Book 46
Late Antiquity Nonnus of Panopolis Greek- ἕκτον τεσσαρακοστὸν ἴδε πλέον, ἧχι νοήσεις Πενθέος ἄκρα κάρηνα καὶ ὠλεσίτεκνον Ἀγαύην.
ἀλλʼ ὅτε δὴ γίνωσκεν ἄναξ θρασύς, ὅττι λυθέντος
αὐτομάτου δεσμοῖο σιδηροφόρων ἀπὸ χειρῶν
μαινάδες ἐσσεύοντο μετήλυδες εἰς ῥάχιν ὕλης,
καὶ δόλον ἀλλοπρόσαλλον ἀθηήτου Διονύσου,
ἄστατος ὑβριστῆρι χόλῳ κυμαίνετο Πενθεύς·
καί μιν ἰδὼν παρεόντα παλίνδρομον ἠθάδι κισσῷ
βόστρυχα μιτρωθέντα, καὶ ἄπλοκον ὑψόθεν ὤμων
μηκεδανῆς ὁρόων κεχαλασμένον ὁλκὸν ἐθείρης,
τοῖον ἀπερροίβδησεν ἔπος λυσσώδεϊ λαιμῷ·
Ἡδὺς ὁ Τειρεσίαν ἀπατήλιον εἰς ἐμέ πέμπων·
οὐ δύναται σέο μάντις ἐμὸν νόον ἠπεροπεύειν·
ἄλλοις ἔννεπε ταῦτα. θεὰ πόθεν υἱέι Ῥείη
οὐ Διὶ μαζὸν ὄρεξε, καὶ ἔτρεφεν υἷα Θυώνης;
εἴρεο Δικταίης κορυθαιόλον ἄντρον ἐρίπνης,
εἴρεο καὶ Κορύβαντας, ὅπῃ ποτὲ κοῦρος ἀθύρων
μαζὸν Ἀμαλθείης κουροτρόφον αἰγὸς ἀμέλγων
Ζεὺς μένος ἠέξησε, καὶ οὐ γλάγος ἔσπασε Ῥείης.
ἤθεα σῆς δολίης ἀπεμάξαο καὶ σὺ τεκούσης·
ψευδομένην Σεμέλην Κρονίδης ἔφλεξε κεραυνῷ·
ἅζεο, μὴ Κρονίδης μετὰ μητέρα καὶ σὲ δαμάσσῃ.
βάρβαρον οὐ μεθέπω καὶ ἐγὼ γένος· ἀρχέγονος δὲ
Ἰσμηνός με φύτευσε, καὶ οὐ τέκεν ὑγρὸς Ὑδάσπης·
Δηριάδην οὐκ οἶδα καὶ οὐ Λυκόοργος ἀκούω.
ἀλλὰ σὺν ὑμετέροις Σατύροις καὶ θυιάσι Βάκχαις
Δίρκης λεῖπε ῥέεθρα, καί, ἢν ἐθέλῃς, σέο θύρσῳ
κτεῖνε παρʼ Ἀσσυρίοισι νεώτερον ἄλλον Ὀρόντην.
οὐ σὺ γένος Κρονίωνος Ὀλύμπιον· ὀλλυμένης γὰρ
ἀστεροπαὶ βοόωσιν ὀνείδεα σεῖο τεκούσης,
καὶ κρυφίων λεχέων ἐπιμάρτυρές εἰσι κεραυνοί.
οὐ Δανάην μετὰ λέκτρα κατέφλεγεν ὑέτιος Ζεύς,
καὶ γνωτὴν ἀδόνητον ἐμοῦ Κάδμοιο κομίζων
Εὐρώπην ἐφύλαξε, καὶ οὐκ ἔκρυψε θαλάσσῃ.
οἶδα μέν, ὡς ἀλόχευτον ἔτι βρέφος αἰθερίη φλὸξ
ὤλεσεν αἰθομένης μετὰ μητέρος, ἡμιτελῆ δὲ
λῦσε νόθην ὠδῖνα μαραινομένου τοκετοῖο·
εἰ δέ μιν οὐκ ἐδάμασσεν, ὅτι χθονίων ὑμεναίων
κρυπταδίης φιλότητος ἀναίτιός ἐσσι τεκούσης,
πείθομαι, ὡς ἐνέπεις, ἀέκων δέ σε παῖδα καλέσσω
Ζηνὸς ἐπουρανίοιο, καὶ οὐ φλεχθέντα κεραυνῷ.
καὶ σύ με τοῦτο δίδαξον ἀληθέι μάρτυρι μύθῳ·
Ζεὺς γενέτης πότε Φοῖβον ἢ Ἄρεα γείνατο μηρῷ;
εἰ Διὸς ἔλλαχες αἷμα, μετέρχεο κύκλον Ὀλύμπου
αἰθέρα ναιετάων, λίπε Πενθέι πατρίδα Θήβην.
