Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 52

    Old Testament

    1 min

    Εἰς τὸ τέλος, ὑπὲρ μαελέθ· συνέσεως τῷ Δαυείδ.

    Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ

    Οὐκ ἔστιν θεός.

    διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις,

    οὐκ ἔστιν ὁ ποιῶν ἀγαθόν.

    ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων,

    τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἡ ἐκζητῶν τὸν θεόν.

    πάντες ἐξέκλιναν, ἄμα ἠχρεώθησαν,

    οὐκ ἔστιν ποιῶν ἀγαθόν, οὐκ ἔστιν ἕως ἑνός.

    οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,

    οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου; τὸν θεὸν οὐκ

    ἐπεκαλέσαυτο.

    ἐκεῖ φοβηθήσονται φόβον οὗ οὐκ ἦν φόβος,

    ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων·

    κατῃσχύνθησαν, ὅτι ὁ θεὸς ἐξουδένωσεν αὐτούς.

    τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;

    ἐν τῷ ἀποστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ

    ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ.