Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Ecclesiazusae

    Aristophanes

    1 hr 12 min

    Πραξάγορα Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου

    κάλλιστʼ ἐν εὐστόχοισιν ἐζητημένον·

    γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν·

    τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο

    μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις·

    ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.

    σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ

    κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων

    πειρωμέναισι πλησίον παραστατεῖς,

    λορδουμένων τε σωμάτων ἐπιστάτην

    ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.

    μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς

    λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα·

    στοάς τε καρποῦ Βακχίου τε νάματος

    πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς·

    καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.

    ἀνθʼ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα

    ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.

    ἀλλʼ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.

    καίτοι πρὸς ὄρθρον γʼ ἐστίν· ἡ δʼ ἐκκλησία

    αὐτίκα μάλʼ ἔσται· καταλαβεῖν δʼ ἡμᾶς ἕδρας,

    ἃς Φυρόμαχός ποτʼ εἶπεν, εἰ μέμνησθʼ ἔτι,

    δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν.

    τί δῆτʼ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους

    ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν;

    ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν

    ἦν χαλεπὸν αὐταῖς; ἀλλʼ ὁρῶ τονδὶ λύχνον

    προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,

    μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.

    Γυνὴ Α ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως

    ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.

    Πραξάγορα ἐγὼ δέ γʼ ὑμᾶς προσδοκῶσʼ ἠγρηγόρη

    τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα

    τήνδʼ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.

    δεῖ γὰρ τὸν ἄνδρʼ αὐτῆς λαθεῖν.

    Γυνὴ Β ἤκουσά τοι

    ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,

    ἅτʼ οὐ καταδαρθοῦσʼ. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη,

    Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμʼ ἐγώ,

    τὴν νύχθʼ ὅλην ἤλαυνέ μʼ ἐν τοῖς στρώμασιν,

    ὥστʼ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ʼλαβον.

    Γυνὴ Α καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην

    προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.

    Πραξάγορα οὔκουν ἐπείξεσθʼ; ὡς Γλύκη κατώμοσεν

    τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς

    ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.

    Γυνὴ Α τὴν Σμικυθίωνος δʼ οὐχ ὁρᾷς Μελιστίχην

    σπεύδουσαν ἐν ταῖς ἐμβάσιν;

    Πραξάγορα καίτοι δοκεῖ

    κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.

    Γυνὴ Α τὴν τοῦ καπήλου δʼ οὐχ ὁρᾷς Γευσιστράτην

    ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;

    Γυνὴ Β καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου

    ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ

    γυναῖκας, ὅ τι πέρ ἐστʼ ὄφελος ἐν τῇ πόλει.

    Γυνὴ Γ καὶ πάνυ ταλαιπώρως ἔγωγʼ ὦ φιλτάτη

    ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθʼ ὅλην

    ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.

    Πραξάγορα κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδε

    ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ,

    ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.

    Γυνὴ Α ἔγωγε. πρῶτον μέν γʼ ἔχω τὰς μασχάλας

    λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον·

    ἔπειθʼ ὁπόθʼ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου,

    ἀλειψαμένη τὸ σῶμʼ ὅλον διʼ ἡμέρας

    ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.

    Γυνὴ Β κἄγωγε· τὸ ξυρὸν δέ γʼ ἐκ τῆς οἰκίας

    ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη

    καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.

    Πραξάγορα ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν

    πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα;

    Γυνὴ Α νὴ τὴν Ἑκάτην καλόν γʼ ἔγωγε τουτονί.

    Γυνὴ Β κἄγωγʼ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα.

    Πραξάγορα ὑμεῖς δὲ τί φατε;

    Γυνὴ Α φασί· κατανεύουσι γάρ.

    Πραξάγορα καὶ μὴν τά γʼ ἄλλʼ ὑμῖν ὁρῶ πεπραγμένα.

    Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας

    καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.

    Γυνὴ Α ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην

    τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.

    Γυνὴ Β τοῦτʼ ἔστʼ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται.

    Πραξάγορα νὴ τὸν Δία τὸν σωτῆρʼ ἐπιτήδειός γʼ ἂν ἦν

    τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος

    εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον.

    ἀλλʼ ἄγεθʼ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν,

    ἕως ἔτʼ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν·

    ἡκκλησία δʼ, εἰς ἣν παρεσκευάσμεθα

    ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.

    Γυνὴ Α νὴ τὸν Δίʼ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας

    ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.

    Γυνὴ Β ταυτί γέ τοι νὴ τὸν Δίʼ ἐφερόμην, ἵνα

    πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.

    Πραξάγορα πληρουμένης τάλαινα;

    Γυνὴ Β νὴ τὴν Ἄρτεμιν

    ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα

    ξαίνουσα; γυμνὰ δʼ ἐστί μου τὰ παιδία.

    Πραξάγορα ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος

    οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.

    οὐκοῦν καλά γʼ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι

    ὁ δῆμος ὢν κἄπειθʼ ὑπερβαίνουσά τις

    ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.

    ἢν δʼ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν

    ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε

    ὅταν καθῶμεν ὃν περιδησόμεσθʼ ἐκεῖ,

    τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθʼ ὁρῶν;

    Γυνὴ Α Ἀγύρριος γοῦν τὸν Προνόμου πώγωνʼ ἔχων

    λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή·

    νυνὶ δʼ, ὁρᾷς, πράττει τὰ μέγιστʼ ἐν τῇ πόλει.

    Πραξάγορα τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν

    τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,

    ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα

    δυνώμεθʼ, ὥστʼ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν·

    νῦν μὲν γὰρ οὔτε θέομεν οὔτʼ ἐλαύνομεν.

    Γυνὴ Α καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία

    δημηγορήσει;

    Πραξάγορα πολὺ μὲν οὖν ἄριστά που.

    λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι

    πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν·

    ἡμῖν δʼ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.

    Γυνὴ Α οὐκ οἶδα· δεινὸν δʼ ἐστὶν ἡ μὴ ʼμπειρία.

    Πραξάγορα οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,

    ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν.

    οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη

    ἄλλαι θʼ ὅσαι λαλεῖν μεμελετήκασί που.

    Γυνὴ Α τίς δʼ ὦ μέλʼ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;

    Πραξάγορα ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ·

    ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι

    καὐτὴ μεθʼ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.

    Γυνὴ Α δεῦρʼ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν

    ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.

    Πραξάγορα πῶς καταγέλαστον;

    Γυνὴ Α ὥσπερ εἴ τις σηπίαις

    πώγωνα περιδήσειεν ἐσταθευμέναις.

    Πραξάγορα ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.

    πάριτʼ ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν.

    κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;

    Γυνὴ Α ἐγώ.

    Πραξάγορα περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.

    Γυνὴ Α ἰδού.

    Πραξάγορα λέγοις ἄν.

    Γυνὴ Α εἶτα πρὶν πιεῖν λέγω;

    Πραξάγορα ἰδοὺ πιεῖν.

    Γυνὴ Α τί γὰρ ὦ μέλʼ ἐστεφανωσάμην;

    Πραξάγορα ἄπιθʼ ἐκποδών· τοιαῦτʼ ἂν ἡμᾶς ἠργάσω

    κἀκεῖ.

    Γυνὴ Α τί δʼ; οὐ πίνουσι κἀν τἠκκλησίᾳ;

    Πραξάγορα ἰδού γε σοὶ πίνουσι.

    Γυνὴ Α νὴ τὴν Ἄρτεμιν

    καὶ ταῦτα γʼ εὔζωρον. τὰ γοῦν βουλεύματα

    αὐτῶν ὅσʼ ἂν πράξωσιν ἐνθυμουμένοις

    ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.

    καὶ νὴ Δία σπένδουσί γʼ· ἢ τίνος χάριν

    τοσαῦτʼ ἂν ηὔχοντʼ, εἴπερ οἶνος μὴ παρῆν;

    καὶ λοιδοροῦνταί γʼ ὥσπερ ἐμπεπωκότες,

    καὶ τὸν παροινοῦντʼ ἐκφέρουσʼ οἱ τοξόται,

    Πραξάγορα σὺ μὲν βάδιζε καὶ κάθησʼ· οὐδὲν γὰρ εἶ.

    Γυνὴ Α νὴ τὸν Δίʼ ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν·

    δίψῃ γάρ, ὡς ἔοικʼ, ἀφαυανθήσομαι.

    Πραξάγορα ἔσθʼ ἥτις ἑτέρα βούλεται λέγειν;

    Γυνὴ Β ἐγώ.

    Πραξάγορα ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμʼ ἐργάζεται.

    ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς

    διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.

    Γυνὴ Β ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων

    λέγειν τὰ βέλτισθʼ, ἵνʼ ἐκαθήμην ἥσυχος·

    νῦν δʼ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν

    ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν

    ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ.

    Πραξάγορα μὰ τὼ θεώ; τάλαινα ποῦ τὸν νοῦν ἔχεις;

    Γυνὴ Β τί δʼ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γʼ ᾔτησά σε.

    Πραξάγορα μὰ Δίʼ ἀλλʼ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,

    καίτοι τά γʼ ἄλλʼ εἰποῦσα δεξιώτατα.

    Γυνὴ Β ὢ νὴ τὸν Ἀπόλλω.

    Πραξάγορα παῦε τοίνυν, ὡς ἐγὼ

    ἐκκλησιάσουσʼ οὐκ ἂν προβαίην τὸν πόδα

    τὸν ἕτερον, εἰ μὴ ταῦτʼ ἀκριβωθήσεται.

    Γυνὴ Β φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν.

    οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.

    ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι—

    Πραξάγορα γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις;

    Γυνὴ Β διʼ Ἐπίγονόν γʼ ἐκεῖνον· ἐπιβλέψασα γὰρ

    ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.

    Πραξάγορα ἄπερρε καὶ σὺ καὶ κάθησʼ ἐντευθενί·

    αὐτὴ γὰρ ὑμῶν γʼ ἕνεκά μοι λέξειν δοκῶ

    τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι

    τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα.

    ἐμοὶ δʼ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα

    ὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω

    τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα.

    ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην

    ἀεὶ πονηροῖς· κἄν τις ἡμέραν μίαν

    χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.

    ἐπέτρεψας ἑτέρῳ· πλείονʼ ἔτι δράσει κακά.

    χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν,

    οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε,

    τοὺς δʼ οὐκ ἐθέλοντας ἀντιβολεῖθʼ ἑκάστοτε.

    ἐκκλησίαισιν ἦν ὅτʼ οὐκ ἐχρώμεθα

    οὐδὲν τὸ παράπαν· ἀλλὰ τόν γʼ Ἀγύρριον

    πονηρὸν ἡγούμεσθα· νῦν δὲ χρωμένων

    ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν,

    ὁ δʼ οὐ λαβὼν εἶναι θανάτου φήσʼ ἀξίους

    τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ.

    Γυνὴ Α νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.

    Πραξάγορα τάλαινʼ Ἀφροδίτην ὤμοσας; χαρίεντά γʼ ἂν

    ἔδρασας, εἰ τοῦτʼ εἶπας ἐν τἠκκλησίᾳ.

    Γυνὴ Α ἀλλʼ οὐκ ἂν εἶπον.

    Πραξάγορα μηδʼ ἐθίζου νῦν λέγειν.

    τὸ συμμαχικὸν αὖ τοῦθʼ, ὅτʼ ἐσκοπούμεθα,

    εἰ μὴ γένοιτʼ, ἀπολεῖν ἔφασκον τὴν πόλιν·

    ὅτε δὴ δʼ ἐγένετʼ, ἤχθοντο, τῶν δὲ ῥητόρων

    ὁ τοῦτʼ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο.

    ναῦς δεῖ καθέλκειν· τῷ πένητι μὲν δοκεῖ,

    τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ.

    Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι·

    νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ.

    Ἀργεῖος ἀμαθής, ἀλλʼ Ἱερώνυμος σοφός·

    σωτηρία παρέκυψεν, ἀλλʼ ὡρᾴζεται

    Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.

    Γυνὴ Α ὡς ξυνετὸς ἁνήρ.

    Πραξάγορα νῦν καλῶς ἐπῄνεσας.

    ὑμεῖς γάρ ἐστʼ ὦ δῆμε τούτων αἴτιοι.

    τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα

    ἰδίᾳ σκοπεῖσθʼ ἕκαστος ὅ τι τις κερδανεῖ,

    τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.

    ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθʼ ἔτι.

    ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν

    ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις

    ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.

    Γυνὴ Α εὖ γʼ εὖ γε νὴ Δίʼ εὖ γε.

    Γυνὴ Β λέγε λέγʼ ὦγαθέ.

    Πραξάγορα ὡς δʼ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες

    ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια

    βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον

    ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας

    ἴδοις ἂν αὐτάς. ἡ δʼ Ἀθηναίων πόλις,

    εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο,

    εἰ μή τι καινὸν ἄλλο περιηργάζετο.

    καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ·

    ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ·

    τὰ Θεσμοφόριʼ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ·

    πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ·

    τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ·

    μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ·

    αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ·

    οἶνον φιλοῦσʼ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ·

    βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ.

    ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν

    μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα

    τί ποτʼ ἄρα δρᾶν μέλλουσιν, ἀλλʼ ἁπλῷ τρόπῳ

    ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,

    ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες

    σῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτία

    τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν;

    χρήματα πορίζειν εὐπορώτατον γυνή,

    ἄρχουσά τʼ οὐκ ἂν ἐξαπατηθείη ποτέ·

    αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι.

    τὰ δʼ ἄλλʼ ἐάσω· ταῦτʼ ἐὰν πίθησθέ μοι,

    εὐδαιμονοῦντες τὸν βίον διάξετε.

    Γυνὴ Α εὖ γʼ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.

    πόθεν ὦ τάλαινα ταῦτʼ ἔμαθες οὕτω καλῶς;

    Πραξάγορα ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησʼ ἐν πυκνί·

    ἔπειτʼ ἀκούουσʼ ἐξέμαθον τῶν ῥητόρων.

    Γυνὴ Α οὐκ ἐτὸς ἄρʼ ὦ μέλʼ ἦσθα δεινὴ καὶ σοφή·

    καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν

    αἱρούμεθʼ, ἢν ταῦθʼ ἁπινοεῖς κατεργάσῃ.

    ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,

    πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;

    Πραξάγορα φήσω παραφρονεῖν αὐτόν.

    Γυνὴ Α ἀλλὰ τοῦτό γε

    ἴσασι πάντες.

    Πραξάγορα ἀλλὰ καὶ μελαγχολᾶν.

    Γυνὴ Α καὶ τοῦτʼ ἴσασιν.

    Πραξάγορα ἀλλὰ καὶ τὰ τρύβλια

    κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.

    Γυνὴ Α τί δʼ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;

    Πραξάγορα τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.

    Γυνὴ Α τί δʼ ἢν ὑποκρούωσίν σε;

    Πραξάγορα προσκινήσομαι

    ἅτʼ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.

    Γυνὴ Α ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σʼ οἱ τοξόται

    ἕλκωσιν, ὅ τι δράσεις ποτʼ.

    Πραξάγορα ἐξαγκωνιῶ

    ὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι.

    Γυνὴ Β ἡμεῖς δέ γʼ, ἢν αἴρωσʼ, ἐᾶν κελεύσομεν.

    Γυνὴ Α ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς

    ἐκεῖνο δʼ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ

    τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.

    εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.

    Πραξάγορα χαλεπὸν τὸ πρᾶγμʼ· ὅμως δὲ χειροτονητέον

    ἐξωμισάσαις τὸν ἕτερον βραχίονα.

    ἄγε νυν ἀναστέλλεσθʼ ἄνω τὰ χιτώνια·

    ὑποδεῖσθε δʼ ὡς τάχιστα τὰς Λακωνικάς,

    ὥσπερ τὸν ἄνδρʼ ἐθεᾶσθʼ, ὅτʼ εἰς ἐκκλησίαν

    μέλλοι βαδίζειν ἢ θύραζʼ ἑκάστοτε.

    ἔπειτʼ ἐπειδὰν ταῦτα πάντʼ ἔχῃ καλῶς,

    περιδεῖσθε τοὺς πώγωνας. ἡνίκʼ ἂν δέ γε

    τούτους ἀκριβώσητε περιηρμοσμέναι,

    καὶ θαἰμάτια τἀνδρεῖά γʼ ἅπερ ἐκλέψατε

    ἐπαναβάλεσθε, κᾆτα ταῖς βακτηρίαις

    ἐπερειδόμεναι βαδίζετʼ ᾄδουσαι μέλος

    πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι

    τὸν τῶν ἀγροίκων.

    Γυνὴ Β εὖ λέγεις· ἡμεῖς δέ γε

    προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι

    ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκνʼ ἥξειν ἄντικρυς

    γυναῖκας.

    Πραξάγορα ἀλλὰ σπεύσαθʼ ὡς εἴωθʼ ἐκεῖ

    τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα

    ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.

    Χορός χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες· ἠπείλησε γὰρ

    ὁ θεσμοθέτης, ὃς ἂν

    μὴ πρῲ πάνυ τοῦ κνέφους

    ἥκῃ κεκονιμένος,

    στέργων σκοροδάλμῃ

    βλέπων ὑπότριμμα, μὴ

    δώσειν τὸ τριώβολον.

    ἀλλʼ ὦ Χαριτιμίδη

    καὶ Σμίκυθε καὶ Δράκης

    ἕπου κατεπείγων,

    σαυτῷ προσέχων ὅπως

    μηδὲν παραχορδιεῖς

    ὧν δεῖ σʼ ἀποδεῖξαι·

    ὅπως δὲ τὸ σύμβολον

    λαβόντες ἔπειτα πλησίοι

    καθεδούμεθʼ, ὡς

    ἂν χειροτονῶμεν

    ἅπανθʼ ὁπόσʼ ἂν δέῃ

    τὰς ἡμετέρας φίλας.

    καίτοι τί λέγω; φίλους

    γὰρ χρῆν μʼ ὀνομάζειν.