ὤφελες ἅρμενον ἄλλον ἀμεμφέα μῦθον ἐνίψαι
ψεύδεϊ κερδαλέῳ κεράσας θελξίφρονα Πειθώ,
ὅττί σε παιδοτόκῳ Κρονίδης τέκεν ἠθάδι κόρσῃ·
οὐ τάχα τόσσον ἄπιστον ἔην ἔπος, ὅττι καὶ αὐτὸν
Βάκχον ἀνυμφεύτῳ μετὰ Παλλάδα τίκτε καρήνῳ.
ἤθελον, εἰ γένος ἔσχες Ὀλύμπιον, αἴθε Κρονίων
ὑψιμέδων σε φύτευσεν, ὅπως Διὸς αἷμα διώκων
νικήσω Διόνυσον, Ἐχίονος υἱὸς ἀκούων.
ὣς φαμένου νεμέσιζε θεὸς καὶ ἀμείβετο μύθῳ,
κρύπτων δαιμονίης ὑποκάρδιον ὄγκον ἀπειλῆς·
Βάρβαρα θεσμὰ φέρουσαν ἐπολβίζω χθόνα Κελτῶν,
ἧχι νέων βρεφέων καθαρὴν ὠδῖνα δικάζων
Ῥῆνος ἀσημάντοιο θεμιστοπόλος τοκετοῖο
αἵματος ἀγνώστοιο νόθον γένος οἶδεν ἐλέγξαι.
οὐ μὲν ἐγὼ Ῥήνοιο φατιζομένου ποταμοῖο
χεύμασιν οὐτιδανοῖσι δικάζομαι, ἀλλὰ ῥεέθρων
πιστότεροι κήρυκες ἐμοὶ γεγάασι κεραυνοί·
κρείσσονα μαρτυρίην στεροπῆς μὴ δίζεο, Πενθεῦ·
ὕδατι μὲν Γαλάτης, σὺ δὲ πείθεο μάρτυρι πυρσῷ.
οὐ χατέω Πενθῆος ἐπιχθονίοιο μελάθρου·
δῶμα Διωνύσοιο πέλει πατρώιος αἰθήρ·
καὶ χθονός εἰ κρίσις ἦεν ἢ ἀστερόεντος Ὀλύμπου,
εἰπέ μοι εἰρομένῳ, τίνα φέρτερον αὐτὸς ἐνίψῃς,
οὐρανὸν ἑπτάζωνον ἢ ἑπταπύλου χθόνα Θήβης;
οὐ χατέω Πενθῆος ἐπιχθονίοιο μελάθρου.
μοῦνον ἐμῆς κύδαινε μελισταγὲς ἄνθος ὀπώρης·
μὴ ποτὸν ἀμπελόεντος ἀτιμήσῃς Διονύσου.
Ἰνδοφόνῳ Βρομίῳ μὴ μάρναο, θηλυτέρῃ δέ,
εἰ δύνασαι, πολέμιζε μιῇ ῥηξήνορι Βάκχῃ.
σοὶ τάχα καλὸν ἔθεντο προμάντιες οὔνομα Μοῖραι
ὑμετέρου θανάτοιο προάγγελον· αἰνοπαθῆ δὲ
οὐ νέμεσις Πενθῆα πεδοτρεφέος γενετῆρος
γηγενὲς αἷμα φέροντα φέρειν μίμημα Γιγάντων,
οὐ νέμεσις καὶ Βάκχον Ὀλύμπιον αἷμα γενέθλης
Ζηνὸς ἔχειν μίμημα Γιγαντοφόνοιο τοκῆος.
εἴρεο Τειρεσίαν, τίνι χώεαι· εἴρεο Πυθώ,
τίς Σεμέλῃ παρίαυε, τίς ἤροσε παῖδα Θυώνης.
εἰ δὲ μαθεῖν ἐθέλεις χοροτερπέος ὄργια Βάκχου,
φάρεα καλλείψας βασιλήια τέτλαθι, Πενθεῦ,
θήλεα πέπλα φέρειν, καὶ γίνεο θῆλυς Ἀγαύη·
μὴ δέ σε θηρεύοντα παραΐξωσι γυναῖκες.
ἢν δὲ τεῇ παλάμῃ θηροκτόνα τόξα τανύσσῃς,
Κάδμος ἐπαινήσει σε συναγρώσσοντα τεκούσῃ.
Βάκχῳ μοῦνος ἔριζε, καί, εἰ θέμις, ἰοχεαίρῃ,
ὄφρα λεοντοφόνον σε μετʼ Ἀκταίωνα καλέσσω.
