Book 3
Late Antiquity Quintus Smyrnaeus Greek- αὐτὰρ ἐπεὶ φάος ἦλθεν ἐϋθρόνου Ἠριγενείης,
δὴ τότʼ ἄρʼ Ἀντιλόχοιο νέκυν ποτὶ νῆας ἔνεικαν
αἰχμηταὶ Πύλιοι μεγάλα στενάχοντες ἄνακτα
καί μιν ταρχύσαντο παρʼ ᾐόσιν Ἑλλησπόντου
πολλὰ μάλʼ ἀχνύμενοι· περὶ δʼ ἔστενον ὄβριμοι υἷες
Ἀργείων· πάντας γὰρ ἀμείλιχον ἄμφεχε πένθος
Νέστορι ἦρα φέροντας· ὁ δʼ οὐ μέγα δάμνατο θυμῷ·
ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος
θαρσαλέως καὶ μή τι κατηφιόωντʼ ἀκάχησθαι.
Πηλείδης δʼ ἑτάροιο χολούμενος Ἀντιλόχοιο
σμερδνὸν ἐπὶ Τρώεσσι κορύσσετο· τοὶ δέ καὶ αὐτοὶ
καίπερ ὑποτρομέοντες ἐϋμμελίην Ἀχιλῆα
τείχεος ἐξεχέοντο μεμαότες, οὕνεκʼ ἄρα σφι
κῆρες ἐνὶ στέρνοισι θράσος βάλον· ἦ γὰρ ἔμελλον
πολλοὶ ἀνοστήτοιο κατελθέμεν Ἀϊδονῆος
χερσὶν ὕπʼ Αἰακίδαο δαΐφρονος, ὅς ῥα καὶ αὐτὸς
φθεῖσθαι ὁμῶς ἤμελλε παρὰ Πριάμοιο πόληι.
αἶψα δʼ ἄρʼ ἀμφοτέρωθε συνήλυθον εἰς ἕνα χῶρον
Τρώων ἔθνεα πολλὰ μενεπτολέμων τʼ Ἀργείων
μαιμώωντʼ ἐς Ἄρηα διεγρομένου πολέμοιο.
Πηλείδης δʼ ἐν τοῖσι πολὺν περιδάμνατο λαὸν
δυσμενέων· πάντῃ δὲ φερέσβιος αἵματι γαῖα
δεύετο, καὶ νεκύεσσι περιστείνοντο ῥέεθρα
Ξάνθου καὶ Σιμόεντος· ὁ δʼ ἑσπόμενος κεράϊζε
μέχρις ἐπὶ πτολίεθρον, ἐπεὶ φόβος ἄμφεχε λαούς.
καί νύ κε πάντας ὄλεσσε, πύλας δʼ εἰς οὖδας ἔρεισε
θαιρῶν ἐξερύσας, ἢ καὶ συνέαξεν ὀχῆας
δόχμιος ἐγχριμφθείς, Δαναοῖσι δὲ θῆκε κέλευθον
ἐς Πριάμοιο πόληα, διέπραθε δʼ ὄλβιον ἄστυ,
εἰ μή οἱ μέγα Φοῖβος ἀνηλέϊ χώσατο θυμῷ,
ὡς ἴδεν ἄσπετα φῦλα δαϊκταμένων ἡρώων.
αἶψα δʼ ἀπʼ Οὐλύμποιο κατήλυθε θηρὶ ἐοικὼς
ἰοδόκην ὤμοισιν ἔχων καὶ ἀναλθέας ἰούς·
ἔστη δʼ Αἰακίδαο καταντίον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
γωρυὸς καὶ τόξα μὲγʼ ἴαχεν· ἐκ δέ οἱ ὄσσων
πῦρ ἄμοτον μάρμαιρε· ποσὶν δʼ ὑπεκίνυτο γαῖα.
σμερδαλέον δʼ ἤϋσε μέγας θεός, ὄφρʼ Ἀχιλῆα
τρέψῃ ἀπὸ πτολέμοιο θεοῦ ὄπα ταρβήσαντα
θεσπεσίην, καὶ Τρῶας ὑπὲκ θανάτοιο σαώσῃ·
χάζεο, Πηλείδη, Τρώων ἑκάς, οὐ γὰρ ἔοικεν
οὔ σʼ ἔτι δυσμενέεσσι κακὰς ἐπὶ κῆρας ἰάλλειν,
μή σε καὶ ἀθανάτων τις ἀπʼ Οὐλύμποιο χαλέψῃ.
ὣς ἄρʼ ἔφη· ὁ δʼ ἄρʼ οὔτι θεοῦ τρέσεν ἄμβροτον αὐδήν·
ἤδη γάρ οἱ Κῆρες ἀμείλιχοι ἀμφεποτῶντο·
τοὔνεκʼ ἄρʼ οὐκ ἀλέγιζε θεοῦ, μέγα δʼ ἴαχεν ἄντην·
Φοῖβε, τί ἤ με θεοῖσι καὶ οὐ μεμαῶτα μάχεσθαι
ὀτρύνεις Τρώεσσιν ὑπερφιάλοισιν ἀμύνων;
ἤδη γὰρ καὶ πρόσθε μʼ ἀποστρέψας ὀρυμαγδοῦ
ἤπαφες, ὁππότε πρῶτον ὑπεξεσάωσας ὀλέθρου
Ἕκτορα, τῷ μέγα Τρῶες ἀνὰ πτόλιν εὐχετόωντο.
ἀλλʼ ἀναχάζεο τῆλε καὶ ἐς μακάρων ἕδος ἄλλων
ἔρχεο, μή σε βάλοιμι καὶ ἀθάνατόν περ ἐόντα.
ὣς εἰπὼν ἀπάτερθε θεὸν λίπε, βῆ δʼ ἐπὶ Τρῶας,
οἵ ῥʼ ἔτι που φεύγεσκον ἀεὶ προπάροιθε πόληος,
καὶ τοὺς μὲν σεύεσκεν· ὁ δʼ ἀσχαλόων ἐνὶ θυμῷ
Φοῖβος ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
ὦ πόποι, ὡς ὅ γε μαίνετʼ ἀνὰ φρένας· ἀλλά οἱ οὔτι
οὐδʼ αὐτὸς Κρονίδης ἔτʼ ἀλέξεται οὔτε τις ἄλλος
οὕτω μαργαίνοντι καὶ ἀντιόωντι θεοῖσιν.
ὣς ἄρʼ ἔφη, καὶ ἄϊστος ὁμοῦ νεφέεσσιν ἐτύχθη·
ἠέρα δʼ ἐσσάμενος στυγερὸν προέηκε Βέλεμνον,
καί ἑ θοῶς οὔτησε κατὰ σφυρόν· αἶψα δʼ ἀνῖαι
δῦσαν ὑπὸ κραδίην· ὁ δʼ ἀνετράπετʼ ἠΰτε πύργος,
ὅν τε βίη τυφῶνος ὑποχθονίῃ στροφάλιγγι
ῥήξῃ ὑπὲρ δαπέδοιο κραδαινομένης βαθὺ γαίης·
ὣς ἐκλίθη δέμας ἠῢ κατʼ οὔδεος Αἰακίδαο.
ἀμφὶ δὲ παπτήνας ὀλοὸν καὶ . . .
. . . ἔπος ἀκράαντον ὁμόκλα·
τίς νύ μοι αἰνὸν ὀϊστὸν ἐπιπροέηκε κρυφηδόν;
τλήτω μευ κατέναντα καὶ εἰς ἀναφανδὸν ἱκέσθαι,
ὄφρα δέ οἱ μέλαν αἷμα καὶ ἔγκατα πάντα χυθείη
ἡμετέρῳ περὶ δουρὶ καὶ Ἄϊδα λυγρὸν ἵκηται·
οἶδα γὰρ ὡς οὔτις με δυνήσεται ἐγγύθεν ἐλθὼν
ἐγχείῃ δαμάσασθαι ἐπιχθονίων ἡρώων,
οὐδʼ εἴπερ στέρνοισι μάλʼ ἄτρομον ἦτορ ἔχῃσιν,
ἄτρομον ἦτορ ἔχῃσι λίην καὶ χάλκεος εἴη·
κρύβδα δʼ ἀνάλκιδες αἰὲν ἀγαυοτέρους λοχόωσι.
τῷ μευ ἴτω κατέναντα, καὶ εἰ θεὸς εὔχεται εἶναι
χωόμενος Δαναοῖς, ἐπεὶ ἦ νύ μοι ἦτορ ἔολπεν
ἔμμεναι Ἀπόλλωνα λυγρῇ κεκαλυμμένον ὄρφνῃ.
ὣς γάρ μοι τὸ πάροιθε φίλη διεπέφραδε μήτηρ
κείνου ὑπαὶ βελέεσσιν ὀϊζυρῶς ἀπολέσθαι
Σκαιῇς ἀμφὶ πύλῃσι· τὸ δʼ οὐκ ἀνεμώλιον ἦεν.
ἦ καὶ λυγρὸν ὀϊστὸν ἀμειλίκτοισι χέρεσσιν
ἕλκεος ἐξείρυσσεν ἀναλθέος· ἐκ δέ οἱ αἷμα
ἔσσυτο τειρομένοιο· πότμος δέ οἱ ἦτορ ἐδάμνα.
ἀσχαλόων δʼ ἔρριψε βέλος· τὸ δʼ ἄρʼ αἶψα κιοῦσαι
πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι
ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον· οὐ γὰρ ἐῴκει
ἄμβροτον ἰὸν ὀλέσθαι ἀπʼ ἀθανάτοιο μολόντα.
δεξάμενος δʼ ὅ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον
ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ᾗχι μάλιστα
πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν·
οἱ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι
οἱ δʼ αὖτʼ Ἀργείοις, διὰ δʼ ἄνδιχα μητιόωντες
δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένους τε.