    Χορός ὅρα δʼ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως

    ἥκοντας, ὅσοι πρὸ τοῦ

    μέν, ἡνίκʼ ἔδει λαβεῖν

    ἐλθόντʼ ὀβολὸν μόνον,

    καθῆντο λαλοῦντες

    ἐν τοῖς στεφανώμασιν,

    νυνὶ δʼ ἐνοχλοῦσʼ ἄγαν.

    ἀλλʼ οὐχί, Μυρωνίδης

    ὅτʼ ἦρχεν ὁ γεννάδας,

    οὐδεὶς ἂν ἐτόλμα

    τὰ τῆς πόλεως διοικεῖν

    ἀργύριον φέρων·

    ἀλλʼ ἧκεν ἕκαστος

    ἐν ἀσκιδίῳ φέρων

    πιεῖν ἅμα τʼ ἄρτον αὑτῷ

    καὶ δύο κρομμύω

    καὶ τρεῖς ἂν ἐλάας.

    νυνὶ δὲ τριώβολον

    ζητοῦσι λαβεῖν, ὅταν

    πράττωσί τι κοινὸν ὥσ-

    περ πηλοφοροῦντες.

    Βλέπυρος τί τὸ πρᾶγμα; ποῖ ποθʼ ἡ γυνὴ φρούδη ʼστί μοι;

    ἐπεὶ πρὸς ἕω νῦν γʼ ἔστιν, ἡ δʼ οὐ φαίνεται.

    ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,

    τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ

    καὶ θοἰμάτιον· ὅτε δὴ δʼ ἐκεῖνο ψηλαφῶν

    οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δʼ ἤδη τὴν θύραν

    ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω

    τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,

    καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.

    ἀλλʼ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;

    ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;

    οὐ γάρ με νῦν χέζοντά γʼ οὐδεὶς ὄψεται.

    οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην

    γυναῖχʼ· ὅσας εἴμʼ ἄξιος πληγὰς λαβεῖν.

    οὐ γάρ ποθʼ ὑγιὲς οὐδὲν ἐξελήλυθεν

    δράσουσʼ. ὅμως δʼ οὖν ἐστιν ἀποπατητέον.

    Ἀνήρ τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;

    Βλέπυρος νὴ τὸν Δίʼ αὐτὸς δῆτʼ ἐκεῖνος.

    Ἀνήρ εἰπέ μοι,

    τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που

    Κινησίας σου κατατετίληκέν ποθεν;

    Βλέπυρος οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα

    τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.

    Ἀνήρ τὸ δʼ ἱμάτιόν σου ποῦ ʼστιν;

    Βλέπυρος οὐκ ἔχω φράσαι.

    ζητῶν γὰρ αὔτʼ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.

    Ἀνήρ εἶτʼ οὐδὲ τὴν γυναῖκʼ ἐκέλευσάς σοι φράσαι;

    Βλέπυρος μὰ τὸν Δίʼ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,

    ἀλλʼ ἐκτετρύπηκεν λαθοῦσά μʼ ἔνδοθεν·

    ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.

    Ἀνήρ νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς

    ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμʼ ἐγὼ

    φρούδη ʼστʼ ἔχουσα θοἰμάτιον οὑγὼ ʼφόρουν.

    κοὐ τοῦτο λυπεῖ μʼ, ἀλλὰ καὶ τὰς ἐμβάδας.

    οὔκουν λαβεῖν γʼ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.

    Βλέπυρος μὰ τὸν Διόνυσον οὐδʼ ἐγὼ γὰρ τὰς ἐμὰς

    Λακωνικάς, ἀλλʼ ὡς ἔτυχον χεζητιῶν,

    ἐς τὼ κοθόρνω τὼ πόδʼ ἐνθεὶς ἵεμαι,

    ἵνα μὴ ʼγχέσαιμʼ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν.

    Ἀνήρ τί δῆτʼ ἂν εἴη; μῶν ἐπʼ ἄριστον γυνὴ

    κέκληκεν αὐτὴν τῶν φίλων;

    Βλέπυρος γνώμην γʼ ἐμήν.

    Ἀνήρ οὔκουν πονηρά γʼ ἐστὶν ὅ τι κἄμʼ εἰδέναι.

    ἀλλὰ σὺ μὲν ἱμονιάν τινʼ ἀποπατεῖς, ἐμοὶ δʼ

    ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,

    ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.

    Βλέπυρος κἄγωγʼ, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μου

    ἀχράς τις ἐγκλῄσασʼ ἔχει τὰ σιτία.

    Ἀνήρ μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;

    Βλέπυρος νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.

    ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με

    μόνον τὸ λυποῦν ἐστιν, ἀλλʼ ὅταν φάγω,

    ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.

    νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,

    ὅστις ποτʼ ἔσθʼ ἅνθρωπος ἁχραδούσιος.

    τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;

    τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην;

    ἀλλʼ οἶδʼ, Ἀμύνων. ἀλλʼ ἴσως ἀρνήσεται.

    Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.

    οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων

    οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.

    ὦ πότνιʼ Εἰλείθυια μή με περιίδῃς

    διαρραγέντα μηδὲ βεβαλανωμένον,

    ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.

    Χρέμης οὗτος τί ποιεῖς; οὔτι που χέζεις;

    Βλέπυρος ἐγώ;

    οὐ δῆτʼ ἔτι γε μὰ τὸν Δίʼ, ἀλλʼ ἀνίσταμαι.

    Χρέμης τὸ τῆς γυναικὸς δʼ ἀμπέχει χιτώνιον;

    Βλέπυρος ἐν τῷ σκότῳ γὰρ τοῦτʼ ἔτυχον ἔνδον λαβών.

    ἀτὰρ πόθεν ἥκεις ἐτεόν;

    Χρέμης ἐξ ἐκκλησίας.

    Βλέπυρος ἤδη λέλυται γάρ;

    Χρέμης νὴ Δίʼ ὄρθριον μὲν οὖν.

    καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε

    γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ.

    Βλέπυρος τὸ τριώβολον δῆτʼ ἔλαβες;

    Χρέμης εἰ γὰρ ὤφελον.

    ἀλλʼ ὕστερος νῦν ἦλθον, ὥστʼ αἰσχύνομαι

    μὰ τὸν Δίʼ οὐδένʼ ἄλλον ἢ τὸν θύλακον.

    Βλέπυρος τὸ δʼ αἴτιον τί;

    Χρέμης πλεῖστος ἀνθρώπων ὄχλος,

    ὅσος οὐδεπώποτʼ ἦλθʼ ἁθρόος ἐς τὴν πύκνα.

    καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν

    ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλʼ ὑπερφυῶς

    ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία·

    ὥστʼ οὐκ ἔλαβον οὔτʼ αὐτὸς οὔτʼ ἄλλοι συχνοί.

    Βλέπυρος οὐδʼ ἄρʼ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών;

    Χρέμης πόθεν;

    οὐδʼ εἰ μὰ Δία τότʼ ἦλθες ὅτε τὸ δεύτερον

    ἁλεκτρυὼν ἐφθέγγετʼ.

    Βλέπυρος οἴμοι δείλαιος.

    Ἀντίλοχʼ ἀποίμωξόν με τοῦ τριωβόλου

    τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται.

    ἀτὰρ τί τὸ πρᾶγμʼ ἦν, ὅτι τοσοῦτον χρῆμʼ ὄχλου

    οὕτως ἐν ὥρᾳ ξυνελέγη;

    Χρέμης τί δʼ ἄλλο γʼ ἢ

    ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας

    γνώμας καθεῖναι τῆς πόλεως; κᾆτʼ εὐθέως

    πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.

    κἄπειθʼ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,

    οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,

    καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,

    ὃς αὐτὸς αὑτῷ βλεφαρίδʼ οὐκ ἐσώσατο;

    ὁ δʼ ἀναβοήσας καὶ περιβλέψας ἔφη,

    τί δαί με χρῆν δρᾶν;

    Βλέπυρος σκόροδʼ ὁμοῦ τρίψαντʼ ὀπῷ

    τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ

    σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας,

    ἔγωγʼ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.

    Χρέμης μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος

    παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν·

    αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν·

    κἄπειτʼ ἔλεξε δημοτικωτάτους λόγους·

    ὁρᾶτε μέν με δεόμενον σωτηρίας

    τετραστατήρου καὐτόν· ἀλλʼ ὅμως ἐρῶ

    ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.

    ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς

    χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ,

    πλευρῖτις ἡμῶν οὐδένʼ ἂν λάβοι ποτέ.

    ὅσοις δὲ κλίνη μή ʼστι μηδὲ στρώματα,

    ἰέναι καθευδήσοντας ἀπονενιμμένους

    ἐς τῶν σκυλοδεψῶν· ἢν δʼ ἀποκλῄῃ θύρᾳ

    χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.

    Βλέπυρος νὴ τὸν Διόνυσον χρηστά γʼ· εἰ δʼ ἐκεῖνά γε

    προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,

    τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας

    δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά,

    ἵνα τοῦτʼ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.

    Χρέμης μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας

    λευκός τις ἀνεπήδησʼ ὅμοιος Νικίᾳ

    δημηγορήσων, κἀπεχείρησεν λέγειν

    ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.

    εἶτʼ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι,

    τὸ σκυτοτομικὸν πλῆθος, οἱ δʼ ἐκ τῶν ἀγρῶν

    ἀνεβορβόρυξαν.