κάτθεο τεύχεα ταῦτα· σιδηροφόρους δὲ μαχητὰς
χερσὶν ἀθωρήκτοισιν ἐμαὶ κτείνουσι γυναῖκες·
εἰ δέ σε νικήσωσιν ἀτευχέι θήλεϊ χάρμῃ
ἔντεσι κοσμηθέντα, τίς αἰνήσειε πολίτης
ἄνδρα γυναικείῃ κεκαφηότα δηιοτῆτι;
Βασσαρὶς οὐ τρομέει πτερόεν βέλος, οὐ δόρυ φεύγει·
ἀλλὰ δόλῳ κρυφἱῳ πυκάσας ἄγνωστον ὀπωπὴν
ὄψεαι ὄργια πάντα χοροπλεκέος Διονύσου.
ὣς εἰπών παρέπεισεν, ἐπεὶ νόον ἀνδρὸς ἱμάσσων
φοιταλέης ἐδόνησε κατάσχετον ἅλματι λύσσης . . .
καὶ Βρομίῳ συνάεθλος ἐπέχραε Πενθέι Μήνη
δαιμονίῃ μάστιγι· συνερχομένης δὲ Λυαίῳ
λυσσήεις θρασὺς οἶστρος ἀμερσινόοιο Σελήνης
φάσματα ποικιλόμορφα μεμηνότι Πενθέι δείξας
φρικτὸν Ἐχιονίδην προτέρης μετέθηκε μενοινῆς,
καὶ σφαλερῇ Πενθῆος ἐπεσμαράγησεν ἀκουῇ,
δαιμονίης σάλπιγγος ἀλάστορα δοῦπον ἀράσσων·
ἀνέρα δʼ ἐπτοίησε. καἰ εἰς δόμον ἤλυθε Πενθεὺς
οἰστρομανής, ποθέων θιασώδεος ὄργια Βάκχου·
φωριαμοὺς δʼ ὤιξε θυώδεας, ἧχι γυναικῶν
κέκλιτο Σιδονίης ἁλιπόρφυρα πέπλα θαλάσσης·
καὶ χροΐ ποικιλόνωτον ἐδύσατο πέπλον Ἀγαύης·
Αὐτονόης δʼ ἔσφιγξεν ἐπὶ πλοκάμοισι καλύπτρην,
στήθεα μιτρώσας Βασιλήια κυκλάδι τέχνῃ·
καὶ πόδας ἐσφήκωσε γυναικείοισι πεδίλοις·
χειρὶ δὲ θύρσου ἄειρε· μετερχομένοιο δὲ Βάκχας
ποικίλος ἰχνευτῆρι χιτὼν ἐπεσύρετο ταρσῷ.
Μιμηλοῖς δὲ πόδεσσιν ἕλιξ ὠρχήσατο Πενθεὺς
ἡδυμανής· λοξῷ δὲ πέδον κροτάλιζε πεδίλῳ
ἐκ ποδὸς αἰθύσσων ἕτερον πόδα· χεῖρα δὲ δισσὴν
θηλύνων ἐλέλιζεν ἀμοιβάδα δίζυγι παλμῷ,
οἷα γυνὴ παίζουσα χοροίτυπος· οἷα δὲ ῥόπτρῳ
δίκτυπον ἁρμονίην κροτέων ἑτερόζυγι χαλκῷ
ἠερίαις μεθέηκεν ἀλήμονα βόστρυχον αὔραις,
Λυδὸν ἀνακρούων μέλος Εὔιον. ἦ τάχα φαίης
ἄγρια κωμάζουσαν ἰδεῖν λυσσώδεα βάκχην.
καὶ διδύμους Φαέθοντας ἐδέρκετο καἰ δύο Θήβας·
ἔλπετο δʼ ἀκαμάτων ἐπικείμενον ὑψόθεν ὤμων
Θήβης ἑπταπόροιο μετοχλίζειν πυλεῶνα.
ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο πολῖται,
ὃς μὲν ἔχων τροχόεντα λόφον χθονός, ὃς δʼ ἐπὶ πέτρῳ
ὑψιφανής, ὁ δὲ πῆχυν ἐπʼ ἀνέρος ὦμον ἐρείσας
ἴχνος ἀνῃώρησεν ἐπὶ χθονὶ δάκτυλα πήξας·
καί τις ἐυγλώχινα μετήιεν ὄγκον ἀρούρης,
ἄλλος ἐπὶ προβλῆτος ἐπάλξιος, ὃς δὲ δοκεύων
δόχμιον ὄμμα τίταινεν ἀερσιλόφων ἀπὸ πύργων·
ὃς δὲ μέσας στεφανηδὸν ἐπʼ ἄντυγι χεῖρας ἑλίξας
ἴχνεσιν ἀκροπόροισιν ἀνήιε κίονα βαίνων,
Πενθέα παπταίνων δεδονημένον ἅλματι λύσσης,
θύρσον ἀερτάζοντα καἰ αἰθύσσοντα καλύπτρην.
ἤδη δʼ ἑπταπόροιο παρέδραμε τείχεα Θήβης,
αὐτομάτοις ἑλίκεσσιν ἀνοιγομένων πυλεώνων·
ἤδη δὲ πρὸ πόληος ἐς ἠέρα βόστρυχα σείων
ἁβρὰ δρακοντοβότοιο παρέστιχε νάματα Δίρκης·
καὶ ποδὶ λυσσήεντι χοροίτυπον ἴχνος ἑλίσσων
δαίμονος ἀμπελόεντος ὀπίστερον εἶχε πορείην.
ἀλλʼ ὅτε χῶρον ἵκανεν, ὅθι δρύες, ἧχι χορεῖαι,
καἰ τελεταὶ Βρομίου θιασώδεες, ἧχι καὶ αὐτὴ
Βασσαρίδων ἀπέδιλος ἔην κεμαδοσσόος ἄγρη,
ἀμπελόεις τότε Βάκχος ὀρειάδος ἔνδοθι λόχμης
ἀρχαίην ἐλάτην ἰσομήκεα γείτονι πέτρῃ
δένδρον ἰδὼν περίμετρον ἐγήθεεν, ἧς ὑπὸ θάμνῳ
ἀγχινεφεῖς πετάλοισιν ἐπεσκιόωντο κολῶναι·
ἀκρότατον δὲ κόρυμβον ἀφειδέι χειρὶ πιέζων
εἰς πέδον, εἰς πέδον εἷλκε κατὰ χθονὸς ἐκταδὰ Πενθεὺς . . .
θαλλὸν ἀερσιπότητον, ἐπισφίγγων δὲ φορῆα
ὕψι τιταινομένων ἐδράξατο χειρὶ κορύμβων,
καὶ πόδας ἔνθα καὶ ἔνθα παλινδίνητος ἑλίσσων
ἄστατος ὀρχηστῆρι τύπῳ κουφίζετο Πενθεύς.
καὶ τότε βασσαρίδεσσι χορίτιδες ἤλυθον Ὧραι·
ἀλλήλαις δʼ ἐκέλευον, ἀνεζώννυντο δὲ πέπλοις,
νεβρίδα δʼ ἀμφεβάλοντο· καἰ οὐρεσίφοιτος Ἀγαύη
ἀφροκόμοις στομάτεσσιν ἀπερροίβδησεν ἰωήν·
Αὐτονόη, σπεύσωμεν, ὅπῃ χορός ἐστι Λυαίου
καὶ κτύπος οὐρεσίφοιτος ἀκούεται ἠθάδος αὐλοῦ,
ὄφρα μέλος πλέξαιμι φιλεύιον, ὄφρα δαείω,
τίς φθαμένη στήσειε χοροστασίην Διονύσῳ,
τίς τίνα νικήσειε θυηπολέουσα Λυαίῳ.
δηθύνεις, ἀχόρευτε, καἰ ἡμέας ἔφθασεν Ἰνώ·
οὐκέτι πόντον ἔχει μετανάστιος, ἀλλὰ καὶ αὐτὴ
ἐξ ἁλὸς ἦλθε θέουσα σὺν ὑγροπόρῳ Μελικέρτῃ,
ἦλθε προασπίζουσα διωκομένου Διονύσου,
μὴ Πενθεὺς ἀθέμιστος ἐπιβρίσειε Λυαίῳ.
Μύστιδες, εἰς σκοπέλους, Ἰσμηνίδες ἔλθετε Βάκχαι,
καὶ τελετάς στήσωμεν, ὁμοζήλῳ δὲ χορείῃ
Λυδαῖς Βασσαρίδεσσιν ἐρίζομεν, ὄφρά τις εἴπῃ·
Μυγδονίην νίκησε Μιμαλλόνα Μαινὰς Ἀγαύν.
ὣς φαμένη σκοπίαζε καθήμενον ὑψόθι δένδρου,
ἄγριον οἷα λέοντα, θεημάχον υἱέα μήτηρ·
καί μιν ἀγειρομέναις ἐπεδείκνυε θυιάσι Βάκχαις·
υἱέα δʼ ἔμφρονα θῆρα καλέσσατο λυσσάδι φωνῇ.
ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο γυναῖκες
ἑζόμενον πετάλοισι· καὶ εὐπαλάμῳ τινὶ δεσμῷ
δένδρον ἐπηχύναντο, καἰ ἤθελον εἰς χθόνα ῥίπτειν
ἔρνος ὁμοῦ Πενθῆι· περισφίγξασα δὲ θάμνῳ
ὁλκὸν ὁμοζυγέος παλάμης ἐνοσίχθονι παλμῷ
πρυμνόθεν αὐτόρριζον ἀνέσπασε δένδρον Ἀγαύη.