τὸν δʼ ὁπότʼ εἰσενόησε Διὸς πινυτὴ παράκοιτις,
αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσιν·
Φοῖβε, τί ἢ τόδʼ ἔρεξας ἀτάσθαλον ἤματι τῷδε,
λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ
ἀντιθέῳ Πηλῆι συνήρσαμεν; ἐν δὲ σὺ μέσσοις
δαινυμένοις ἤειδες, ὅπως Θέτιν ἀργυρόπεζαν
Πηλεὺς ἤγετʼ ἄκοιτιν ἁλὸς μέγα λαῖτμα λιποῦσαν,
καί σευ φορμίζοντος ἐπήιεν ἀθρόα φῦλα,
θῆρές τʼ οἰωνοί τε βαθυσκόπελοί τε κολῶναι
καὶ ποταμοὶ καὶ πᾶσα βαθύσκιος ἤιεν ὕλη.
ἀλλὰ τά γʼ ἐξελάθου, καὶ ἀμείλιχον ἔργον ἔρξας
κτείνας ἀνέρα δῖον, ὃν ἀθανάτοισι σὺν ἄλλοίς
νέκταρ ἀποσπένδων ἠρήσαο παῖδα γενέσθαι
ἐκ Θέτιδος Πηλῆι· τεῆς δʼ ἐπελήσαο ἀρῆς
ἦρα φέρων λαοῖσι κραταιοῦ Λαομέδοντος,
ᾧ πάρα βουκολέεσκες· ὁ δʼ ἀθάνατόν περ ἐόντα
θνητὸς ἐὼν ἀκάχιζε· σὺ δʼ ἀφρονέων ἐνὶ θυμῷ
ἦρα φέρεις Τρώεσσι λελασμένος ὅσσʼ ἐμόγησας.
σχέτλιος, οὔ νύ τι οἶδας ἐνὶ φρεσὶ λευγαλέῃσιν,
οὔθʼ ὅτις ἀργαλέος καὶ ἐπάξιος ἄλγεα πάσχειν,
οὔθʼ ὅτις ἀθανάτοισι τετιμένος· ἦ γὰρ Ἀχιλλεὺς
ἤπιος ἄμμι τέτυκτο καὶ ἐξ ἡμέων γένος ἦεν.
ἀλλʼ οὐ μὰν Τρώεσσιν ἐλαφρότερον πόνον οἴω
ἔσσεσθʼ Αἰακίδαο δεδουπότος, οὕνεκʼ ἄρʼ αὐτοῦ
υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆριν
Ἀργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν
πατρὶ ἑῷ· πολέσιν δὲ κακὸν δηίοισι πελάσσει.
ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται, ἀλλʼ Ἀχιλῆι
ἀμφʼ ἀρετῆς ἐμέγηρας, ἐπεὶ πέλε φἐρτατος ἀνδρῶν;
νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηίνην
ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματʼ ἰοῦσαν,
ἥ σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα;
ἦ μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα
Ἥρη ἀκηχεμένη· ὁ δʼ ἄρʼ οὐκ ἀπαμείβετο μύθῳ·
ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο·
οὐδέ οἱ ὀφθαλμοῖσι καταντίον εἰσοράασθαι
ἔσθενεν, ἀλλʼ ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων
ἧστο κατωπιόων· ἄμοτον δέ οἱ ἐσκύζοντο
ἀθάνατοι κατʼ Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον·
ὅσσοι δʼ αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,
κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες
κρύβδʼ Ἥρης· πάντες γὰρ ἐναντίον Οὐρανίωνες
ἅζοντʼ ἀσχαλόωσαν. ὁ δʼ οὔπω λήθετο θυμοῦ
Πηλείδης· ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις
ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι.
οὐδʼ ἄρα οἱ Τρώων τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
βλημένου, ἀλλʼ ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος
ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅν τε βάλῃσι
θηρητήρ, ὁ δʼ ἄρʼ οὔτι πεπαρμένος ἦτορ ἄκοντι
λήθεται ἠνορέης, ἀλλὴ στρέφετʼ ἄγριον ὄμμα
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς.
ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος
θυμὸν ἄδην ὀρόθυνε· θεοῦ δέ μιν ἰὸς ἐδάμνα.
ἀλλὰ καὶ ὣς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι
πάλλων ὄβριμον ἔγχος· ἕλεν δʼ Ὀρυθάονα δῖον,
Ἕκτορος ἐσθλὸν ἑταῖρον, ἔσω κροτάφοιο τυχήσας·
οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ, μαιμώωντος
ἀλλὰ διʼ αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν
ἶνας ἐς ἐγκεφάλοιο, κέδασσε δέ οἱ θαλερὸν κῆρ.
Ἱππόνοον δʼ ἐδάμασσε κατʼ ὀφρύος ἔγχος ἐρείσας
ἐς θέμεθλʼ ὀφθαλμοῖο· χαμαὶ δέ οἱ ἔκπεσε γλήνη
ἐκ βλεφάρων· ψυχὴ δὲ κατʼ Ἄϊδος ἐξεποτήθη.
Ἀλκαθόου δʼ ἄρʼ ἔπειτα διὰ γναθμοῖο περήσας
γλῶσσαν ὅλην ἀνέκερσεν· ὁ δʼ ἐς πέδον ἤριπε γαίης
ἐκπνείων, αἰχμὴ δὲ διʼ οὔατος ἐξεφαάνθη.
καὶ τοὺς μὲν κατέπεφνε καταντίον ἀΐσσοντας
δῖος ἀνήρ· πολλῶν δὲ καὶ ἄλλων θυμὸν ἔλυσε
φευγόντων· ἔτι γάρ οἱ ἐνὶ φρεσὶν ἔζεεν αἷμα.
ἀλλʼ ὅτε οἱ ψύχοντο μέλη καὶ ἀπήιε θυμός,
ἔστη ἐρεισάμενος μελίῃ ἔπι· τοὶ δʼ ἐπέτοντο
πανσυδίῃ τρομέοντες, ὁ δέ σφισι τοῖον ὁμόκλα·
ἆ δειλοὶ Τρῶες καὶ Δάρδανοι, οὐδὲ θανόντος
ἔγχος ἐμὸν φεύξεσθε ἀμείλιχον, ἀλλʼ ἅμα πάντες
τίσετʼ ἄρʼ αἰνὸν ὄλεθρον Ἐριννύσιν ἡμετέρῃσιν.
ὣς φάτο· τοὶ δʼ ἀΐοντες ὑπέτρεσαν, εὖτʼ ἐν ὄρεσσι
φθόγγον ἐριβρύχοιο νεβροὶ τρομέωσι λέοντος
δείλαιοι μέγα θῆρα πεφυζότες· ὣς ἄρα λαοὶ
Τρώων ἱπποπόλων ἠδʼ ἀλλοδαπῶν ἐπικούρων
ὑστατίην Ἀχιλῆος ὑποτρομέεσκον ὁμοκλήν,
ἐλπόμενοί μιν ἔτʼ ἔμμεν ἀνούτατον. ὃς δʼ ὑπὸ πότμῳ
θυμὸν τολμήεντα καὶ ὄβριμα γυῖα βαρυνθεὶς
ἤριπεν ἀμφὶ νέκυσσιν ἀλίγκιος οὔρεϊ μακρῷ·
γαῖα δʼ ὑπεπλατάγησε, καὶ ἄσπετον ἔβραχε τεύχη
Πηλείδαο πεσόντος ἀμύμονος. οἱ δʼ ἔτι θυμῷ
δήιοι εἰσορόωντες ἀπειρέσιον τρομέεσκον·
ὡς δʼ ὅτε θῆρα δαφοινὸν ὑπʼ αἰζηοῖσι δαμέντα
μῆλα περιτρομέουσι παρὰ σταθμὸν ἀθρήσαντα
βλήμενον, οὐδέ οἱ ἄγχι παρελθέμεναι μεμάασιν,
ἀλλά μιν ὡς ζώοντα νέκυν περιπεφρίκασιν·
ὣς Τρῶες φοβέοντο καὶ οὐκέτʼ ἐόντʼ Ἀχιλῆα.
ἀλλὰ καὶ ὣς ἐπέεσσι Πάρις μέγα θαρσύνεσκε
λαόν, ἐπεὶ φρεαὶν ᾗσιν ἐγήθεεν· ἦ γὰρ ἐώλπει
Ἀργείους παύσασθαι ἀμαιμακέτοιο κυδοιμοῦ
Πηλείδαο πεσόντος· ὁ γὰρ Δαναοῖς πέλεν ἀλκή·
ὦ φίλοι, εἰ ἐτεόν μοι ἀρήγετε εὐμενέοντες,
σήμερον ἠὲ θάνωμεν ὑπʼ Ἀργείοισι δαμέντες,
ἠὲ σαωθέντες ποτὶ Ἴλιον εἰρύσσωμεν
ἵπποις Ἑκτορέοισι δεδουπότα Πηλείωνα,
οἵ μʼ ἐς δηιοτῆτα κασιγνήτοιο θανόντος
ἀχνύμενοι φορέουσιν ἑὸν ποθέοντες ἄνακτα·
τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα,
ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν ἠδὲ καὶ αὐτῷ
Ἕκτορι, εἴ γέ τίς ἐστι κατʼ Ἄϊδος ἀνθρώποισιν
ἢ νόος ἠὲ θέμιστες· ὁ γὰρ κακὰ μήσατο Τρῶας.