    Βλέπυρος νοῦν γὰρ εἶχον νὴ Δία.

    Χρέμης ἀλλʼ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ,

    τὰς μὲν γυναῖκας πόλλʼ ἀγαθὰ λέγων, σὲ δὲ

    πολλὰ κακά.

    Βλέπυρος καὶ τί εἶπε;

    Χρέμης πρῶτον μέν σʼ ἔφη

    εἶναι πανοῦργον.

    Βλέπυρος καὶ σέ;

    Χρέμης μή πω τοῦτʼ ἔρῃ.

    κἄπειτα κλέπτην.

    Βλέπυρος ἐμὲ μόνον;

    Χρέμης καὶ νὴ Δία

    καὶ συκοφάντην.

    Βλέπυρος ἐμὲ μόνον;

    Χρέμης καὶ νὴ Δία

    τωνδὶ τὸ πλῆθος.

    Βλέπυρος τίς δὲ τοῦτʼ ἄλλως λέγει;

    Χορὸς γυναῖκα δʼ εἶναι πρᾶγμʼ ἔφη νουβυστικὸν

    καὶ χρηματοποιόν· κοὔτε τἀπόρρητʼ ἔφη

    ἐκ Θεσμοφόροιν ἑκάστοτʼ αὐτὰς ἐκφέρειν,

    σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.

    Βλέπυρος καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γʼ οὐκ ἐψεύσατο.

    Χρέμης ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη

    ἱμάτια χρυσίʼ ἀργύριον ἐκπώματα

    μόνας μόναις, οὐ μαρτύρων ἐναντίον,

    καὶ ταῦτʼ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,

    ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.

    Βλέπυρος νὴ τὸν Ποσειδῶ μαρτύρων γʼ ἐναντίον.

    Χρέμης οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν

    δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά,

    ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.

    Βλέπυρος τί δῆτʼ ἔδοξεν;

    Χρέμης ἐπιτρέπειν γε τὴν πόλιν

    ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει

    οὔπω γεγενῆσθαι.

    Βλέπυρος καὶ δέδοκται;

    Χρέμης φήμʼ ἐγώ.

    Βλέπυρος ἅπαντά τʼ αὐταῖς ἐστι προστεταγμένα

    ἃ τοῖσιν ἀστοῖς ἔμελεν;

    Χρέμης οὕτω ταῦτʼ ἔχει.

    Βλέπυρος οὐδʼ ἐς δικαστήριον ἄρʼ εἶμʼ ἀλλʼ ἡ γυνή;

    Χρέμης οὐδʼ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλʼ ἡ γυνή.

    Βλέπυρος οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμʼ ἆρά μοι;

    Χρέμης μὰ Δίʼ ἀλλὰ ταῖς γυναιξὶ ταῦτʼ ἤδη μέλει·

    σὺ δʼ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.

    Βλέπυρος ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν,

    μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας

    ἔπειτʼ ἀναγκάζωσι πρὸς βίαν—

    Χρέμης τί δρᾶν;

    Βλέπυρος κινεῖν ἑαυτάς.

    Χρέμης ἢν δὲ μὴ δυνώμεθα;

    Βλέπυρος ἄριστον οὐ δώσουσι.

    Χρέμης σὺ δέ γε νὴ Δία

    δρᾶ ταῦθʼ, ἵνʼ ἀριστᾷς τε καὶ κινῇς ἅμα.

    Βλέπυρος τὸ πρὸς βίαν δεινότατον.

    Χρέμης ἀλλʼ εἰ τῇ πόλει

    τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντʼ ἄνδρα δρᾶν.

    Βλέπυρος λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,

    ἀνόηθʼ ὅσʼ ἂν καὶ μῶρα βουλευσώμεθα,

    ἅπαντʼ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.

    Χρέμης καὶ ξυμφέροι γʼ ὦ πότνια Παλλὰς καὶ θεοί.

    ἀλλʼ εἶμι· σὺ δʼ ὑγίαινε.

    Βλέπυρος καὶ σύ γʼ ὦ Χρέμης.

    Χορὸς ἔμβα χώρει.

    ἆρʼ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;

    στρέφου σκόπει,

    φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι,

    μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.

    Χορὸς ἀλλʼ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε·

    ἡμῖν δʼ ἂν αἰσχύνην φέροι

    πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτʼ ἐλεγχθέν.

    πρὸς ταῦτα συστέλλου σεαυτὴν

    καὶ περισκοπουμένη

    τἀνθένδε καὶ τἀκεῖσε καὶ

    τἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα.

    ἀλλʼ ἐγκονῶμεν· τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη,

    ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθʼ ἡνίκʼ ᾖμεν·

    τὴν δʼ οἰκίαν ἔξεσθʼ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς

    ἔσθʼ ἡ τὸ πρᾶγμʼ εὑροῦσʼ ὃ νῦν ἔδοξε τοῖς πολίταις.

    Χορὸς ὥστʼ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστʼ ἐπαναμενούσας

    πώγωνας ἐξηρτημένας,

    μὴ καὶ τις †ὄψεθʼ ἡμᾶσ† χἠμῶν ἴσως κατείπῃ.

    ἀλλʼ εἶα δεῦρʼ ἐπὶ σκιᾶς

    ἐλθοῦσα πρὸς τὸ τειχίον

    παραβλέπουσα θατέρῳ

    πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα,

    καὶ μὴ βράδυνʼ· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν

    χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλʼ ἐπείγου

    ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα·

    χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτʼ ἔχουσαι.

    Χορὸς κεῖται καὶ δὴ πάνθʼ ἅπερ εἶπας, σὸν δʼ ἔργον τἄλλα διδάσκειν,

    ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.

    οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασʼ οἶδα γυναικί.

    Πραξάγορα περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχιεροτόνημαι,

    ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι

    ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.

    Βλέπυρος αὕτη πόθεν ἥκεις Πραξαγόρα;

    Πραξάγορα τί δʼ ὦ μέλε

    σοὶ τοῦθʼ;

    Βλέπυρος ὅ τί μοι τοῦτʼ ἔστιν; ὡς εὐηθικῶς.

    Πραξάγορα οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.

    Βλέπυρος οὐκ ἴσως

    ἑνός γε.

    Πραξάγορα καὶ μὴν βασανίσαι τουτί γέ σοι

    ἔξεστι.

    Βλέπυρος πῶς;

    Πραξάγορα εἰ τῆς κεφαλῆς ὄζω μύρου.

    Βλέπυρος τί δʼ; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;

    Πραξάγορα οὐ δῆτα τάλαν ἔγωγε.

    Βλέπυρος πῶς οὖν ὄρθριον

    ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;

    Πραξάγορα γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη

    μετεπέμψατʼ ὠδίνουσα.

    Βλέπυρος κᾆτʼ οὐκ ἦν ἐμοὶ

    φράσασαν ἰέναι;

    Πραξάγορα τῆς λεχοῦς δʼ οὐ φροντίσαι

    οὕτως ἐχούσης ὦνερ;

    Βλέπυρος εἰποῦσάν γέ μοι.

    ἀλλʼ ἔστιν ἐνταῦθά τι κακόν.

    Πραξάγορα μὰ τὼ θεὼ

    ἀλλʼ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲ

    ἥπερ μεθῆκέ μʼ ἐξιέναι πάσῃ τέχνῃ.

    Βλέπυρος εἶτʼ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σʼ ἔχειν;

    ἀλλʼ ἔμʼ ἀποδύσασʼ ἐπιβαλοῦσα τοὔγκυκλον

    ᾤχου καταλιποῦσʼ ὡσπερεὶ προκείμενον,

    μόνον οὐ στεφανώσασʼ οὐδʼ ἐπιθεῖσα λήκυθον.

    Πραξάγορα ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής·

    ἔπειθʼ ἵνʼ ἀλεαίνοιμι, τοῦτʼ ἠμπεσχόμην·

    σὲ δʼ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν

    κατέλιπον ὦνερ.

    Βλέπυρος αἱ δὲ δὴ Λακωνικαὶ

    ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;

    Πραξάγορα ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην

    μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν

    καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.

    Βλέπυρος οἶσθʼ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,

    ὃν χρῆν ἔμʼ ἐξ ἐκκλησίας εἰληφέναι;

    Πραξάγορα μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον.

    Βλέπυρος ἡκκλησία;

    Πραξάγορα μὰ Δίʼ ἀλλʼ ἐφʼ ἣν ἐγᾠχόμην.

    ἀτὰρ γεγένηται;

    Βλέπυρος ναὶ μὰ Δίʼ. οὐκ ᾔδησθά με

    φράσαντά σοι χθές;

    Πραξάγορα ἄρτι γʼ ἀναμιμνῄσκομαι.

    Βλέπυρος οὐδʼ ἄρα τὰ δόξαντʼ οἶσθα;

    Πραξάγορα μὰ Δί ἐγὼ μὲν οὔ.

    Βλέπυρος κάθησο τοίνυν σηπίας μασωμένη.

    ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.

    Πραξάγορα τί δρᾶν; ὑφαίνειν;

    Βλέπυρος οὐ μὰ Δίʼ ἀλλʼ ἄρχειν.

    Πραξάγορα τίνων;

    Βλέπυρος ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.

