᾶσαν ἀποσπάδα δηιοτῆτος.
καὶ μογέων δόλον εἶχεν ἐτώσιον, ὄφρα κυδοιμοῦ
ληίδα καλλιγύναικα λιπὼν μετανάστιον ἄγρην
Χαλκομέδην ἐρύσειεν ὑπὸ ζυγὰ δουλοσυνάων,
ἄλλαις θηλυτέπῃσιν ὁμόστολον, ὄφρά οἱ αἰεὶ
ἠματίη θεράπαινα καἰ ἔννυχος εὐνέτις εἴη,
καὶ διδύμων τελέσειεν ἀμοιβαδὶς ἔργα θεάων,
λάθρια Κύπριδος ἔργα καὶ ἀμφαδὸν ἱστὸν Ἀθήνης . . .
Μορρεὺς δʼ οὐκ ἀμέλησε δορυσσόος· ἀγχιμάχῳ γὰρ
Δηριάδῃ φύξηλιν ἐπέτρεπε θῆλυν Ἐνυώ,
Βακχιάδος δὲ φάλαγγος ἐπέχραεν ἄρσενι χάρμῃ,
ὄφρα περικλείσειε καὶ ἀνέρας· ἐν δὲ κυδοιμοῖς
εἰς φόβον ἠπείγοντο. Θυελλήεσσα δὲ κούρη
ἵστατο κοσμηθεῖσα πρὸ ἄστεος ἐγγύθι πύργου,
παρθένος ἀκρήδεμνος· ἐρωμανέων δὲ γυναικῶν
νεύμασι ποιητοῖσι τύπον μιμήσατο κούρη,
ὄμματα δινεύουσα, καὶ ἠθάδος ἔκτοθι μίτρης
λευκὸς ἐρευθιόωντι χιτὼν φοινίσσετο μαζῷ·
Μορρεὺς δʼ εἰσορόων ἐπετέρπετο, καὶ διὰ πέπλου
λεπταλέου σφριγόωσαν ἴτυν τεκμαίρετο μαζοῦ.
καἰ λίθον εὐποίητον ἴσον τροχοειδέι δίσκῳ
παρθένος ἁρπάξασα, πελώριον ἄχθος ἁμάξης,
Μορρέος εὐπήληκος ἀκόντισεν ἴδμονι τέχνῃ·
καἰ λίθος ἠερόθεν πεφορημένος ὀξέι ῥοίζῳ
ἀσπίδος ἄκρον ἄραξεν, ὅπῃ χρυσήλατος εἰκὼν
Χειροβίης νόθον εἶχε δέμας ψευδήμονι μορφῇ,
ποιητὸν δὲ κάρηνον ἀπέξεσε, βαλλομένῃ δὲ
μαρμαρέῃ γλωχῖνι χαρασσομένοιο προσώπου
μιμηλῆς ἀμάθυνε περίτροχον εἰκόνα μορφῆς·
καὶ σάκος ὀλβίζων ἀνεπάλλετο πολλάκι Μορρεύς,
καὶ κραδίῃ γελόων κρυφίην ἐφθέγξατο φωνήν·
ἄτρομε Χαλκομέδεια, νέη ῥοδοδάκτυλε Πειθώ,
Κύπριδος ἁβρὸν ἄγαλμα καὶ εὐθώρηκος Ἀθήνης,
Βακχιὰς ἠριγένεια καὶ οὐ δύνουσα Σελήνη,
γραπτὸν ἐμῆς ἀλόχου τύπον ἔξεσας· αἴθε καὶ αὐτῆς
Χειροβίης ἤμησας ἀληθέος αὐχένα νύμφης.
ὣς εἰπὼν ἐδίωκε πρὸ ἄστεος ἄζυγα κούρην,
γλῶσσαν ἀπειλείουσαν ἔχων, οὐ χεῖρα κορύσσων,
μῦθον ἀκοντίζων, οὐ παρθένον ἔγχεϊ νύσσων,
μειλιχίῃ παλάμῃ πεφιδημένον ἔγχος ἀείρων·
καὶ βλοσυρῆς κελάδησε βοῆς ἀπατήλιον Ἠχώ,
ὡς ἐτεὸν κοτέων πρόμος ἤπιος· ἀμφότερον γάρ,
εἶχε νόον γελόωντα, χόλον δʼ ἀνέφηνε προσώπῳ.
ἦκα δὲ δινήσας σφαλερὴν προέηκεν ἀκωκὴν
εἰς σκοπὸν ἀχρήιστον ἑκούσιος· ἡ δὲ φυγοῦσα
ἠερίαις ταχύγουνος ἐπέτρεχε σύνδρομος αὔραις·
τῆς δὲ τιταινομένης ἀνεμώδεϊ γούνατος ὁρμῇ
πλοχμοὺς βοτρυόεντας ἀνερρίπιζον ἀῆται,
αὐχένα γυμνώσαντες ἐριδμαίνοντα Σελήνῃ·
φειδομένοις δὲ πόδεσσιν ἑκούσιος ἔτρεχε Μορρεύς,
πῇ μὲν ἐυρραφέων ποδὸς ἴχνια γυμνὰ πεδίλων
εἰς σφυρὰ παπταίνων ῥοδοειδέα, πῇ δὲ δοκεύων
πλαζομένης ἑλικηδὸν ὀπίστερα βόστρυχα χαίτης
Χαλκομέδην ἐδίωκε· καὶ ἴαχεν ἡδέι μύθῳ,
μείλιχον ἀφλοίσβοιο χέων ἔπος ἀνθερεῶνος·
μίμνέ με, Χαλκομέδεια, τὸν ἱμείροντα μαχητήν·
ῥύεται ἀγλαΐη σε, καἰ οὐ δρόμος· οὐ τόσον αἰχμαὶ
ἅνδρα βαλεῖν δεδάασιν, ὅσον σπινθῆρες Ἐρώτων.
δήιος οὐ γενόμην, μὴ δείδιθι· μαρνάμενον γάρ
χαλκείην σέο κάλλος ἐμὴν νίκησεν ἀκωκήν·
ἔγχεος οὐ χατέεις, οὐκ ἀσπίδος· ὑμετέρου γὰρ
ὡς ξίφος, ὡς δόρυ θοῦρον, ἔχεις ἀκτῖνα προσώπου,
καἰ μελίης πολὺ μᾶλλον ἀριστεύουσι παρειαί.
φρικτὸν ἐμῆς παλάμης λέλυται σθένος· οὐ νέμεσις γάρ,
εἰ δόρυ θοῦρον ἔχω νικώμενον, ὅττι καὶ αὐτὸς
Κύπριδος ἱσταμένης θηλύνεται ἄγριος Ἄρης.
δέξό με σοῖς Σατύροισιν ὁμόστολον· ἐν πολέμοις γὰρ
Ἰνδοὶ ἀριστεύσουσιν, ἕως ἔτι χεῖρα κορύσσω.
ἢν δʼ ἐθέλῃς, ἅτε λάτρις ὑποδρήσσω Διονύσῳ·
ἢν ἐθέλῃς, με δάμαζε κατʼ αὐχένος ἢ κενεῶνος·
οὐκ ἀλέγω θανάτοιο τεῇ δεδαϊγμένος αἰχμῇ·
μοῦνον ἐμὲ στενάχιζε δεδουπότα· μυρομένης δὲ
δάκρυα Χαλκομέδης με καἰ ἐξ Ἀίδαο κομίσσει.
παρθένε, τί τρομέεις, ὅτι μείλιχον ἔγχος ἀείρω;
σοὐς πλοκάμους ὁρόων ἑλικώδεας ὑψόθεν ὤμων
ἀσκεπέων τρυφάλειαν ἐμῶν ἀπέθηκα κομάων·
νεβρίδα παπταίνων στυγέω θώρηκα φορῆσαι.
ὣς φαμένου παράμειβε γυνὴ καὶ ἐμίγνυτο Βάκχοις,
καὶ φονίου Μορρῆος ἀποπλαγχθεῖσα κελεύθου
θαρσαλέη πολέμιζε καὶ ἤρισεν ἄρσενι χάρμῃ.
καὶ τότε δυσκελάδοιο λιπὼν στροφάλιγγα κυδοιμοῦ
ἄμπνυτο Βάκχος ὅμιλος, ἕως ἀνεχάζετο Μορρεύς.
Βασσαρίδων δὲ φάλαγγα πρὸ ἄστεος ἄορι τύπτων
Δηριάδης ἐδίωκεν, ἕως σχεδὸν ἤλασε πύργων,
οἰγομένου στίχα πᾶσαν ἕσω πυλεῶνος ἐέργων
τείχεος ὑψιλόφοιο· διωκόμεναι δὲ σιδήρῳ
ἄστεος ἐντὸς ἵκανον ἀποσπάδες ἠθάδος ὕλης·
ἀσταθέες δὲ φάλαγγες ἀήθεα κύκλα κελεύθου
ἔστιχον ἔνθα καὶ ἔνθα διακριδόν, εἰς πτερὸν Εὕρου,
εἰς ῥαχίην Ζεφύροιο παρ· Ἐσπέριον κλίμα γαίης,
αἱ δὲ Νότου παρὰ πέζαν ἀλήμονες, αἱ δὲ Βορῆς
Βασσαρίδες κλονέοντο· καἰ ἀρσενόθυμον ἀνάγκην
μαινάδες ἠλλάξαντο, πάλιν δʼ ἐγένοντο γυναῖκες,
καὶ μόθον ἠρνήσαντο, φιληλακάτοιο δὲ τέχνης
καἰ ταλάρων μνήσαντο, καἰ ἤθελον αὖτις Ἀθήνης
ἀμφιέπειν κλωστῆρα καἰ οὐκέτι θύσθλα Λυαίου.
καὶ στίχα χιονέην ὀλέκων κυανόχροος ἀνὴρ
ἐνδόμυχον κλόνον εἶχε πολισσούχοιο κυδοιμοῦ.