καὶ φυτὸν εἰς χθόνα πῖπτεν· ἐγυμνώθη δὲ Κιθαιρών·
καἰ θρασὺς αὐτοέλικτος ἄναξ βητάρμονι παλμῷ
κύμβαχος ἠερόθεν κεκυλισμένος ἤριπε Πενθεύς.
καί τότε μιν λίπε λύσσα νοοσφαλέος Διονύσου,
καὶ προτέρας φρένας ἔσχε τὸ δεύτερον· ἀμφὶ δὲ γαίῃ
γείτονα πότμον ἔχων κινυρὴν ἐφθέγξατο φωνήν·
Νύμφαι Ἁμαδρυάδες με καλύψατε, μή με δαμάσσῃ
παιδοφόνοις παλάμῃσιν ἐμὴ φιλότεκνος Ἀγαύη.
μῆτερ ἐμή, δύσμητερ, ἀπηνέος ἴσχεο λύσσης·
θῆρα πόθεν καλέεις με τὸν υἱέα; ποῖα κομίζω
στήθεα λαχνήεντα; τίνα βρυχηθμὸν ἰάλλω;
οὐκέτι γινώσκεις με, τὸν ἔτρεφες, οὐκέτι λεύσσεις·
σὴν φρένα καὶ τεὸν ὄμμα τίς ἥρπασε; χαῖρε, Κιθαιρών·
χαίρετε, δένδρεα ταῦτα καὶ οὔρεα· σώζεο, Θήβη
σώζεο καὶ σύ, φίλη παιδοκτόνε μῆτερ Ἀγαύη.
δέρκεο ταῦτα γένεια νεότριχα, δέρκεο μορφὴν
ἀνδρομέην· οὐκ εἰμὶ λέων· οὐ θῆρα δοκεύεις.
φείδεο σῆς ὠδῖνος, ἀμείλιχε, φείδεο μαζῶν·
Πενθέα παπταίνεις με, τὸν ἔτρεφες. ἴσχεο, φωνή,
μύθους σεῖο φύλαξον· ἀνήκοός ἐστιν Ἀγαύη.
εἰ δὲ κατακτείνεις με χαριζομένη Διονύσῳ,
μούνη παῖδα δάμασσον, ἀγάστονε, μηδὲ δαμῆναι
Βασσαρίδων τεὸν υἷα νόθαις παλάμῃσιν ἐάσῃς.
ὣς φάμενος λιτάνευε, καὶ οὐκ ἤκουσεν Ἀγαύη.
ἀμφὶ δέ μιν δασπλῆτες ἐπερρώοντο γυναῖκες
χερσὶν ὁμοζήλοισι· κυλινδομένου δὲ κονίῃ
ἡ μέν ὀπισθιδίους πόδας εἴρυσεν, ἡ δὲ λαβοῦσα
δεξιτερὴν προθέλυμνον ἀνέσπασεν, Αὐτονόη δὲ
λαιὴν ἀντερύεσκε· παραπλαγχθεῖσα δὲ μήτηρ
στήθεϊ παιδὸς ἔπηξεν ἑὸν πόδα, κεκλιμένου δὲ
αὐχένα τολμήεντα διέθρισεν ὀξέι θύρσῳ·
καὶ φονίῳ ταχύγουνος ἀνέδραμε χάρματι λύσσης,
αἱματόεν δὲ κάρηνον ἀτερπέι δείκνυε Κάδμῳ·
ψευδομένου δὲ λέοντος ἀγαλλομένη χάριν ἄγρης
τοῖον ἀπερροίβδησεν ἔπος λυσσώδεϊ λαιμῷ·
Κάδμε μάκαρ, καλέω σε μακάρτερον· ἐν σκοπέλοις γὰρ
χερσὶν ἀθωρήκτοισιν ἀριστεύουσαν Ἀγαύην
Ἄρτεμις ἐσκοπίαζε, καὶ εἰ πέλε δεσπότις ἄγρης,
ζῆλον ὑποκλέπτουσα λεοντοφόνου σέο κούρης·
καὶ Δρυάδες θάμβησαν ἐμὸν πόνον· ἡμετέρης δὲ
Ἁρμονίης γενέτην κεκορυθμένος ἠθάδι λόγχῃ
παῖδα τεήν ἀσίδηρον ἐθάμβεε χάλκεος Ἄρης
θύρσον ἀκοντίζουσαν ἀλοιητῆρα λεόντων,
κυδιόων· σὺ δέ, Κάδμε, τεῶν ἐπιβήτορα θώκων
Πενθέα δεῦρο κάλεσσον, ὅπως φθονερῇσιν ὀπωπαῖς
θηροφόνους ἱδρῶτας ὀπιπεύσειε γυναίου.