καί μιν Τρωιάδες μεγάλα φρεσὶ καγχαλόωσαι
ἀμφιπεριστήσονται ἀνὰ πτόλιν, ἠΰτε λυγραὶ
πορδάλιες τεκέων κεχολωμέναι ἠὲ λέαιναι
ἀνδρὶ πολυκμήτῳ μογερῆς ἐπιίστορι θήρης·
ὣς Τρῳαὶ περὶ νεκρὸν ἀποκταμένου Ἀχιλῆος
ἀθρόαι ἀΐξουσιν ἀπειρέσιον κοτέουσαι,
αἱ μὲν ὑπὲρ τοκέων κεχολωμέναι, αἱ δὲ καὶ ἀνδρῶν,
αἱ δʼ ἄρʼ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
γηθήσει δὲ μάλιστα πατὴρ ἐμὸς ἠδὲ γέροντες,
ὅσσους οὐκ ἐθέλοντας ἐν ἅστεϊ γῆρας ἐρύκει,
τόνδʼ ἡμεῖς εἴπερ τε ποτὶ πτόλιν εἰρύσσαντες
θήσομεν οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.
ὣς φάτο· τοὶ δὲ νέκυν κρατερόφρονος Αἰακίδαο
ἄμφεβαν ἐσσυμένως, οἵ μιν φοβέοντο πάροιθεν,
Γλαῦκός τʼ Αἰνείας τε καὶ ὀβριμόθυμος Ἀγήνωρ
ἄλλοι τʼ οὐλομένοιο δαήμονες ἰωχμοῖο,
εἰρύσσαι μεμαῶτες ἐς Ἰλίου ἱερὸν ἄστυ.
ἀλλά οἱ οὐκ ἀμέλησε θεοῖς ἐναλίγκιος Αἴας,
ἀλλὰ θοῶς περίβη· πάντας δʼ ὑπὸ δούρατι μακρῷ
ὤθει ἀπὸ νέκυος. τοὶ δʼ οὐκ ἀπέληγον ὁμοκλῆς,
ἀλλά οἱ ἀμφεμάχοντο περισταδὸν ἀΐσσοντες
αἰὲν ἐπασσύτεροι, τανυχειλέες εὖτε μέλισσαι,
αἱ ῥά θʼ ἑὸν περὶ σίμβλον ἀπειρέσιαι ποτέωνται
ἄνδρʼ ἀπαμυνόμεναι, ὁ δʼ ἄρʼ οὐκ ἀλέγων ἐπιούσας
κηροὺς ἐκτάμνησι μελίχροας, αἱ δʼ ἀκάχονται
καπνοῦ ὑπὸ ῥιπῆς ἠδʼ ἀνέρος, ἀλλʼ ἄρα καὶ ὣς
ἀντίαι ἀΐσσουσιν, ὁ δʼ οὐκ ὄθετʼ οὐδʼ ἄρα βαιόν·
ὣς Αἴας τῶν οὔτι μάλʼ ἐσσυμένων ἀλέγιζεν,
ἀλλʼ ἄρα πρῶτον ἐνήραθʼ ὑπὲρ μαζοῖο τυχήσας
Μαιονίδην Ἀγέλαον, ἔπειτα δὲ Θέστορα δῖον.
εἷλε δʼ ἄρʼ Ὠκύθοον καὶ Ἀγέστρατον ἠδʼ Ἀγάνιππον
ζωρόν τε Νίσσον τε περικλειτόν τʼ Ἐρύμαντα,
ὅς Λυκίηθεν ἵκανεν ὑπὸ μεγαλήτορι Γλαύκῳ,
ναῖε δʼ ὅ γʼ αἰπεινὸν Μελανίππιον ἱρὸν Ἀθήνης
ἀντία Μασσικύτοιο Χελιδονίης σχεδὸν ἄκρης,
τὴν μέγʼ ὑποτρομέουσι τεθηπότες εἰν ἁλὶ ναῦται,
εὖτε περιγνάμπτωσι μάλα στυφελὰς περὶ πέτρας.
τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο κλυτὸς πάϊς Ἱππολόχοιο
παχνώθη κατὰ θυμόν, ἐπεί ῥά οἱ ἔσκεν ἑταῖρος·
καί ῥα θοῶς Αἴαντα κατʼ ἀσπίδα πουλυβόειαν
οὔτασεν, ἀλλά οἱ οὔτι διήλασεν ἐς χρόα καλόν·
ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπʼ ἀσπίδι θώρηξ,
ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει.
Γλαῦκος δʼ οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ
Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,
καί οἱ ἐπευχόμενος μέγʼ ἀπείλεεν ἄφρονι θυμῷ·
Αἶαν, ἐπεί νύ σέ φασι μέγʼ ἔξοχον ἔμμεναι ἄλλων
Ἀργείων, σοὶ δʼ αἰὲν ἐπιφρονέουσι μάλιστα
ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι
οἴω συνθανέεσθαι ἐπʼ ἤματι τῷδε καὶ αὐτόν.
ὥς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη,
ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα.
τὸν δʼ ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας·
ἆ δείλʼ, οὔ νύ τι οἶδας, ὅσον σέο φέρτερος Ἕκτωρ
ἔπλετʼ ἐνὶ πτολέμοισι; μένος δʼ ἀλέεινε καὶ ἔγχος
ἡμέτερον· πινυτὲν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν.
σοὶ δʼ ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης
ἐς μόθον ἐλθέμεναι μέγʼ ἀμείνονί περ γεγαῶτι·
οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι,
οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο
νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα·
ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ σʼ ἔτʼ ἔγωγε
ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι.
ἦ ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἵ μετὰ σεῖο
μυίῃς οὐτιδανῇσιν ἐοικότες ἀΐσσουσιν
ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; ἄλλʼ ἄρα καὶ τοῖς
δώσω ἐπεσσύμενος θάνατον καὶ κῆρας ἐρεμνάς.
ὣς εἰπὼν Τρώεσσιν ἐνεστρωφᾶτο, λέων ὡς
ἐν κυσὶν ἀγρεντῇσι κατʼ ἄγκεα μακρὰ καὶ ὕλην.
πολλοὺς δʼ αἶψʼ ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι
Τρῶας ὁμῶς Λυκίοισι· περιτορομέοντο δὲ λαοί,
ἰχθύες ὡς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ
κήτεος ἤ δελφῖνος ἁλιτρεφέος μεγάλοιο
ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο
αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον· ἀλλʼ ἄρα καὶ ὥς
μάρναντʼ, ἀμφὶ δὲ νεκρὸνʼ Αχιλλέος ἄλλοθεν ἄλλοι
μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα,
κτείνοντʼ· οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα
Αἴας ὀβριμόθυμος· ὁ δʼ ὕπτιος ἀμφʼ Ἀχιλῆα
κάππεσεν, εὖτʼ ἐν ὄρεσσι περὶ στερεὴν δρύα θάμνος·
ὣς ὅ γε δουρὶ δαμεὶς περικάππεσε Πηλείωνι
βλήμενος· ἀμφὶ δὲ οἱ κρατερὸς πάϊς Ἀγχίσαο
πολλὰ πονησάμενος σὺν ἀρηιφίλοις ἑτάροισιν
εἴρυσεν ἐς Τρῶας, καὶ ἐς Ἰλίου ἱερὸν ἄστυ
δῶκε φέρειν ἑτάροισι μέγʼ ἀχνυμένοις περὶ θυμῷ.
αὐτὸς δʼ ἀμφʼ Ἀχιλῆι μαχέσκετο· τὸν δʼ ἄρα δουρὶ
μυῶνος καθύπερθεν ἀρήιος οὔτασεν Αἴας
χειρὸς δεξιτερῆς· ὁ δʼ ἄρʼ ἐσσυμένως ἀπόρουσεν
ἐξ ὀλοοῦ πολέμοιο, κίεν δʼ ἄφαρ ἄστεος εἴσω·
ἀμφὶ δέ οἱ πονέοντο περίφρονες ἰητῆρες,
οἵ ῥά οἱ αἷμα κάθηραν ἀφʼ ἕλκεος, ἄλλα τε πάντα
τεῦχον, ὅσʼ οὐταμένων ὀλοὰς ἀκέονται ἀνίας.
Αἴας δʼ αἰὲν ἐμάρνατʼ ἀλίγκιος ἀστεροπῇσι
κτείνων ἄλλοθεν ἄλλον, ἐπεὶ μέγα τείρετο θυμῷ
ἀχνύμενος κέαρ ἔνδον ἀνεψιοῖο δαμέντος.
ἄγχι δὲ Λαέρταο δαΐφρονος υἱὸς ἀμύμων
μάρνατο δυσμενέεσσι· φέβοντο δέ μιν μέγα λαοί.
κτεῖνε δὲ Πεισάνδροιο θοὸν καὶ ἀρήϊον υἷα
Μαίναλον, ὅς ναίεσκε περικλυτὸν οὖδας Ἀβύδου·
τῷ δʼ ἔπι δῖον ἔπεφνεν Ἀτύμνιον, ὅν ποτε Νύμφη
Πηγασὶς ἠΰκομος σθεναρῷ τέκεν Ἠμαθίωνι
Γρηνίκου ποταμοῖο παρὰ ῥόον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
Πρωτέος υἷα δάϊξεν Ὀρέσβιον, ὅς τε μακεδνῆς
Ἴδης ναιετάασκεν ὑπὸ πτύχας, οὐδέ ἑ μήτηρ
δέξατο νοστήσαντα περικλειτὴ Πανάκεια,
ἀλλʼ ἐδάμη παλάμῃσιν Ὀδυσσέος, ὅς τε καὶ ἄλλων
πολλῶν θυμὸν ἔλυσεν ὑπʼ ἔλχεϊ μαιμώωντι
κτείνων ὅν κε κίχῃσι περὶ νέκυν. ἀλλά μιν Ἄλκων
υἱὸς ἀρηϊθόοιο Μεγακλέος ἔγχεϊ τύψε
πὰρ γόνυ δεξιτερόν· περὶ δὲ κνημῖδα φαεινὴν
ἔβλυσεν αἷμα κελαινόν· ὁ δʼ ἕλκεος οὐκ ἀλέγιζεν,
ἀλλʼ ἄφαρ οὐτήσαντι κακὸν γένεθʼ, οὕνεκʼ ἄρʼ αὐτὸν
ἱέμενον πολέμοιο διʼ ἀσπίδος οὔτασε δουρί·
ὦσε δέ μιν μεγάλῃ τε βίῃ καὶ κάρτεϊ χειρὸς
ὕπτιον ἐς γαῖαν· κανάχησε δέ οἱ πέρι τεύχη
βλημένου ἐν κονίῃσι, περὶ μελέεσσι δὲ θώρηξ
δεύετο φοινήεντι λύθρῳ· ὁ δὲ λοίγιον ἔγχος
ἐκ χροὸς ἐξείρυσσε καὶ ἀσπίδος, ἕσπετο δʼ αἰχμῇ
θυμὸς ἀπὸ μελέων, ἔλιπεν δέ μιν ἄμβροτος αἰών.
τοῦ δʼ ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς,
οὐδʼ ἀπέληγε μόθοιο δυσηχέος. ὥς δὲ καὶ ἄλλοι
πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφʼ Ἀχιλῆα
προφρονέως ἐμάχοντο, πολύν δʼ ὑπὸ χείρεσι λαὸν
ἐσσυμένως ἐδάϊζον ἐϋξέστῃς μελίῃσιν.
εὖτʼ ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται
λάβρον ἐπιβρίσαντες ἀνʼ ἄλσεα ὑλήεντα
ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι·
ὥς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι·
μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος,
ἐκπάγλως δʼ Αἴαντι δαΐφρονι· τοὔνεκʼ ἄρʼ ἔμπης
Τρῶας ἄδην ἐδάϊζε κακῇ ἐναλίγκοις Αἴσῃ.
τῷ δʼ ἔπι τόξ̓ ἐτίταινε Πάρις· τὸν δʼ αἶψα νοήσας
κάββαλε χερμαδίῳ κατὰ κράατος· ἐν δʼ ἄρʼ ἔθλασσεν
ἀμφίφαλον κυνέην ὀλοὸς λίθος· ἀμφὶ δέ μιν νὺξ
μάρψεν. ὁ δʼ ἐν κονίῃσι κατήριπεν, οὐδέ οἱ ἰοὶ
ἤρκεσαν ἱεμένῳ· ἐκέχυντο δʼ ἄρʼ ἄλλυδις ἄλλοι
ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη·
τόξον δʼ ἔκφυγε χεῖρε. φίλοι δέ μιν ἁρπάξαντες
ἵπποις Ἑκτορέοισι φέρον ποτὶ Τρώιον ἄστυ
βαιὸν ἔτʼ ἀμπνείοντα καὶ ἀργαλέον στενάχοντα·
οὐδὲ μὲν ἔντἐ ἄνακτος ἑκὰς λίπον, ἀλλὰ καὶ αὐτὰ
ἐκ πεδίοιο κόμισσαν ἑῷ βασιλῆι φέροντες.
τῷ δʼ Αἴας ἐπὶ μακρὸν ἀΰτεεν ἀσχαλόων κῆρ·
ὦ κύον, ὡς θανάτοιο βαρὺ σθένος ἐξυπάλυξας
σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ
ἤ τινος Ἀργείων ὑπὸ χείρεσιν ἢ ἐμεῦ αὐτοῦ.
νῦν δʼ ἐμοὶ ἄλλα μέμηλε περὶ φρεσίν, ὡς Ἀχιλῆος
ἐκ φόνου ἀργαλέοιο νέκυν Δαναοῖσι σαώσω.
ὣς εἰπὼν δηΐοισι κακὰς ἐπὶ κῆρας ἴαλλεν,
οἵ ῥʼ ἔτι δηριόωντο νέκυν πέρι Πηλείωνος.
οἱ δέ οἱ ὡς ἄθρησαν ὑπὸ σθεναρῇσι χέρεσσι
πολλοὺς ἐκπνείοντας, ὑπέτρεσαν οὐδʼ ἔτʼ ἔμιμνον,
οὐτιδανοῖς γύπεσσιν ἐοικότες, οὕς τε φοβήσῃ
αἰετὸς οἰωνῶν προφερέστατος, εὖτʼ ἐν ὄρεσσι
πώεα δαρδάπτωσι λύκοις ὕπο δῃωθέντα·
ὣς τοὺς ἄλλυδις ἄλλον ἀπεσκέδασε θρασὺς Αἴας
χερμαδίοισι θοοῖσι καὶ ἄορι καὶ μένεϊ ᾧ.
οἱ δὲ μέγα τρομέοντες ἀπὸ πτολέμοιο φέβοντο
πανσυδίῃ, ψήρεσσιν ἐοικότες, οὕς τε δαΐζων
κίρκος ἐπισσεύει, τοὶ δʼ ἰλαδὸν ἄλλος ἐπʼ ἄλλῳ
ταρφέες ἀΐσσουσιν ἀλευόμενοι μέγα πῆμα·
ὣς οἵ γʼ ἐκ πολέμοιο ποτὶ Πριάμοιο πόληα
φεῦγον ὀϊζυρῶς ἐπιειμένοι ἀκλέα φύζαν
Αἴαντος μεγάλοιο περιτρομέοντες ὁμοκλήν,
ὅς ῥʼ ἕπετʼ ἀνδρομέῳ πεπαλαγμένος αἵματι χεῖρας.
καί νύ κε δὴ μάλα πάντας ἐπασσυτέρους ἀπόλεσσεν,
εἰ μὴ πεπταμένῃσι πύλῃς ἐσέχυντο πόληα
βαιὸν ἀναπνείοντες, ἐπεὶ φόβος ἦτορ ἵκανε·
τοὺς δʼ ἔλσας ἀνὰ ἄστυ, νομεὺς ὡς αἰόλα μῆλα,
ἤϊεν ἐς πεδίον, χθόνα δʼ οὐ ποσὶ μάρπτεν ἑοῖσιν
ἐμβαίνων τεύχεσσι καὶ αἵματι καὶ κταμένοισι·
κεῖτο γὰρ εὐρὺς ὅμιλος ἀπειρεσίῃ ἐπὶ γαίῃ
ἄχρις ἐφʼ Ἑλλήσποντον ἀπʼ εὐρυχόροιο πόληος
αἰζηῶν κταμένων, ὁπόσους λάχε δαίμονος Αἶσα.
ὡς δʼ ὅτε λήιον αὖον ὑπʼ ἀμητῆρσι πέσῃσι
πυκνὸν ἐόν, τὰ δὲ πολλὰ καταυτόθι δράγματα κεῖται
βριθόμενα σταχύεσσι, γέγηθε δὲ θυμὸς ἐπʼ ἔργῳ
ἀνέρος εἰσορόωντος, ὅτις κλυτὸν οὖδας ἔχῃσιν·
ὣς οἵ γʼ ἀμφοτέρωθε κακῷ δμηθέντες ὀλέθρῳ
κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο
πρηνέες· οὐδέ τι Τρῶας Ἀχαιῶν φέρτατοι υἷες
σύλεον ἐν κονίῃσι καὶ αἵματι δῃωθέντας,
πρὶν Πηλήιον υἷα πυρῇ δόμεν, ὅς σφιν ὄνειαρ
ἔπλετʼ ἐνὶ πτολέμοισιν ἑῷ μέγα κάρτεϊ θύων.
τοὔνεκά μιν βασιλῆες ἀπὸ πτολέμου ἐρύσαντες
ἀμφὶ νέκυν πονέοντο ἀπείριτον, εὖ δὲ φέροντες
κάτθεσαν ἐν κλισίῃσι νεῶν προπάροιθε θοάων·
ἀμφὶ δέ μιν μάλα πάντες ἀγειράμενοι στενάχοντο
ἀχνύμενοι κατὰ θυμόν· ὃ γὰρ πέλε κάρτος Ἀχαιῶν,
καὶ τότʼ ἐνὶ κλισίῃσι λελασμένος ἐγχειάων
κεῖτο βαρυγδούποιο παρʼ ᾐόσιν Ἑλλησπόντου,
οἷος ὑπερφίαλος Τιτυὸς πέσεν, ὁππότε Λητὼ
ἐρχομένην Πυθώδε βιάζετο, καί ἑ χολωθεὶς
ἀκάματόν περ ἐόντα θοῶς ὑπεδάμνατʼ Ἀπόλλων
λαιψηροῖς βελέεσσιν, ὁ δʼ ἀργαλέῳ ἐνὶ λύθρῳ
πουλυπέλεθρος ἔκειτο κατὰ χθονὸς εὐρυπέδοιο
μητρὸς ἑῆς· ἡ δʼ υἷα περιστονάχησε πεσόντα
ἐχθόμενον μακάρεσσι, γέλασσε δὲ πότνια Λητώ·
τοῖος ἄρʼ Αἰακίδης δηΐων ἐπικάππεσε γαίῃ
χάρμα φέρων Τρώεσσι, γόον δʼ ἀλίαστον Ἀχαιῶν
λαῷ μυρομένων· περὶ δʼ ἔβρεμε βένθεα πόντου.
θυμὸς δʼ αὐτίκα πᾶσι κατεκλάσθη φίλος ἔνδον
ἐλπομένων κατὰ δῆριν ὑπὸ Τρώεσσιν ὀλέσθαι·
μνησάμενοι δʼ ἄρα τοί γε φίλων παρὰ νηυσὶ τοκήων,
τοὺς λίπον ἐν μεγάροισι, νεοδμήτων τε γυναικῶν,
αἵ που ὀδυρόμεναι μίνυθον κενεοῖς λεχέεσσι
νηπιάχοις σὺν παισὶ φίλους ποτιδέγμεναι ἄνδρας,
μᾶλλον ἀνεστενάχοντο· γόου δʼ ἔρος ἔμπεσε θυμῷ·
κλαῖον δʼ αὖτʼ ἀλίαστον ἐπὶ ψαμάθοισι βαθείῃς
πρηνέες ἐκχύμενοι μεγάλῳ περὶ Πηλείωνι
χαίτας ἐκ κεφαλῆς προθελύμνους δηϊόωντες,
χευάμενοι δʼ ᾔσχυναν ἄδην ψαμάθοισι κάρηνα.
οἵη δʼ ἐκ πολέμοιο βροτῶν ἐς τεῖχος ἀλέντων
οἰμωγὴ πέλεται, ὅτε δήϊοι ἐμμεμαῶτες
καίωσιν μέγα ἄστυ, κατακτείνωσι δὲ λαοὺς
πανσυδίῃ, πάντῃ δὲ διὰ κτῆσιν φορέωνται·
τοίη τις παρὰ νηυσὶν Ἀχαιῶν ἔπλετʼ ἀϋτή,
οὕνεκʼ ἀοσσητὴρ Δαναῶν πάϊς Αἰακίδαο
κεῖτο μέγας παρὰ νηυσὶ θεοκμήτοισι βελέμνοις,
οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη
Τρώων ἐν πεδίῳ πολυαλθέϊ κάββαλε πέτρῃ.
Μυρμιδόνες δʼ ἄλληκτον ἀνεστενάχοντʼ Ἀχιλῆα
εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος·
ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος·
οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐδʼ ὀλοόφρων,
ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντʼ ἐκέκαστο.
Αἴας δʼ ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει
πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα,
βλήμενον ἐκ θεόφιν· θνητῶν γε μὲν οὔτινι βλητὸς
ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο.
τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας,
ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος
ἐσφοιτῶν, ὁτὲ δʼ αὖτε παρὰ ψαμάθοισι θαλάσσης
ἐκχύμενος μάλα πουλύς, ἔπος δʼ ὀλοφύρατο τοῖον·
ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,
κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο
ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ,
τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν·
οὐ γάρ τις πίσυνός γε σάκος μέγα νωμήσασθαι
ἠδὲ περὶ κροτάφοισιν ἐπισταμένως ἐς Ἄρηα
εὖ θέσθαι πήληκα καὶ ἐν παλάμῃ δόρυ πῆλαι
καὶ χαλκὸν δηΐοισι περὶ στέρνοισι δαΐξαι
ἰοῖσίν γʼ ἀπάνευθεν ἀπεσσύμενος πολεμίζει·
εἰ γάρ σευ κατέναντα τότʼ ἤλυθεν, ὅς σʼ ἔβαλέν περ,
οὐκ ἄν ἀνουτητί γε τεοῦ φύγεν ἔγχεος ὁρμήν·
ἀλλὰ Ζεὺς τάχα που τάδε μήδετο πάντʼ ἀπολέσσαι,
ἡμέων δʼ ἐν καμάτοισιν ἐτώσια ἔργα τίθησιν·
ἤδη γὰρ Τρώεσσι κατʼ Ἀργείων τάχα νίκην
νεύσει, ἐπεὶ τόσσον περ Ἀχαιῶν ἕρκος ἀπηύρα.
ὦ πόποι, ὡς ἄρα πάγχυ γέρων ἐν δώμασι Πηλεύς
ὀχθήσει μέγα πένθος ἀτερπέϊ γήραϊ κύρσας·
αὐτὴ μὲν φήμη μιν ἀπορραίσει τάχα θυμόν·
ὧδε δέ οἱ καὶ ἄμεινον ὀϊζύος αἶψα λαθέσθαι·
εἰ δέ κεν οὐ φθίσῃ ἑ κακὴ περὶ υἱέος ὄσσα,
ἆ δειλὸς χαλεποῖς ἐνὶ πένθεσι γῆρας ἰάψει
αἰὲν ἐπʼ ἐσχαρόφιν βίοτον κατέδων ὀδύνῃσι,
Πηλεύς, ὃς μακάρεσσι φίλος περιώσιον ἦεν·
ἀλλʼ οὐ πάντα τελοῦσι θεοὶ μογεροῖσι βροτοῖσιν.
ὣς ὁ μὲν ἀσχαλόων ὀλοφύρετο Πηλείωνα.
Φοῖνιξ δʼ δὖθʼ ὁ γεραιὸς ἀάσπετα κωκύεσκεν
ἀμφιχυθεὶς δέμας ἠῢ θρασύφρονος Αἰακίδαο·
καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνύμενος πινυτὸν κῆρ·
ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἄχος αἰὲν ἄφυκτον
κάλλιπες· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
πρὶν σέο πότμον ἰδέσθαι ἁμείλιχον· οὐ γὰρ ἔμοιγε
ἄλλο χερειότερον ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα,
οὐδʼ ὅτε πατρίδʼ ἐμὴν λιπόμην ἀγανούς τε τοκῆας
φεύγων ἐς Πηλῆα διʼ Ἑλλάδος, ὅς μʼ ὑπέδεκτο,
καί μοι δῶρα πόρεν, Δολόπεσσι δὲ θῆκεν ἀνάσσειν
καὶ σέ γʼ ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον
κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε
νηπίαχον κομέειν, ὡσεὶ φίλον υἷα γεγῶτα·
τῷ πιθόμην· σὺ δʼ ἐμοῖσι περὶ στέρνοισι γεγηθὼς
πολλάκι παππάζεσκες ἔτʼ ἄκριτα χείλεσι βάζων,
καί μευ νηπιέῃσιν ἄδην ἐνὶ σῇσι δίηνας
στήθεά τʼ ἠδὲ χιτῶνας· ἔχον δέ σε χερσὶν ἐμῇσι
πολλὸν καγχαλόων, ἐπεὶ ἦ νύ μοι ἦτορ ἐώλπει
θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ.
καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα.
νῦν δὲ σύγʼ οἴχῃ ἄϊστος ὑπὸ ζόφον· ἀμφὶ δʼ ἐμὸν κῆρ
ἄχνυτʼ ὀϊζυρῶς, ἐπεὶ ἦ νύ με κῆδος ἰάπτει
λευγαλέον· τὸ καὶ εἴθε καταφθίσειε γοῶντα
πρὶν Πηλῆα πυθέσθαι ἀμύμονα, τόν περ ὀΐω
κωκύσειν ἀλίαστον, ὅτʼ ἀμφί ἑ φῆμις ἵκηται·
οἴκτιστον γὰρ νῶιν ὑπὲρ σέθεν ἔσσεται ἄλγος
πατρί τε σῷ καὶ ἐμοί, τοί περ μέγα σεῖο θανόντος
ἀχνύμενοι τάχα γαῖαν ὑπὲρ Διὸς ἄσχετον Αἶσαν
δυσόμεθʼ ἐσσυμένως· καί κεν πολὺ λώιον εἴη,
ἢ ζώειν ἀπάνευθεν ἀοσσητῆρος ἑοῖο.
ἦ ῥʼ ὁ γέρων ἀλίαστον ἐνὶ φρεσὶ πένθος ἀέξων.
πὰρ δέ οἱ Ἀτρείδης ὀλοφύρετο δάκρυα χεύων·
ᾤμωξεν δʼ ὀδύνῃσι μέγʼ αἰθόμενος κέαρ ἔνδον·
ὤλεο, Πηλείδη, Δαναῶν μέγα φέρτατε πάντων,
ὤλεο, καὶ στρατὸν εὐρὺν ἀνερκέα θῆκας Ἀχαιῶν·
ῥηίτεροι δʼ ἄρα σεῖο καταφθιμένοιο πέλονται
δυσμενέσιν· σὺ δὲ χάρμα πεσὼν μέγα Τρωσὶν ἔθηκας,
οἵ σε πάρος φοβέοντο λέονθʼ ὡς αἰόλα μῆλα·
νῦν δʼ ἐπὶ νηυσὶ θοῇσι λιλαιόμενοι μαχέονται.
Ζεῦ πάτερ, ἦ ῥά τι καὶ σὺ βροτοὺς ψευδέσσι λόγοισι
θέλγεις, ὃς κατένευσας ἐμοὶ Πριάμοιο ἄνακτος
ἄστυ διαπραθέειν, νῦν δʼ οὐ τελέεις ὅσʼ ὑπέστης,
ἀλλὰ λίην ἀπάφησας ἐμὰς φρένας· οὐ γὰρ ὀΐω
εὑρέμεναι πολέμοιο τέκμωρ φθιμένου Ἀχιλῆος.
ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
κώκυον ἐκ θυμοῖο θρασὺν περὶ Πηλείωνα·
τοῖς δʼ ἄρʼ ἐπεβρόμεον νῆες περιμυρομένοισιν·
ἠχὴ δʼ ἄσπετος ὦρτο διʼ αἰθέρος ἀκαμάτοιο.
ὡς δʼ ὅτε κύματα μακρὰ βίῃ μεγάλου ἀνέμοιο
ὀρνύμενʼ ἐκ πόντοιο πρὸς ἠιόνας φορέονται
σμερδαλέον, πάντη δἐ προσαγνυμένης ἁλὸς αἰεὶ
ἀκταὶ ὁμῶς ῥηγμῖσιν ἀπειρέσιαι βοόωσι·
τοῖος ἄρʼ ἀμφὶ νέκυν Δαναῶν στόνος αἰνὸς ὀρώρει
μυρομένων ἄλληκτον ἀταρβέα Πηλείωνα.
καί σφιν ὀδυρομένοισα τάχʼ ἤλυθε κυανέη νύξ,
εἰ μὴ ἄρʼ Ἀτρείδην προσεφώνεε Νηλέος υἱὸς
Νέστωρ, ὅς ῥά τʼ ἔχεσκεν ἐνὶ φρεσὶ μυρίου ἄλγος
μνησάμενος σφοῦ παιδὸς ἐΰφρονος Ἀντιλόχοιο·
Ἀργείων σκηπτοῦχε μέγα κρατέων Ἀγάμεμνον,
νῦν μὲν ἀποσχώμεσθα δυσηχέος αἶψα γόοιο
σήμερον· οὐ γὰρ ἔτʼ αὖθις ἐρωήσει τις Ἀχαιοὺς
κλαυθμοῦ ἄδην κορέσασθαι ἐπʼ ἤματα πολλὰ γοῶντας.
ἀλλʼ ἄγε δὴ βρότον αἰνὸν ἀταρβέος Αἰακίδαο
λούσαντες λεχέεσσʼ ἐνιθείομεν· οὐ γὰρ ἔοικεν
αἰσχύνειν ἐπὶ δηρὸν ἀκηδείῃσι θανόντας.
καὶ τὰ μὲν ὣς ἐπέτελλε περίφρων Νηλέος υἱός·
αὐτὰρ ὅ γʼ οἷς ἑτάροισιν ἐπισπέρχων ἐκέλευεν
ὕδατος ἐν πυρὶ θέντας ἄφαρ κρυεροῖο λέβητας
θερμῆναι λοῦσαί τε νέκυν, περί θʼ εἵματα ἕσσαι
καλά, τά οἱ πόρε παιδὶ φίλῳ ἁλιπόρφυρα μήτηρ
ἐς Τροίην ἀνιόντι. θοῶς δʼ ἐπίθησαν ἄνακτι·
ἐνδυκέως δʼ ἄρα πάντα πονησάμενοι κατὰ κόσμον
κάτθεσαν ἐν κλισίῃσι δεδουπότα Πηλείωνα.
τὸν δʼ ἐσιδοῦσʼ ἐλέησε περίφρων Τριτογένεια·
στάζε δʼ ἄρʼ ἀμβροσίην κατὰ κράατος, ἥν ῥά τέ φασι
δηρὸν ἐρυκακέειν νεαρὸν χρόα κηρὶ δαμέντων·
θῆκε δʼ ἄρ ἐρσήεντα καὶ εἴκελον ἀμπνείοντι·
σμερδαλὲον δʼ ἄρʼ ἐπισκύνιον νεκρῷ περ ἐτευξεν,
οἶόν τʼ ἀμφʼ ἑτάροιο δαϊκταμένου Πατρόκλοιο
χωομένῳ ἐπέκειτο κατὰ βλοσυροῖο προσώπου·
βριθύτερον δʼ ἄρʼ ἔθηκε δέμας καὶ ἄρειον ἰδέσθαι.
Ἀργείους δʼ ἕλε θάμβος ὁμιλαδὸν ἀθρήσαντας
Πηλείδην ζώοντι πανείκελον, ὅς ῥʼ ἐπὶ λέκτροις
ἐκχύμενος μάλα πουλὺς ἄδην εὕδοντι ἐῴκει.
ἀμφὶ δέ μιν μογεραὶ ληίτιδες, ἅς ῥά ποτʼ αὐτός
Λῆμνόν τε ζαθέην Κιλίκων τʼ αἰπὺ πτολίεθρον
Θήβην Ἠετίωνος ἑλὼν ληίσσατο κούρας,
ἱστάμεναι γοάασκον ἀμύσσουσαι χρόα καλόν,
στήθεά τʼ ἀμφοτέρῃσι πεπληγυῖαι παλάμῃσιν
ἐκ θυμοῦ στενάχεσκον ἐΰφρονα Πηλείωνα·
τὰς γὰρ δὴ τίεσκε καί ἐκ δηΐων περ ἐούσας·
πασάων δʼ ἔκπαγλον ἀκηχεμένη κέαρ ἔνδον
Βρισηὶς παράκοιτις ἐϋπτολέμου Ἀχιλῆος
ἀμφὶ νέκυν στρωφᾶτο καὶ ἀμφοτέρῃς παλάμῃσι
δρυπτομένη χρόα καλὸν ἀΰτεεν· ἐκ δʼ ἁπαλοῖο
δτήθεος αἱματόεσσαι ἀνὰ σμώδιγγες ἄερθεν
θεινομένης· φαίης κεν ἐπὶ γλάγος αἷμα χέασθαι
φοίνιον· ἀγλαΐη δέ καὶ ἀχνυμένης ἀλεγεινῶς
ἱμερόεν μάρμαιρε· χάρις δέ οἱ ἄμφεχεν εἶδος·
τοῖον δʼ ἔκφατο μῦθον ὀϊζυρὸν γοόωσα·
ὦ μοι ἐγὼ πάντων περιώσιον αἰνὰ παθοῦσα·
οὐ γάρ μοι τόσσον περ ἐπήλυθεν ἄλλο τι πῆμα,
οὔτε κασιγνήτων οὔτʼ εὐρυχόρου περὶ πάτρης,
ὅσσον σεῖο θανόντος· ἐπεὶ σύ μοι ἱερὸν ἦμαρ
καὶ φάος ἠελίοιο πέλες καὶ μείλιχος αἰὼν
ἐλπωρή τʼ ἀγαθοῖο καὶ ἄσπετον ἄλκαρ ἀνίης
πάσης τʼ ἀγλαΐης πολὺ φέρτερος ἠδὲ τοκήων
ἔπλεο· πάντα γάρ οἶος ἔης δμωῇ περ ἐούσῃ·
καί ῥά μʼ ἔθηκας ἄκοιτιν ἐλὼν ἄπο δούλια ἔργα.
νῦν δέ τις ἐν νήεσσιν Ἀχαιῶν ἄξεται ἄλλος
Σπάρτην εἰς ἐρίβωλον ἤ ἐς πολυδίψιον Ἄργος·
καί νύ κεν ἀμφιπολεῦσα κακὰς ὑποτλήσομʼ ἀνίας
σεῦ ἀπονοσφισθεῖσα δυσάμμορος· ὡς ὄφελόν με
γαῖα χυτή ἐκάλυψε, πάρος δέο πότμον ἰδέσθαι.
ὣς ἡ μὲν δμηθέντʼ ὀλοφύρετο Πηλείωνα
δμωῇς σὺν μογερῇσι καί ἀχνυμένοισιν Ἀχαιοῖς
μυρομένη καὶ ἄνακτα καὶ ἀνέρα· τῆς δʼ ἀλεγεινὸν
οὔποτʼ ἐιέρσετο δάκρυ, κατείβετο δʼ ἄχρις ἐπʼ οὖδας
ἐκ βλεφάρων, ὡσεί τε μέλαν κατὰ πίδακος ὕδωρ
πετραίης, ἦς πουλὺς ὕπερ παγετός τε χιών τε
ἐκκέχυται στυφελοῖο κατʼ οὔδεος, ἀμφὶ δὲ πάχνη
τήκεθʼ ὁμῶς εὔρῳ τε καὶ ἠελίοιο βολῇσι.
καὶ τότε δή ῥʼ ἐσάκουσαν ὀρινομένοιο γόοιο
θυγατέρες Νηρῆος, ὅσαι μέγα βένθος ἔχουσι·
πάσῃσιν δʼ ἀλεγεινόν ὑπὸ κραδίην πέσεν ἄλγος·
οἰκτρὸν δʼ ἐστονάχησαν, ἐπίαχε δʼ Ἑλλήσποντος·
ἀμφὶ δὲ κυανέοισι καλυψάμεναι χρόα πέπλοις
ἐσσυμένως οἴμησαν, ὅπῃ στόλος ἔπλετἈχαιῶν,
πανσυδίῃ πολιοῖο διʼ οἴδματος· ἀμφὶ δʼ ἄρα σφι
νισσομένῃσι θάλασσα διίστατο· ταὶ δʼ ἐρέροντο
κλαγγηδόν, κραιπνῇσιν ἐειδόμεναι γεράνοισιν
ὀσσομένῃς μέγα χεῖμα· περιστενάχοντο δὲ λυγρὸν
κήτεα μυρομένῃσιν· ἔσαν δʼ ἄφαρ ᾗχι νέοντο
παῖδα κασιγνήτης κρατερόφρονα κωκύουσαι
ἐκπάγλως. Μοῦσαι δὲ θοῶς Ἑλικῶνα λιποῦσαι
ἤλυθον ἄλγος ἄλαστον ἐνὶ στέρνοισιν ἔχουσαι
ἀρνύμεναι τιμήν ἑλικώπιδι Νηρηίνῃ·
Ζεύς δὲ μέγʼ Ἀργείοισι καὶ ἄτρομον ἔμβαλε θάρσος,
ὄφρα μὴ ἐσθλὸν ὅμιλον ὑποδδείσωσι θεάων
ἀμφαδὸν ἀθρήσαντες ἀνά στρατόν· αἱ δʼ Ἀχιλῆος
ἀμφὶ νέκυν στενάχοντο καὶ ἀθάνατοί περ ἐοῦσαι
πᾶσαι ὁμῶς· ἀκταὶ δὲ περίαχον Ἑλλησπόντου·
δεύετο δὲ χθὼν πᾶσα περὶ νέκυν Αἰακίδαο
δάκρυσιν· ὥς μέγα πένθος ἀνέστενον· ἀμφὶ δὲ λαῶν
μυρομένων δακρύοισι φορύνετο τεύχεα πάντα
καὶ κλισίαι καὶ νῆες, ἐπεὶ μέγα πένθος ὀρώρει.