    Πραξάγορα νὴ τὴν Ἀφροδίτην μακαρία γʼ ἄρ ἡ πόλις

    ἔσται τὸ λοιπόν.

    Βλέπυρος κατὰ τί;

    Πραξάγορα πολλῶν οὕνεκα.

    οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν

    ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν,

    οὐ συκοφαντεῖν—

    Βλέπυρος μηδαμῶς πρὸς τῶν θεῶν

    τουτὶ ποιήσῃς μηδʼ ἀφέλῃ μου τὸν βίον.

    Ἀνήρ ὦ δαιμόνιʼ ἀνδρῶν τὴν γυναῖκʼ ἔα λέγειν.

    Πραξάγορα μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,

    μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,

    μὴ λοιδορεῖσθαι, μὴ ʼνεχυραζόμενον φέρειν.

    Ἀνήρ νὴ τὸν Ποσειδῶ μεγάλα γʼ, εἰ μὴ ψεύσεται.

    Πραξάγορα ἀλλʼ ἀποφανῶ τοῦθʼ, ὥστε σέ τέ μοι μαρτυρεῖν

    καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι.

    Χορὸς νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν

    φροντίδʼ ἐπισταμένην

    ταῖσι φίλαισιν ἀμύνειν.

    καινὴ γὰρ ἐπʼ εὐτυχίαισιν

    ἔρχεται γλώττης ἐπίνοια πολίτην

    δῆμον ἐπαγλαϊοῦσα

    μυρίαισιν ὠφελίαισι βίου· δηλοῦν δʼ ὅ τί περ δύνασαι καιρός.

    δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν.

    ἀλλὰ πέραινε μόνον

    μήτε δεδραμένα μήτʼ εἰρημένα πω πρότερον·

    μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται.

    Χορὸς ἀλλʼ οὐ μέλλειν, ἀλλʼ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις,

    ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι θεαταῖς.

    Πραξάγορα καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω· τοὺς δὲ θεατάς,

    εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν

    τοῖς τʼ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτʼ ἔσθʼ ὃ μάλιστα δέδοικα.

    Βλέπυρος περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς· τοῦτο γὰρ ἡμῖν

    δρᾶν ἀντʼ ἄλλης ἀρχῆς ἐστιν, τῶν δʼ ἀρχαίων ἀμελῆσαι.

    Πραξάγορα μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδʼ ὑποκρούσῃ,

    πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι.

    κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας

    κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δʼ ἄθλιον εἶναι,

    μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δʼ εἶναι μηδὲ ταφῆναι,

    μηδʼ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δʼ οὐδʼ ἀκολούθῳ·

    ἀλλʼ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον καὶ τοῦτον ὅμοιον.

    Βλέπυρος πῶς οὖν ἔσται κοινὸς ἅπασιν;

    Πραξάγορα κατέδει πέλεθον πρότερός μου.

    Βλέπυρος καὶ τῶν πελέθων κοινωνοῦμεν;

    Πραξάγορα μὰ Δίʼ ἀλλʼ ἔφθης μʼ ὑποκρούσας.

    τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν· τὴν γῆν πρώτιστα ποιήσω

    κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλʼ ὁπόσʼ ἐστὶν ἑκάστῳ.

    εἶτʼ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς

    ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσέχουσαι.

    Βλέπυρος πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ

    καὶ Δαρεικοὺς ἀφανῆ πλοῦτον;

    Πραξάγορα τοῦτʼ ἐς τὸ μέσον καταθήσει.

    καὶ μὴ καταθεὶς ψευδορκήσει.

    Βλέπυρος κἀκτήσατο γὰρ διὰ τοῦτο.

    Πραξάγορα ἀλλʼ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ.

    Βλέπυρος κατὰ δὴ τί;

    Πραξάγορα οὐδεὶς οὐδὲν πενίᾳ δράσει· πάντα γὰρ ἕξουσιν ἅπαντες,

    ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους.

    ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν ἀπόδειξον.

    Βλέπυρος οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσʼ οἷς ταῦτα πάρεστιν;

    Πραξάγορα πρότερόν γʼ ὦταῖρʼ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν·

    νῦν δʼ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι;

    Βλέπυρος ἢν μείρακʼ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι,

    ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει

    ξυγκαταδαρθών.

    Πραξάγορα ἀλλʼ ἐξέσται προῖκʼ αὐτῷ ξυγκαταδαρθεῖν.

    καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι

    καὶ παιδοποιεῖν τῷ βουλομένῳ.

    Βλέπυρος πῶς οὖν οὐ πάντες ἴασιν

    ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;

    Πραξάγορα αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται·

    κᾆτʼ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθʼ ὑποκρούσει.

    Βλέπυρος καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν,

    οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσʼ οἷ φῂς ἀφικέσθαι;

    Πραξάγορα οὐχὶ μαχοῦνται· περὶ σοῦ θάρρει· μὴ δείσῃς· οὐχὶ μαχοῦνται.

    Βλέπυρος περὶ τοῦ;

    Πραξάγορα τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει.

    Βλέπυρος τὸ μὲν ὑμέτερον γνώμην τινʼ ἔχει· προβεβούλευται γάρ, ὅπως ἂν

    μηδεμιᾶς ᾖ τρύπημα κενόν· τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;

    φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται.

    Πραξάγορα ἀλλὰ φυλάξουσʼ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας

    ἀπὸ τοῦ δείπνου καὶ τηρήσουσʼ ἐπὶ τοῖσιν δημοσίοισιν·

    κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς καὶ τοῖς μεγάλοις καταδαρθεῖν

    ταῖσι γυναιξὶ πρὶν ἂν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται.

    Βλέπυρος ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει.

    Πραξάγορα νὴ τὸν Ἀπόλλω καὶ δημοτική γʼ ἡ γνώμη καὶ καταχήνη

    τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων,

    ὅταν ἐμβάδʼ ἔχων εἴπῃ πρότερος, παραχώρει κᾆτʼ ἐπιτήρει,

    ὅταν ἤδη ʼγὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν.

    Βλέπυρος πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος

    ἔσται δυνατὸς διαγιγνώσκειν;

    Πραξάγορα τί δὲ δεῖ; πατέρας γὰρ ἅπαντας

    τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν.

    Βλέπυρος οὐκοῦν ἄγξουσʼ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα

    διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρʼ ὄντα

    ἄγχουσι. τί δῆθʼ ὅταν ἀγνὼς ᾖ; πῶς οὐ τότε κἀπιχεσοῦνται;

    Πραξάγορα ἀλλʼ ὁ παρεστὼς οὐκ ἐπιτρέψει· τότε δʼ αὐτοῖς οὐκ ἔμελʼ οὐδὲν

    τῶν ἀλλοτρίων ὅστις τύπτοι· νῦν δʼ ἢν πληγέντος ἀκούσῃ,

    μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται.

    Βλέπυρος τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς· εἰ δὲ προσελθὼν Ἐπίκουρος

    ἢ Λευκολόφας πάππαν με καλεῖ, τοῦτʼ ἤδη δεινὸν ἀκοῦσαι.

    Πραξάγορα πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι,

    Βλέπυρος τὸ ποῖον;

    Πραξάγορα εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρʼ εἶναι.

    Βλέπυρος οἰμώζοι γʼ ἂν καὶ κωκύοι.

    Πραξάγορα σὺ δέ γʼ ὄζοις ἂν καλαμίνθης,

    ἀλλʼ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι,

    ὥστʼ οὐχὶ δέος μή σε φιλήσῃ.

    Βλέπυρος δεινὸν μέντἂν ἐπεπόνθη.

    τὴν γῆν δὲ τίς ἔσθʼ ὁ γεωργήσων;

    Πραξάγορα οἱ δοῦλοι. σοὶ δὲ μελήσει,

    ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.

    Βλέπυρος περὶ δʼ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτʼ ἔστιν ἐρέσθαι.

    Πραξάγορα τὰ μὲν ὄνθʼ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφʼ ἡμεῖς ὑφανοῦμεν.

    Βλέπυρος ἓν ἔτι ζητῶ· πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ,

    πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γʼ ἐστὶ δίκαιον.

    Πραξάγορα ἀλλʼ οὐδὲ δίκαι πρῶτον ἔσονται.

    Βλέπυρος τουτὶ τοὔπος σʼ ἐπιτρίψει.

    Πραξάγορα κἀγὼ ταύτην γνώμην ἐθέμην· τοῦ γὰρ τάλαν οὕνεκʼ ἔσονται;

    Βλέπυρος πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω· πρῶτον δʼ ἑνὸς οὕνεκα δήπου,

    ἤν τις ὀφείλων ἐξαρνῆται.

    Πραξάγορα πόθεν οὖν ἐδάνεισʼ ὁ δανείσας

    ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπουʼ στʼ ἐπίδηλος.

    Βλέπυρος νὴ τὴν Δήμητρʼ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,

    τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν

    εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σʼ ἀπορήσειν.

    Πραξάγορα ἀπὸ τῆς μάζης ἧς σιτεῖται· ταύτης γὰρ ὅταν τις ἀφαιρῇ,

    οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.