δμῶες ἐμοί, στείχεσθε, παρὰ προπύλαια δὲ Κάδμου
πήξατε τοῦτο κάρηνον ἐμῆς ἀναθήματα νίκης.
τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ·
Αὐτονόη, σκοπίαζε καὶ αὐχένα κάμψον Ἀγαύῃ·
οὐ γὰρ ἐμοὶ λάχες εὖχος ὁμοίιον, ὑμετέρου δὲ
μητρὸς Ἀρισταίοιο φατιζομένην ἔτι νίκην
σῆς ἑκυρῆς ᾔσχυνα λεοντοφόνοιο Κυρήνης.
ἔννεπε κουφίζουσα φίλον βάρος· εἰσαΐων δὲ
Κάδμος ἀγαλλομένης ἑτερόφρονα παιδὸς ἀπειλήν,
μίξας δάκρυσι μῦθον ἀμείβετο πενθάδι φωνῇ·
Οἷον θῆρα δάμασσας ἐχέφρονα, τέκνον Ἀγαύη;
οἷον θῆρα δάμασσας, ὅν ὑμετέρη τέκε γαστήρ;
οἷον θῆρα δάμασσας, ὅν ἐσπέρμηνεν Ἐχίων;
δέρκεο σεῖο λέοντα, τὸν εἰσέτι τυτθὸν ἀείρων
παιδοκόμῳ κούφιζε γεγηθότι Κάδμος ἀγοστῷ·
δέρκεο σεῖο λέοντα, τὸν Ἁρμονίη σέο μήτηρ
πολλάκις ἠέρταζε καὶ ὤρεγε μαζὸν ἀμέλγειν.
μαστεύεις σέο παῖδα τεῶν θηήτορα μόχθων·
πῶς καλέσω Πενθῆα, τὸν ἐν παλάμῃσιν ἀείρεις;
ὅν κτάνες ἀγνώσσουσα, πόθεν σέο παῖδα καλέσσω;
θῆρα τεὸν σκοπίαζε, καὶ υἱέα σεῖο νοήσεις.
καλὰ φέρεις, Διόνυσε, τεῷ θρεπτήρια Κάδμῳ·
καλά μοι Ἁρμονίης νυμφεύματα δῶκε Κρονίων·
Ἄρεος ἄξια ταῦτα καὶ Οὐρανίης Ἀφροδίτης·
Ἰνὼ πόντον ἔχει, Σεμέλην ἔφλεξε Κρονίων,
μύρεται Αὐτονόν κερόεν τέκος, ἆ μέγα δειλὴ
ἔκτανεν, ὅν τέκε μοῦνον, ἀώριον υἱὸν Ἀγαύη.
καὶ μογέει Πολύδωρος ἐμὸς λιπόπατρις ἀλήτης.
μοῦνος ἐγὼ λιπόμην νέκυς ἔμπνοος· εἰς τίνα φεύγω,
Πενθέος ὀλλυμένοιο καὶ οἰχομένου Πολυδώρου;
τίς πόλις ὀθνείη με δεδέξεται; ἔρρε, Κιθαιρών·
γηροκόμους Κάδμοιο κατέκτανες, ἀμφοτέρους δὲ
νεκρὸν ἔχεις Πενθῆα, καὶ Ἀκταίωνα καλύπτεις.
ὣς φαμένου Κάδμοιο γόον κρουνηδὸν ἰάλλων
δάκρυσι πηγαίοισι γέρων ἔκλαυσε Κιθαιρών·
καὶ δρύες ὠδύροντο, καὶ ἔκλαγον αἴλινα Νύμφαι
νηιάδες. πολιὴν δὲ κόμην ᾐδέσσατο Κάδμου
καὶ στοναχὴν Διόνυσος· ἀπενθήτου δὲ προσώπου
μίξας δάκρυ γέλωτι νόον μετέθηκεν Ἀγαύης,
καὶ πάλιν ἔμφρονα θῆκεν, ὅπως Πενθῆα γοήσῃ.
ἡ δὲ μεταστρέψασα νόον καὶ ἄπιστον ὀπωπὴν
αὐτοπαγὴς ἄφθογγος ἐπὶ χρόνον ἵστατο μήτηρ·
καὶ κεφαλὴν Πενθῆος ὀπιπεύουσα θανόντος
ἤριπεν αὐτοκύλιστος, ὑπὲρ δαπέδοιο δὲ δειλὴ
βόστρυχον αἰσχύνουσα χυτῇ κεκύλιστο κονίῃ·
καὶ λασίους ἔρριψεν ἀπὸ στέρνοιο χιτῶνας
καὶ Βρομίου φιάλας θιασώδεας, αἵματος ὁλκῷ
στήθεα φοινίξασα καὶ ἀσκεπέων πτύχα μαζῶν·
καὶ κύσεν υἱέος ὄμμα καὶ ἔγχλοα κύκλα προσώπου
καὶ πλοκάμους χαρίεντας ἐρευθομένοιο καρήνου·
ὀξὺ δὲ κωκύουσα τόσην ἐφθέγξατο φωνήν·
Νηλειὴς Διόνυσε, τεῆς ἀκόρητε γενέθλης,
δὸς προτέρην ἔτι λύσσαν ἐμοὶ πάλιν· ἄρτι γὰρ ἄλλην
χείρονα λύσσαν ἔχω πινυτόφρονα· δός μοι ἐκείνην
ἀφροσύνην, ἵνα θῆρα τὸ δεύτερον υἷα καλέσσω.
θῆρα βαλεῖν ἐδόκησα· νεοτμήτοιο δὲ κόρσης
ἀντὶ λεοντείης κεφαλὴν Πενθῆος ἀείρω.
ὀλβίη Αὐτονόη βαρυδάκρυος, ὅττι θανόντα
ἔστενεν Ἀκταίωνα, καὶ οὐ κτάνεν υἱέα μήτηρ·
μούνη ἐγὼ γενόμην παιδοκτόνος· οὐ Μελικέρτην
ἔκτανεν ἠὲ Λέαρχον ἐμὴ μετανάστιος Ἰνώ,
ἀλλὰ πατὴρ ἐδάμασσε, τὸν ἤροσεν. ἆ μέγα δειλή,
Ζεὺς Σεμέλῃ παρίαυεν, ὅπως Πενθῆα γοήσω·
Ζεὺς γενέτης Διόνυσον ἑῷ τεκνώσατο μηρῷ,
Καδμείην ἵνα πᾶσαν ἀιστώσειε γενέθλην.
ἱλήκοι Διόνυσος· ὅλον γένος ὤλεσε Κάδμου.
ἀλλὰ θεοκλήτου γαμίην μετὰ δαῖτα τραπέζης,
Ἁρμονίης μετὰ λέκτρον, ἐμοῦ μετὰ παστάδα Κάδμου
ἀρχαίην κιθάρην δονέων πάλιν αὐτὸς Ἀπόλλων
θρῆνον ἕνα πλήξειε καὶ Αὐτονόῃ καὶ Ἀγαύῃ,
ὠκύμορον Πενθῆα καὶ Ἀκταίωνα λιγαίνων.
ἡμετέρης, φίλε κοῦρε, τί φάρμακόν ἐστιν ἀνίης;
οὔ πω σοῖς θαλάμοισιν ἐκούφισα νυμφοκόμον πῦρ·
οὐ ζυγίων ἤκουσα τεῶν ὑμέναιον Ἐρώτων·
ποῖον ἴδω δέο παῖδα παρήγορον; αἴθέ σε Βάκχη
ἄλλη ἀπηλοίησε, καὶ οὐ πολύμοχθος Ἀγαύη.
μητέρι μαινομένῃ μὴ μέμφεο, δύσμορε Πενθεῦ·
Βάκχῳ μέμφεο μᾶλλον· ἀναίτιός ἐστιν Ἀγαύη.
χεῖρες ἐμαί, φίλε κοῦρε, τεὴν στάζουσιν ἐέρσην
αὐχένος ἀμηθέντος· ἀπʼ αὐτοχύτου δὲ καρήνου
αἷμα τεὸν μητρῷον ὅλον φοίνιξε χιτῶνα.
ναί, λίτομαι, Βρομίου δότε μοι δέπας· ἀντὶ γὰρ οἴνου
λύθρον ἐμοῦ Πενθῆος ἐπισπένδω Διονύσῳ.
σοὶ μὲν ἐγὼ φιλόδακρυς, ἀώριε, τύμβον ἐγείρω
χερσὶν ἐμαῖς ἀκάρηνον ἐνικρύψασα κονίῃ
σὸν δέμας· ὑμετέρῳ δʼ ἐπὶ σήματι τοῦτο χαράξω·
εἰμὶ νέκυς Πενθῆος, ὁδοιπόρε· νηδὺς Ἀγαύης
παιδοκόμος με λόχευσε καὶ ἔκτανε παιδοφόνος χείρ.
ἔννεπε λυσσώουσα σοφῇ φρενί· μυρομένης δὲ
Αὐτονόη γοόωσα παρήγορον ἴαχε φωνήν·
Ζῆλον ἔχω καὶ ἔρωτα τεῆς κακότητος, Ἀγαύη,
ὅττι περιπτύσσεις γλυκερὴν Πενθῆος ὀπωπὴν
καὶ στόμα καὶ φίλον ὄμμα καὶ υἱέος ἄκρα κομάων.
γνωτή, ἐπολβίζω σε, καὶ εἰ κτάνες υἱέα μήτηρ·
ἀντὶ γὰρ Ἀκταίωνος ἀμειβομένης ἀπὸ μορφῆς
νεβρὸν ἐγὼ δάκρυσα, καὶ υἱέος ἀντὶ καρήνου
μηκεδανὴν ἐλάφοιο νόθην κτερέιξα κεραίην.
σῆς δʼ ὀδύνης ἐλάχεια παραίφασις, ὅττι θανόντος
οὐκ ἴδες ἀλλοῖον τύπον υἱέος, οὐ τρίχα νεβροῦ,
οὐ χηλὴν ἀνόνητον ἐκούφισας ἠὲ κεραίην·
μούνη δʼ ἔδρακον υἷα νόθον νέκυν, ἀλλοφυῆ δὲ
καὶ στικτὴν καὶ ἄναυδον ἐκώκυον εἰκόνα μορφῆς,
καὶ μήτηρ ἐλάφοιο καὶ οὐκέτι παιδὸς ἀκούω.
ἀλλὰ σὺ κυδαίνουσα, Διὸς φιλοπάρθενε κούρη,
ἀνδρὸς ἐμοῦ σέο Φοῖβον Ἀρισταίοιο τοκῆα
εἰς ἔλαφον μετάμειψον ἐμὴν βροτοειδέα μορφήν·
δὸς χάριν Ἀπόλλωνι· μετʼ Ἀκταίωνα δὲ δειλὴν
τοῖς αὐτοῖς σκυλάκεσσι καὶ Αὐτονόην πόρε φορβὴν
ἢ κυσὶν ὑμετέροισιν· ἐσαθρήσῃ δὲ Κιθαιρὼν
μητέρα καὶ μετὰ παῖδα κυνοσπάδα· μηδέ με δειλὴν
σῶν ἐλάφων μεθέπουσαν ἴσην κεραελκέα μορφὴν
ἄγρια μαστίζουσα τεῇ ζεύξειας ἀπήνῃ.
χαῖρε φυτὸν Πενθῆος, ἀμείλιχε χαῖρε Κιθαιρών·
χαίρετε καὶ νάρθηκες ἀμερσινόου Διονύσου·
σώζεό μοι, Φαέθων τερψίμβροτε· λάμπε κολώναις·
λάμπε καὶ ἀμφοτέροις, Λητωίδι καὶ Διονύσῳ·
εἰ δὲ τεαῖς ἀκτῖσι καὶ ἀνέρας οἶσθα δαμάσσαι,
σῷ καθαρῷ πυρὶ βάλλε καὶ Αὐτονόην καὶ Ἀγαύην·
ἔσσο δὲ Πασιφάης τιμήορος, ὄφρα γελάσσῃς
Ἁρμονίης γενέτειραν ἀνιάζων Ἀφροδίτην.
εἶπε, καὶ ὠλεσίτεκνος ὀδύρετο μᾶλλον Ἀγαύη.
καὶ νέκυν, ὃν κατέπεφνε, φίλη τυμβεύσατο μήτηρ
πίδακα δακρυόεσσαν ἀναβλύζουσα προσώπου·
καὶ τάφον εὐποίητον ἐτεκτήναντο πολῖται.
ὣς αἱ μὲν στενάχοντο κατηφέες· εἰσορόων δὲ
Βάκχος ἄναξ ἐλέαιρε, φιλοθρήνους δὲ γυναῖκας
μυρομένας ἀνέκοψεν, ἐπεὶ στοιχηδὸν ἑκάστῃ
λυσίπονον κεράσας μελιηδέι φάρμακον οἴνῳ
δῶκε ποτὸν ληθαῖον· ὀδυρομένοιο δὲ Κάδμου
πένθιμον ἐπρήυνε γόον παιήονι μύθῳ·
ἀμφοτέρας δʼ εὔνησε καὶ Αὐτονόην καὶ Ἀγαύην,
ἐλπίδος ἐσσομένης πρωτάγγελα θέσφατα φαίνων.
Ἰλλυρίην δʼ ἐπὶ γαῖαν ἐς Ἑσπερίου χθόνα πόντου
Ἁρμονίην λιπόπατριν ὁμόστολον ἥλικι Κάδμῳ
ἀμφοτέρους πόμπευεν ἀλήμονας, οἷς χρόνος ἕρπων
ὤπασε πετρήεσσαν ἔχειν ὀφιώδεα μορφήν.
καὶ Σατύρους καὶ Πᾶνας ἔχων καὶ λύγκας ἱμάσσων
ἁβρὸς ἀσιγήτοισιν ἐκώμασε Βάκχος Ἀθήναις.