μήτηρ δʼ ἀμφιχυθεῖσα κύσε στόμα Πηλείωνος
παιδὸς ἑοῦ, καὶ τοῖον ἔπος φάτο δακρυχέουσα·
γηθείτω ῥοδόπεπλος ἀνʼ οὐρανόν Ἠριγένεια,
γηθείτω φρεσὶν ᾖσι μεθεὶς χόλον Ἀστεροπαίου
ἄξιος εὐρυρέεθρος ἰδὲ Πριάμοιο γενέθλη·
αὐτάρ ἐγὼ πρὸς Ὄλυμπον ἀφίξομαι, ἀμφί δὲ ποσσὶ
κείσομαι ἀθανάτοιο Διὸς μεγάλα στενάχουσα,
οὕνεκά μʼ οὐκ ἐθέλουσαν ὑπʼ ἀνέρι δῶκε δαμῆναι,
ἀνέρι, τὸν τάχα γῆρας ἀμείλιχον ἀμφιμέμαρπε,
κῆρές τʼ ἐγγὺς ἔασι τέλος θανάτοιο φέρουσαι.
ἀλλά μοι οὐ κείνοιο μέλει τόσον, ὡς Ἀχιλῆος,
ὅν μοι Ζεύς κατένευσεν ἐν Αἰακίδαο δόμοισιν
ἴφθιμον θήσειν, ἐπεὶ οὔτι μοι ἥνδανεν εὐνή·
ἀλλʼ ὁτὲ μὲν ζαὴς ἄνεμος πέλον, ἄλλοτε δʼ ὕδωρ,
ἄλλοτε δʼ οἰωνῷ ἐναλίγκιος ἤ πυρὸς ὁρμῇ·
οὐδέ με θνητός ἀνὴρ δύνατʼ ἐν λεχέεσσι δαμάσσαι
φαινομένην, ὅσα γαῖα καὶ οὐρανὸς ἐντὸς ἐέργει,
μέσφʼ ὅτε μοι κατένευσεν Ὀλύμπιος υἱέα δῖον
ἔκπαγλον θήσειν καὶ ἀρήϊον. ἀλλὰ τὰ μέν που
ἀτρεκέως ἐτέλεσσεν· ὁ γὰρ πέλε φέρτατος ἀνδρῶν·
ἀλλά μιν ὠκύμορον ποιήσατο καί μʼ ἀκάχησε.
τοὔνεκʼ ἐς οὐρανὸν εἶμι· Διὸς δʼ ἐς δώματʼ ίοῦσα
κωκύσω φίλον υἷα, καὶ ὁππόσα πρόσθʼ ἐμόγησα
ἀμφʼ αὐτῷ καὶ παισὶν ἀεικέα τειρομένοισι
μνήσω ἀκηχεμένη, ἵνα οἱ σὺν θυμὸν ὀρίνω.
ὣς ἔφατʼ αἰνὰ γοῶσʼ ἁλίη Θέτις· ἡ δέ οἱ αὐτὴ
Καλλιόπη φάτο μῦθον ἀρηραμένη φρεσὶ θυμόν·
ἴσχεο κωκυτοῖο, θεὰ Θέτι, μηδʼ ἀλύουσα
εἵνεκα παιδός ἑοῖο θεῶν μεδέοντι καὶ ἀνδρῶν
σκύεο· καὶ γὰρ Ζηνὸς ἐριβρεμέταο ἄνακτος
υἷες ὁμῶς ἀπόλοντο κακῇ περὶ κηρὶ δαμέντες·
κάτθανε δʼ υἱὸς ἐμεῖο καὶ αὐτῆς ἀθανάτοιο
Ὀρφεύς, οὖ μολπῇσιν ἐφέσπετο πᾶσα μὲν ὕλη,
πᾶσα δʼ ἄρʼ ὀκριόεσσα πέτρη ποταμῶν τε ῥέεθρα
πνοιαί τε λιγέων ἀνέμων ἀμέγαρτον ἀέντων
οἰωνοί τε θοῇσι διεσσύμενοι πτερύγεσσιν·
ἀλλʼ ἔτλην μέγα πένθος, ἐπεὶ θεὸν οὔτι ἔοικεν
πένθεσι λευγαλέοισι καὶ ἄλγεϊ θυμὸν ἀχεύειν.
τῷ σε καὶ ἀχνυμένην μεθέτω γόος υἱέος ἐσθλοῦ·
καὶ γάρ οἱ κλέος αἰὲν ἐπιχθονίοισιν ἀοιδοὶ
καὶ μένος ἀείσουσιν ἐμῇ τʼ ἰότητι καὶ ἄλλων
Πιερίδων· σὺ δὲ μή τι κελαινῷ πένθεϊ θυμὸν
δάμνασο θηλυτέρῃσιν ἴσον γοόωσα γυναιξίν.
ἦ οὐκ ἀΐεις ὅτι πάντας, ὅσοι χθονὶ ναιετάουσιν,
ἀνθρώπους ὀλοὴ περιπέπταται ἄσχετος Αἶσα
οὐδὲ θεῶν ἀλέγουσα; τόσον σθένος ἔλλαχε μούνη·
ἢ καὶ νῦν Πριάμοιο πολυχρύσοιο πόληα
ἐκπέρσει Τρώων τε καὶ Ἀργείων ὀλέσασα
ἀνέρας, ὅν κʼ ἐθέλῃσι· θεῶν δʼ οὔτις μιν ἐρύξει.
ὣς φάτο Καλλιόπη πινυτὰ φρεσὶ μητιόωσα.
ἠέλιος δʼ ἀπόρουσεν ἐς ὠκεανοῖο ῥέεθρα,
ὦρτο δὲ νὺξ μεγάλοιο κατʼ ἠέρος ὀρφνήεσσα,
ἥ τε καὶ ἀχνυμένοισι πέλει θνητοῖσιν ὄνειαρ.
αὐτοῦ δʼ ἐν ψαμάθοισιν Ἀχαιῶν ἔδραθον υἷες
ἰλαδὸν ἀμφὶ νέκυν μεγάλῃ βεβαρηότες ἄτῃ·
ἀλλʼ οὐχ ὕπνος ἔμαρπτε θεήν Θέτιν· ἄγχι δέ παιδὸς
ἧστο σὺν ἀθανάτῃς Νηρηίσιν· ἀμφὶ δὲ Μοῦσαι
ἀχνυμένην ἀνὰ θυμὸν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
πολλὰ παρηγορέεσκον, ὅπως λελάθοιτο γόοιο.
ἀλλʼ ὅτε καγχαλόωσα διʼ αἰθέρος ἤλυθεν ἠὼς
λαμπρότατον πᾶσίν τε φάος Τρῶεσσι φέρουσα
καὶ Πριάμῳ—Δαναοὶ δὲ μέγʼ ἀχνύμενοι Ἀχιλῆα
κλαῖον ἐπʼ ἤματα πολλά, περιστενάχοντο δὲ μακραὶ
ἠιόνες πόντοιο, μέγας δʼ ὀλοφύρετο Νηρεὺς
ἦρα φέρων κούρῃ Νηρηίδι, σὺν δέ οἱ ἄλλοι
εἰνάλιοι μύροντο θεοὶ φθιμένου Ἀχιλῆος—
καὶ τότε δὴ μεγάλοιο νέκυν Πηληιάδαο
Ἀργεῖοι πυρὶ δῶκαν ἀάσπετα νηήσαντες
δοῦρα, τά οἱ φορέοντες ἀπʼ οὔρεος Ἰδαίοιο
πάντες ὁμῶς ἐμόγησαν, ἐπεί σφεας ὀτρύνοντες
Ἀτρεῖδαι προέηκαν ἀπείριτον οἰσέμεν ὕλην,
ὄφρα θοῶς καίοιτο νέκυς κταμένου Ἀχιλῆος.
ἀμφὶ δὲ τεύχεα πολλὰ πυρῇ περινηήσαντο
αἰζηῶν κταμένων, πολλοὺς δʼ ἐφύπερθε βάλοντο
Τρώων δῃώσαντες ὁμῶς περικαλλέας υἷας
ἵππους τε χρεμέθοντας ἐϋσθενέας θʼ ἅμα ταύρους,
σὺν δʼ ὄϊάς τε σύας τʼ ἔβαλον βρίθοντας ἀλοιφῇ·
φάρεα δʼ ἐκ χηλῶν φέρον ἄσπετα κωκύουσαι
δμωιάδες, καὶ πάντα πυρῆς καθύπερθε βάλοντο,
χρυσόν τʼ ἤλεκτρόν τʼ ἐπενήεον· ἀμφί δέ χαίτας
Μυρμιδόνες κείραντο, νέκυν δʼ ἐκάλυψαν ἄνακτος·
καὶ δʼ αὐτὴ Βρισηὶς ἀκηχεμένη περὶ νεκρῷ
κειραμένη πλοκάμους πύματον πόρε δῶρον ἄνακτι.
πολλοὺς δʼ ἀμφιφορῆας ἀλείφατος ἀμφεχέοντο,
ἄλλους δʼ ἀμφὶ πυρῇ μέλιτος θέσαν ἠδὲ καὶ οἴνου
ἡδέος, οὗ μέθυ λαρὸν ὀδώδεε νέκταρι ἶσον.
ἄλλα δὲ πολλὰ βάλοντο θυώδεα θαῦμα βροτοῖσιν,
ὅσσα χθὼν φέρει ἐσθλὰ καὶ ὁππόσα δῖα θάλασσα.
Ἀλλʼ ὅτε δὴ περὶ πάγχυ πυρὴν διεκοσμήσαντο,
πεζοὶ ἅμʼ ἱππήεσσι σὺν ἔντεσιν ἐρρώσαντο
ἀμφὶ πυρὴν πολύδακρυν. ὁ δʼ ἔκποθεν Οὐλύμποιο
Ζεὺς ψεκάδας κατέχευεν ὑπὲρ νέκυν Αἰακίδαο
ἀμβροσίας, δίῃ δὲ φέρων Νηρηίδι τιμὴν
Ἑρμείην προέηκεν ἐς Αἴολον, ὄφρα καλέσσῃ
λαιψηρῶν ἀνέμων ἱερὸν μένος· ἦ γὰρ ἔμελλε
καίεσθʼ Αἰακίδαο νέκυς. τοῦ δʼ αἶψα μολόντος
Αἴολος οὐκ ἀπίθησε· καλεσσάμενος δʼ ἀλεγεινὸν
καρπαλίμως Βορέην Ζεφύροιό τε λάβρον ἀήτην
ἐς Τροίην προέηκε θοῇ θύοντας ἀέλλῃ·
οἱ δὲ θοῶς οἴμησαν ὑπὲρ πόντοιο φέρεσθαι
ῥιπῇ ἀπειρεσίῃ· περὶ δʼ ἴαχεν ἐσσυμένοισι
πόντος ὁμοῦ καὶ γαῖα· περικλονέοντο δʼ ὔπερθε
πάντα νέφη μεγάλοιο διʼ ἠέρος ἀΐσσοντα.
οἱ δὲ Διὸς βουλῇσι δαϊκταμένου Ἀχιλῆος
αἶψα πυρῇ ἐνόρουσαν ἀολλέες, ὦρτο δʼ ἀϋτμὴ
Ἡφαίστου μαλεροῖο· γόος δʼ ἀλίαστος ὀρώρει
Μυρμιδόνων· ἄνεμοι δὲ καὶ ἐσσύμενοί περ ἀέλλῃ
πᾶν ἦμαρ καὶ νύκτα νέκυν περιποιπνύοντες
καῖον ἐϋπνείοντες ὁμῶς· ἀνὰ δʼ ἔγρετο πουλὺς
καπνὸς ἔς ἠέρα δῖαν, ἐπέστενε δʼ ἄσπετος ὕλη
δαμναμένη πυρὶ πᾶσα, μέλαινα δὲ γίνετο τέφρη.
οἱ δὲ μέγʼ ἐκτελέσαντες ἀτειρέες ἔργον ἀῆται
εἰς ἑὸν ἄντρον ἕκαστος ὁμοῦ νεφέεσσι φέροντο.
Μυρμιδόνες δʼ, ὅτʼ ἄνακτα πελώριον ὕστατον ἄλλων
ἤνυσε πῦρ ἀΐδηλον ἀποκταμένων περὶ νεκρῷ
ἵππων τʼ αἰζηῶν τε, καὶ ἄλλʼ ὅσα δακρυχέοντες
ὄβριμον ἀμφὶ νέκυν κειμήλια θῆκαν Ἀχαιοί,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτοῦ
φαίνετʼ ἀριφραδέως, ἐπεὶ οὐχ ἑτέροισιν ὁμοῖα
ἦν, ἀλλʼ οἷα Γίγαντος ἀτειρέος, οὐδὲ μὲν ἄλλα
σὺν κείνοις ἐμέμικτʼ , ἐπεὶ ἦ βόες ἠδὲ καὶ ἵπποι
καὶ παῖδες Τρώων μίγδα κταμένοισι καὶ ἄλλοις
βαιὸν ἄπωθε κέοντο περὶ νέκυν, ὃς δʼ ἐνὶ μέσσοις
ῥιπῇ ὕφʼ Ἡφαίστοιο δεδμημένος οἶος ἔκειτο.
τοῦ δὲ καὶ ὀστέα πάντα περιστενάχοντες ἑταῖροι
ἄλλεγον ἐς χηλὸν πολυχανδέα τε βριαρήν τε
ἀργυρέην, χρυσῷ δὲ διαυγέϊ πᾶσʼ ἐκέκαστο·
καὶ τὰ μὲν ἀμβροσίῃ καὶ ἀλείφασι πάγχυ δίηναν
κοῦραι Νηρῆος μέγʼ Ἀχιλλέα κυδαίνουσαι,
ἐς δὲ βοῶν δημὸν θέσαν ἀθρόα πάγχυ χέασαι
σὺν μέλιτι λιαρῷ· μήτηρ δέ οἱ ἀμφιφορῆα
ὤπασε, τόν ῥα πάροιθε Διώνυσος πόρε δῶρον,
Ἡφαίστου κλυτὸν ἔργον ἐΰφρονος· ᾧ ἔνι θῆκαν
ὀστέʼ Ἀχιλλῆος μεγαλήτορος· ἀμφὶ δὲ τύμβον
Ἀργεῖοι καὶ σῆμα πελώριον ἀμφεβάλοντο
ἀκτῇ ἐπʼ ἀκροτάτῃ παρὰ βένθεσιν Ἑλλησπόντου
Μυρμιδόνων βασιλῆα θρασὺν περικωκύοντες.
οὐδὲ μὲν ἄμβροτοι ἵπποι ἀταρβέος Αἰακίδαο
μίμνον ἀδάκρυτοι παρὰ νήεσιν, ἀλλὰ καὶ αὐτοὶ
μύροντο σφετέροιο δαϊκταμένου βασιλῆος,
οὐδʼ ἔθελον μογεροῖσιν ἔτʼ ἀνδράσιν οὐδὲ μὲν ἵπποις
μίσγεσθʼ Ἀργείων ὀλοὸν περὶ πένθος ἔχοντες,
ἀλλʼ ὑπὲρ ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
ἀνθρώπων ἀπάτερθεν ὀϊζυρῶν φορέεσθαι,
ἧχί σφεας τὸ πάροιθεν ἐγείνατο δῖα Ποδάργη
ἄμφω ἀελλόποδας Ζεφύρῳ κελάδοντι μιγεῖσα.
καί νύ κεν αἶψʼ ἐτέλεσσαν ὅσα σφίσι μήδετο θυμός,
εἰ μή σφεας κατέρυξε θεῶν νόος, ὄφρʼ Ἀχιλῆος
ἔλθοι ἀπὸ Σκύροιο θοὸς πάϊς, ὅν ῥα καὶ αὐτοὶ
δέχνυνθʼ , ὁππόθʼ ἵκοιτο ποτὶ στρατόν, οὕνεκʼ ἄρα σφι
θέσφατα γεινομένοισι Χάους ἱεροῖο θύγατρες
Μοῖραι ἐπεκλώσαντο καὶ ἀθανάτοις περ ἐοῦσι
πρῶτα Ποσειδάωνι δαμήμεναι, αὐτὰρ ἔπειτα
θαρσαλέῳ Πηλῆι καὶ ἀκαμάτῳ Ἀχιλῆι,
τέτρατον αὖτʼ ἐπὶ τοῖσι Νεοπτολέμῳ μεγαθύμῳ,
τὸν καὶ ἐς Ἠλύσιον πεδίον μετόπισθεν ἔμελλον
Ζηνὸς ὑπʼ ἐννεσίῃσι φέρειν μακάρων ἐπὶ γαῖαν.
τοὔνεκα καὶ στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
μίμνον πὰρ νήεσσιν ἑὸν κατὰ θυμὸν ἄνακτα
τὸν μὲν ἀκηχέμενοι τὸν δʼ αὖ ποθέοντες ἰδέσθαι.
καὶ τότʼ ἐριγδούποιο λιπὼν ἁλὸς ὄβριμον οἶδμα
ἤλυθεν Ἐννοσίγαιος ἐπʼ ᾐόνας· οὐδέ μιν ἄνδρες
ἔδρακον, ἀλλὰ θεῇσι παρίστατο Νηρηίνῃς·
καί ῥα Θέτιν προσέειπεν ἔτʼ ἀχνυμένην Ἀχιλῆος·
ἴσχεο νῦν περὶ παιδὸς ἀπειρέσιον γοόωσα·
οὐ γὰρ ὅ γε φθιμένοισι μετέσσεται, ἀλλὰ θεοῖσιν
ὡς ἀῢς Διόνυσος ἰδὲ σθένος Ἡρακλῆος·
οὐ γάρ μιν μόρος αἰνὸς ὑπὸ ζόφον αἰὲν ἐρύξει
οὐδʼ Ἀΐδης, ἀλλʼ αἶψα καὶ ἐς Διὸς ἵξεται αὐγάς·
καί οἱ δῶρον ἔγωγε θεουδέα νῆσον ὀπάσσω
Εὔξεινον κατὰ πόντον, ὅπῃ θεὸς ἔσσεται αἰεὶ
σὸς πάϊς· ἀμφὶ δὲ φῦλα περικτιόνων μέγα λαῶν
κεῖνον κυδαίνοντα θυηπολίῃς ἐρατεινῇς
ἶσον ἐμοὶ τίσουσι· σὺ δʼ ἴσχεο κωκύουσα
ἐσσυμένως καὶ μή τι χαλέπτεο πένθεϊ θυμόν.
ὣς ἐπὼν ἐπὶ πόντον ἀπήιεν εἴκελος αὔρῃ
παρφάμενος μύθοισι Θέτιν· τῆς δʼ ἐν φρεσὶ θυμὸς
βαιὸν ἀνέπνευσεν· τὰ δέ οἱ θεὸς ἐξετέλεσσεν.
Ἀργεῖοι δὲ γοῶντες ἀπήιον, ᾗχι ἑκάστῳ
νῆες ἔσαν, τὰς ἦγον ἀφʼ Ἑλλάδος· αἱ δʼ Ἑλικῶνα
Πιερίδες νίσσοντο, καὶ εἰς ἄλα Νηρηῖναι
δῦσαν ἀναστενάχουσαι ἐΰφρονα Πηλείωνα.