    Βλέπυρος οὐδʼ αὖ κλέπτης οὐδεὶς ἔσται;

    Πραξάγορα πῶς γὰρ κλέψει μετὸν αὐτῷ;

    Βλέπυρος οὐδʼ ἀποδύσουσʼ ἄρα τῶν νυκτῶν;

    Πραξάγορα οὐκ ἢν οἴκοι γε καθεύδῃς,

    οὐδʼ ἤν γε θύραζʼ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν ὑπάρξει.

    ἢν δʼ ἀποδύῃ γʼ, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι;

    ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.

    Βλέπυρος οὐδὲ κυβεύσουσʼ ἆρʼ ἄνθρωποι;

    Πραξάγορα περὶ τοῦ γὰρ τοῦτο ποιήσει;

    Βλέπυρος τὴν δὲ δίαιταν τίνα ποιήσεις;

    Πραξάγορα κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ

    μίαν οἴκησίν φημι ποιήσειν συρρήξασʼ εἰς ἓν ἅπαντα,

    ὥστε βαδίζειν ὡς ἀλλήλους.

    Βλέπυρος τὸ δὲ δεῖπνον ποῦ παραθήσεις;

    Πραξάγορα τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.

    Βλέπυρος τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται;

    Πραξάγορα τοὺς κρατῆρας καταθήσω

    καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν

    τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται,

    ἵνα μὴ δειπνῶσʼ αἰσχυνόμενοι.

    Βλέπυρος νὴ τὸν Ἀπόλλω χάριέν γε.

    τὰ δὲ κληρωτήρια ποῖ τρέψεις;

    Πραξάγορα εἰς τὴν ἀγορὰν καταθήσω·

    κᾆτα στήσασα παρʼ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν

    εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ·

    και κηρύξει τοὺς ἐκ τοῦ βῆτʼ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν

    τὴν βασίλειον δειπνήσοντας· τὸ δὲ θῆτʼ ἐς τὴν παρὰ b ταύτην,

    τοὺς δʼ ἐκ τοῦ κάππʼ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.

    Βλέπυρος ἵνα κάπτωσιν;

    Πραξάγορα μὰ Δίʼ ἀλλʼ ἵνʼ ἐκεῖ δειπνῶσιν.

    Βλέπυρος ὅτῳ δὲ τὸ γράμμα

    μὴ ʼξελκυσθῇ καθʼ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες.

    Πραξάγορα ἀλλʼ οὐκ ἔσται τοῦτο παρʼ ἡμῖν·

    πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν,

    ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ

    πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών.

    αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους

    προσπίπτουσαι τοῖς ἀπὸ δείπνου

    τάδε λέξουσιν· δεῦρο παρʼ ἡμᾶς·

    ἐνθάδε μεῖράξ ἐσθʼ ὡραία.

    παρʼ ἐμοὶ δʼ ἑτέρα

    φήσει τις ἄνωθʼ ἐξ ὑπερῴου,

    καὶ καλλίστη καὶ λευκοτάτη·

    πρότερον μέντοι δεῖ σε καθεύδειν

    αὐτῆς παρʼ ἐμοί.

    τοῖς εὐπρεπέσιν δʼ ἀκολουθοῦντες

    καὶ μειρακίοις οἱ φαυλότεροι

    τοιάδʼ ἐροῦσιν· ποῖ θεῖς οὗτος;

    πάντως οὐδὲν δράσεις ἐλθών·

    τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς

    ἐψήφισται προτέροις βινεῖν,

    ὑμᾶς δὲ τέως θρῖα λαβόντας

    διφόρου συκῆς

    ἐν τοῖς προθύροισι δέφεσθαι.

    Πραξάγορα φέρε νυν φράσον μοι, ταῦτʼ ἀρέσκει σφῷν;

    Βλέπυρος πάνυ.

    Πραξάγορα βαδιστέον τἄρʼ ἐστὶν εἰς ἀγορὰν ἐμοί,

    ἵνʼ ἀποδέχωμαι τὰ προσιόντα χρήματα,

    λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα.

    ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην

    ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια,

    ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.

    Βλέπυρος ἤδη γὰρ εὐωχησόμεσθα;

    Πραξάγορα φήμʼ ἐγώ.

    ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι

    ἁπαξαπάσας.

    Βλέπυρος ἵνα τί;

    Πραξάγορα δῆλον τουτογί·

    ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς.

    καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας

    τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,

    ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον

    κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.

    Βλέπυρος φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον,

    ἵνʼ ἀποβλέπωμαι καὶ λέγωσί μοι ταδί,

    τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;

    Ἀνὴρ Α ἐγὼ δʼ ἵνʼ εἰς ἀγοράν γε τὰ σκεύη φέρω,

    προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.

    Χοροῦ

    Ἀνὴρ Α χώρει σὺ δεῦρο κιναχύρα καλὴ καλῶς

    τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν,

    ὅπως ἂν ἐντετριμμένη κανηφορῇς,

    πολλοὺς κάτω δὴ θυλάκους στρέψασʼ ἐμούς.

    ποῦʼ σθʼ ἡ διφροφόρος; ἡ χύτρα δεῦρʼ ἔξιθι,

    νὴ Δία μέλαινά γʼ, οὐδʼ ἂν εἰ τὸ φάρμακον

    ἕψουσʼ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται.

    ἵστω παρʼ αὐτήν, δεῦρʼ ἴθʼ, ἡ κομμώτρια.

    φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρε

    ἐνταῦθα. σὺ δὲ δεῦρʼ ἡ κιθαρῳδὸς ἔξιθι,

    πολλάκις ἀναστήσασά μʼ εἰς ἐκκλησίαν

    ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον.

    ὁ τὴν σκάφην λαβὼν προΐτω· τὰ κηρία

    κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον,

    καὶ τὼ τρίποδʼ ἐξένεγκε καὶ τὴν λήκυθον.

    τὰ χυτρίδιʼ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.

    Ἀνὴρ Β ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα

    ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος.

    μὰ τὸν Ποσειδῶ γʼ οὐδέποτʼ, ἀλλὰ βασανιῶ

    πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.

    οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν

    οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ,

    πρὶν ἂν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμʼ ὅπως ἔχει.

    οὗτος τί τὰ σκευάρια ταυτὶ βούλεται;

    πότερον μετοικιζόμενος ἐξενήνοχας

    αὔτʼ ἢ φέρεις ἐνέχυρα θήσων;

    Ἀνὴρ Α οὐδαμῶς.

    Ἀνὴρ Β τί δῆτʼ ἐπὶ στοίχου ʼστὶν οὕτως; οὔτι μὴ

    Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;

    Ἀνὴρ Α μὰ Δίʼ ἀλλʼ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει

    ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.

    Ἀνὴρ Β μέλλεις ἀποφέρειν;

    Ἀνὴρ Α πάνυ γε.

    Ἀνὴρ Β κακοδαίμων ἄρʼ εἶ

    νὴ τὸν Δία τὸν σωτῆρα.

    Ἀνὴρ Α πῶς;

    Ἀνὴρ Β πῶς; ῥᾳδίως.

    Ἀνὴρ Α τί δʼ; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;

    Ἀνὴρ Β ποίοισιν ὦ δύστηνε;

    Ἀνὴρ Α τοῖς δεδογμένοις.

    Ἀνὴρ Β δεδογμένοισιν; ὡς ἀνόητος ἦσθʼ ἄρα.

    Ἀνὴρ Α ἀνόητος;

    Ἀνὴρ Β οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν

    ἁπαξαπάντων.

    Ἀνὴρ Α ὅτι τὸ ταττόμενον ποιῶ;

    Ἀνὴρ Β τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;

    Ἀνὴρ Α μάλιστα πάντων.

    Ἀνὴρ Β τὸν μὲν οὖν ἀβέλτερον.

    Ἀνὴρ Α σὺ δʼ οὐ καταθεῖναι διανοεῖ;

    Ἀνὴρ Β φυλάξομαι,

    πρὶν ἄν γʼ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.

    Ἀνὴρ Α τί γὰρ ἄλλο γʼ ἢ φέρειν παρεσκευασμένοι

    τὰ χρήματʼ εἰσίν;

    Ἀνὴρ Β ἀλλʼ ἰδὼν ἐπειθόμην.

    Ἀνὴρ Α λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.

    Ἀνὴρ Β λέξουσι γάρ.

    Ἀνὴρ Α καί φασιν οἴσειν ἀράμενοι.

    Ἀνὴρ Β φήσουσι γάρ.

    Ἀνὴρ Α ἀπολεῖς ἀπιστῶν πάντʼ.

    Ἀνὴρ Β ἀπιστήσουσι γάρ.

    Ἀνὴρ Α ὁ Ζεύς σέ γʼ ἐπιτρίψειεν.

    Ἀνὴρ Β ἐπιτρίψουσι γάρ.

    οἴσειν δοκεῖς τινʼ ὅστις αὐτῶν νοῦν ἔχει;

    οὐ γὰρ πάτριον τοῦτʼ ἐστίν, ἀλλὰ λαμβάνειν

    ἡμᾶς μόνον δεῖ νὴ Δία· καὶ γὰρ οἱ θεοί·

    γνώσει δʼ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων·

    ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,

    ἕστηκεν ἐκτείνοντα τὴν χεῖρʼ ὑπτίαν

    οὐχ ὥς τι δώσοντʼ ἀλλʼ ὅπως τι λήψεται.

    Ἀνὴρ Α ὦ δαιμόνιʼ ἀνδρῶν ἔα με τῶν προὔργου τι δρᾶν.

    ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθʼ ἱμάς;

    Ἀνὴρ Β ὄντως γὰρ οἴσεις;

    Ἀνὴρ Α ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν

    τωδὶ ξυνάπτω τὼ τρίποδε.

    Ἀνὴρ Β τῆς μωρίας,

    τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι

    δράσουσιν εἶτα τηνικαῦτʼ ἤδη—

    Ἀνὴρ Α τί δρᾶν;

    Ἀνὴρ Β ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.

    Ἀνὴρ Α ἵνα δὴ τί;

    Ἀνὴρ Β σεισμὸς εἰ γένοιτο πολλάκις

    ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ,

    παύσαιντʼ ἂν ἐσφέροντες ὦμβρόντητε σύ.

    Ἀνὴρ Α χαρίεντα γοῦν πάθοιμʼ ἄν, εἰ μὴ ʼχοιμʼ ὅποι

    ταῦτα καταθείμην.

    Ἀνὴρ Β μὴ γὰρ οὐ λάβῃς ὅποι·

    θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς.

    Ἀνὴρ Α τιή;

    Ἀνὴρ Β ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ,

    ἅττʼ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.

    Ἀνὴρ Α οἴσουσιν ὦ τᾶν.

    Ἀνὴρ Β ἢν δὲ μὴ κομίσωσι, τί;

    Ἀνὴρ Α ἀμέλει κομιοῦσιν.

    Ἀνὴρ Β ἢν δὲ μὴ κομίσωσι, τί;

    Ἀνὴρ Α μαχούμεθʼ αὐτοῖς.

    Ἀνὴρ Β ἢν δὲ κρείττους ὦσι, τί;

    Ἀνὴρ Α ἄπειμʼ ἐάσας.

    Ἀνὴρ Β ἢν δὲ πωλῶσʼ αὐτά, τί;

    Ἀνὴρ Α διαρραγείης.

    Ἀνὴρ Β ἢν διαρραγῶ δέ, τί;

    Ἀνὴρ Α καλῶς ποιήσεις.

    Ἀνὴρ Β σὺ δʼ ἐπιθυμήσεις φέρειν;

    Ἀνὴρ Α ἔγωγε· καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας

    ὁρῶ φέροντας.

    Ἀνὴρ Β πάνυ γʼ ἂν οὖν Ἀντισθένης

    αὔτʼ εἰσενέγκοι· πολὺ γὰρ ἐμμελέστερον

    πρότερον χέσαι πλεῖν ἢ τριάκονθʼ ἡμέρας.

    Ἀνὴρ Α οἴμωζε.

    Ἀνὴρ Β Καλλίμαχος δʼ ὁ χοροδιδάσκαλος

    αὐτοῖσιν εἰσοίσει τι;

    Ἀνὴρ Α πλείω Καλλίου.

    Ἀνὴρ Β ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.

    Ἀνὴρ Α δεινά γε λέγεις.

    Ἀνὴρ Β τί δεινόν; ὥσπερ οὐχ ὁρῶν

    ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.

    οὐκ οἶσθʼ ἐκεῖνʼ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;

    Ἀνὴρ Α ἔγωγε.

    Ἀνὴρ Β τοὺς χαλκοῦς δʼ ἐκείνους ἡνίκα

    ἐψηφισάμεθʼ, οὐκ οἶσθα;

    Ἀνὴρ Α καὶ κακόν γέ μοι

    τὸ κόμμʼ ἐγένετʼ ἐκεῖνο. πωλῶν γὰρ βότρυς

    μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων

    κἄπειτʼ ἐχώρουν εἰς ἀγορὰν ἐπʼ ἄλφιτα.

    ἔπειθʼ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,

    ἀνέκραγʼ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα

    χαλκοῦν τὸ λοιπόν· ἀργύρῳ γὰρ χρώμεθα.

    Ἀνὴρ Β τὸ δʼ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν

    τάλαντʼ ἔσεσθαι πεντακόσια τῇ πόλει

    τῆς τετταρακοστῆς, ἣν ἐπόρισʼ Εὐριπίδης;

    κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην·

    ὅτε δὴ δʼ ἀνασκοπουμένοις ἐφαίνετο

    ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμʼ οὐκ ἤρκεσεν,

    πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.

    Ἀνὴρ Α οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,

    νῦν δʼ αἱ γυναῖκες.

    Ἀνὴρ Β ἃς ἐγὼ φυλάξομαι

    νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.

    Ἀνὴρ Α οὐκ οἶδʼ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς.

    Κηρύκαινα ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτʼ ἔχει,

    χωρεῖτʼ ἐπείγεσθʼ εὐθὺ τῆς στρατηγίδος,

    ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις

    φράσῃ καθʼ ἕκαστον ἄνδρʼ ὅποι δειπνήσετε·

    ὡς αἱ τράπεζαί γʼ εἰσὶν ἐπινενησμέναι

    ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,

    κλῖναί τε σισυρῶν καὶ δαπίδων †νενασμέναι†,

    κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδες

    ἑστᾶσʼ ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται,

    λαγῷʼ ἀναπηγνύασι, πόπανα πέττεται,

    στέφανοι πλέκονται, φρύγεται τραγήματα,

    χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται.

    Σμοῖος δʼ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων

    τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.

    Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδε

    ἔχων, καχάζων μεθʼ ἑτέρου νεανίου·

    ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος.

    πρὸς ταῦτα χωρεῖθʼ, ὡς ὁ τὴν μᾶζαν φέρων

    ἕστηκεν· ἀλλὰ τὰς γνάθους διοίγνυτε.

    Ἀνὴρ Β οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκʼ ἔχων

    ἐνταῦθʼ, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;

    Ἀνὴρ Α καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;

    Ἀνὴρ Β ἐπὶ δεῖπνον.

    Ἀνὴρ Α οὐ δῆτʼ, ἤν γʼ ἐκείναις νοῦς ἐνῇ,

    πρίν γʼ ἂν ἀπενέγκῃς.

    Ἀνὴρ Β ἀλλʼ ἀποίσω.

    Ἀνὴρ Α πηνίκα;

    Ἀνὴρ Β οὐ τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται.

    Ἀνὴρ Α τί δή;

    Ἀνὴρ Β ἑτέρους ἀποίσειν φήμʼ ἔθʼ ὑστέρους ἐμοῦ.

    Ἀνὴρ Α βαδιεῖ δὲ δειπνήσων ὅμως;

    Ἀνὴρ Β τί γὰρ πάθω;

    τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν

    τοὺς εὖ φρονοῦντας.

    Ἀνὴρ Α ἢν δὲ κωλύσωσι, τί;

    Ἀνὴρ Β ὁμόσʼ εἶμι κύψας.

    Ἀνὴρ Α ἢν δὲ μαστιγῶσι, τί;

    Ἀνὴρ Β καλούμεθʼ αὐτάς.

    Ἀνὴρ Α ἢν δὲ καταγελῶσι, τί;

    Ἀνὴρ Β ἐπὶ ταῖς θύραις ἑστώς—

    Ἀνὴρ Α τί δράσεις; εἰπέ μοι.

    Ἀνὴρ Β τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.

    Ἀνὴρ Α βάδιζε τοίνυν ὕστερος· σὺ δʼ ὦ Σίκων

    καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.

    Ἀνὴρ Β φέρε νυν ἐγώ σοι ξυμφέρω.

    Ἀνὴρ Α μὴ μηδαμῶς.

    δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι,

    ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.

    Ἀνὴρ Β νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος,

    ὅπως τὰ μὲν ὄντα χρήμαθʼ ἕξω, τοισδεδὶ

    τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.

    ὀρθῶς ἔμοιγε φαίνεται· βαδιστέον

    ὁμόσʼ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.

    Χοροῦ

    Γραῦς Α εἴ τις ἀγαθὸν βούλεται παθεῖν

    τι, παρʼ ἐμοὶ χρὴ καθεύδειν.

    οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν

    ἀλλʼ ἐν ταῖς πεπείραις·

    οὐδέ τις στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ʼγὼ

    τὸν φίλον ᾧπερ ξυνείην,

    ἀλλʼ ἐφʼ ἕτερον ἂν πέτοιτο.

    1. Νεᾶνις μὴ φθόνει ταῖσιν νέαισι.

    τὸ τρυφερὸν γὰρ ἐμπέφυκε

    τοῖς ἁπαλοῖσι μηροῖς

    κἀπὶ τοῖς μήλοις ἐπανθεῖ· σὺ δʼ ὦ γραῦ,

    παραλέλεξαι κἀντέτριψαι,

    τῷ θανάτῳ μέλημα.

    1. Γραῦς Α ἐκπέσοι σου τὸ τρῆμα

    τό τʼ ἐπίκλιντρον ἀποβάλοιο

    βουλομένη σποδεῖσθαι,

    κἀπὶ τῆς κλίνης ὄφιν εὕροις

    καὶ προσελκύσαιο . . .

