Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Apophthegmata Laconica

    Chapter 27

    Plutarch

    1 min

    Ζευξίδαμος, πυνθανομένου τινὸς διὰ τί περὶ τῆς ἀνδρείας νόμους ἀγράφους τηροῦσι καὶ νέοις ἀπογραψάμενοι οὐ διδόασιν ἀναγινώσκειν, ὅτι ἔφη συνεθίζεσθαι δεῖ ταῖς ἀνδραγαθίαις κρεῖττον ἢ ταῖς γραφαῖς προσέχειν.

    Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν δυναμένοις κρείσσων τῆς εἰρήνης ὁ πόλεμος, οὐ μὰ τοὺς θεούς ἔφη ἀλλὰ τούτοις κρείσσων ὁ θάνατος τῆς ζωῆς.