    βουλομένη φιλῆσαι.

    1. Νεᾶνις αἰαῖ τί ποτε πείσομαι;

    οὐχ ἥκει μοὐταῖρος·

    μόνη δʼ αὐτοῦ λείπομʼ· ἡ

    γὰρ μοι μήτηρ ἄλλῃ

    βέβηκε· †καὶ τἄλλʼ οὐδὲν μετὰ ταῦτα δεῖ λέγειν†.

    ἀλλʼ ὦ μαῖʼ ἱκετεύομαι, κάλει

    τὸν Ὀρθαγόραν, ὅπως

    σαυτῆς κατόναιʼ, ἀντιβολῶ σε.

    1. Γραῦς Α ἤδη τὸν ἀπʼ Ἰωνίας

    τρόπον τάλαινα κνησιᾷς·

    . . .

    . . .

    δοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους.

    ἀλλʼ οὐκ ἄν ποθʼ ὑφαρπάσαιο

    τἀμὰ παίγνια· τὴν δʼ ἐμὴν

    ὥραν οὐκ ἀπολεῖς οὐδʼ ἀπολήψει.

    Νεᾶνις ᾆδʼ ὁπόσα βούλει καὶ παράκυφθʼ ὥσπερ γαλῆ·

    οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεισʼ ἀντʼ ἐμοῦ.

    Γραῦς Α οὔκουν ἐπʼ ἐκφοράν γε.

    Νεᾶνις καινόν γʼ ὦ σαπρά.

    Γραῦς Α οὐ δῆτα.

    Νεᾶνις τί γὰρ ἂν γραῒ καινά τις λέγοι;

    Γραῦς Α οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας.

    Νεᾶνις ἀλλὰ τί;

    ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;

    Γραῦς Α τί μοι διαλέγει;

    Νεᾶνις σὺ δὲ τί διακύπτεις;

    Γραῦς Α ἐγώ;

    ᾄδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.

    Νεᾶνις σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;

    Γραῦς Α δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.

    Νεᾶνις ὁδὶ γὰρ αὐτός ἐστιν.

    Γραῦς Α οὐ σοῦ γʼ ὦλεθρε

    δεόμενος οὐδέν.

    Νεᾶνις νὴ Δίʼ ὦ φθίνυλλα σὺ

    δείξει τάχʼ αὐτός, ὡς ἔγωγʼ ἀπέρχομαι.

    Γραῦς Α κἄγωγʼ, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.

    Νεανίας εἴθʼ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν,

    καὶ μὴ δʼει πρότερον διασποδῆσαι

    ἀνάσιμον ἢ πρεσβυτέραν·

    οὐ γὰρ ἀνασχετὸν τοῦτό γʼ ἐλευθέρῳ.

    Γραῦς Α οἰμώζων ἄρα νὴ Δία σποδήσεις.

    οὐ γὰρ τἀπὶ Χαριξένης τάδʼ ἐστίν.

    κατὰ τὸν νόμον ταῦτα ποιεῖν

    ἔστι δίκαιον, εἰ δημοκρατούμεθα.

    Γραῦς Α ἀλλʼ εἶμι τηρήσουσʼ ὅ τι καὶ δράσει ποτέ.

    Νεανίας εἴθʼ ὦ θεοὶ λάβοιμι τὴν καλὴν μόνην,

    ἐφʼ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.

    Νεᾶνις ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον·

    φρούδη γάρ ἐστιν οἰομένη μʼ ἔνδον μένειν.

    ἀλλʼ οὑτοσὶ γὰρ αὐτὸς οὗ ʼμεμνήμεθα.

    1. Νεᾶνις δεῦρο δὴ δεῦρο δή,

    φίλον ἐμόν, δεῦρό μοι

    πρόσελθε καὶ ξύνευνος

    τὴν εὐφρόνην ὅπως ἔσει.

    πάνυ γάρ τις ἔρως με δονεῖ

    τῶνδε τῶν σῶν βοστρύχων.

    ἄτοπος δʼ ἔγκειταί μοί τις

    πόθος, ὅς με διακναίσας ἔχει.

    μέθες, ἱκνοῦμαί σʼ Ἔρως,

    καὶ ποίησον τόνδʼ ἐς εὐνὴν

    τὴν ἐμὴν ἱκέσθαι.

    1. Νεανίας δεῦρο δὴ δεῦρο δή,

    καὶ σύ μοι καταδραμοῦσα

    τὴν θύραν ἄνοιξον

    τήνδʼ· εἰ δὲ μή, καταπεσὼν κείσομαι.

    φίλον, ἀλλʼ ἐν τῷ σῷ

    βούλομαι κόλπῳ πληκτίζεσθαι

    μετὰ τῆς σῆς πυγῆς.

    Κύπρι τί μʼ ἐκμαίνεις ἐπὶ ταύτῃ;

    μέθες, ἱκνοῦμαί σʼ Ἔρως,

    καὶ ποίησον τήνδʼ ἐς εὐνὴν

    τὴν ἐμὴν ἱκέσθαι.

    1. Νεᾶνις καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην

    εἰρημένʼ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,

    ἄνοιξον ἀσπάζου με·

    διά τοι σὲ πόνους ἔχω.

    1. Νεανίας ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,

    μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,

    ἄνοιξον ἀσπάζου με·

    διά τοι σὲ πόνους ἔχω.

    Γραῦς Α οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς;

    Νεανίας πόθεν;

    Γραῦς Α καὶ τὴν θύραν γʼ ἤραττες.

    Νεανίας ἀποθάνοιμʼ ἄρα.

    Γραῦς Α τοῦ δαὶ δεόμενος δᾷδʼ ἔχων ἐλήλυθας;

    Νεανίας Ἀναφλύστιον ζητῶν τινʼ ἄνθρωπον.

    Γραῦς Α τίνα;

    Νεανίας οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.

    Γραῦς Α νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γʼ ἤν τε μή.

    Νεανίας ἀλλʼ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις

    εἰσάγομεν, ἀλλʼ εἰσαῦθις ἀναβεβλήμεθα.

    τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.

    Γραῦς Α ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτʼ ἦν ὦ γλύκων·

    νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.

    Νεανίας τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.

    Γραῦς Α ἀλλʼ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.

    Νεανίας οὐκ οἶδʼ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον.

    Γραῦς Α ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.

    Νεανίας ἀλλʼ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.

    Γραῦς Α οἶδʼ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτι

    θύρασί μʼ ηὗρες· ἀλλὰ πρόσαγε τὸ στόμα.

    Νεανίας ἀλλʼ ὦ μέλʼ ὀρρωδῶ τὸν ἐραστήν σου.

    Γραῦς Α τίνα;

    Νεανίας τὸν τῶν γραφέων ἄριστον.

    Γραῦς Α οὗτος δʼ ἔστι τίς;

    Νεανίας ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.

    ἀλλʼ ἄπιθʼ, ὅπως μή σʼ ἐπὶ θύραισιν ὄψεται.

    Γραῦς Α οἶδʼ οἶδʼ ὅ τι βούλει.

    Νεανίας καὶ γὰρ ἐγώ σε νὴ Δία.

    Γραῦς Α μὰ τὴν Ἀφροδίτην ἥ μʼ ἔλαχε κληρουμένη,

    μὴ ʼγώ σʼ ἀφήσω.

    Νεανίας παραφρονεῖς ὦ γρᾴδιον.

    Γραῦς Α ληρεῖς· ἐγὼ δʼ ἄξω σʼ ἐπὶ τἀμὰ στρώματα.

    Νεανίας τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,

    ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ

    ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;

    Γραῦς Α μὴ σκῶπτέ μʼ ὦ τάλαν ἀλλʼ ἕπου δεῦρʼ ὡς ἐμέ.

    Νεανίας ἀλλʼ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν

    τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.

    Γραῦς Α νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι σʼ. ὡς ἐγὼ

    τοῖς τηλικούτοις ξυγκαθεύδουσʼ ἥδομαι.

    Νεανίας ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,

    κοὐκ ἂν πιθοίμην οὐδέποτʼ.

    Γραῦς Α ἀλλὰ νὴ Δία

    ἀναγκάσει τουτί σε.

    Νεανίας τοῦτο δʼ ἔστι τί;

    Γραῦς Α ψήφισμα, καθʼ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.

    Νεανίας λέγʼ αὐτὸ τί ποτε κἄστι.

    Γραῦς Α καὶ δή σοι λέγω.

    ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος

    νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν

    τὴν γραῦν προκρούσῃ πρῶτον· ἢν δὲ μὴ ʼθέλῃ

    πρότερον προκρούειν ἀλλʼ ἐπιθυμῇ τῆς νέας,

    ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον

    ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.

    Νεανίας οἴμοι Προκρούστης τήμερον γενήσομαι.

    Γραῦς Α τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.

    Νεανίας τί δʼ ἢν ἀφαιρῆταί μʼ ἀνὴρ τῶν δημοτῶν

    ἢ τῶν φίλων ἐλθών τις;

    Γραῦς Α ἀλλʼ οὐ κύριος

    ὑπὲρ μέδιμνόν ἐστʼ ἀνὴρ οὐδεὶς ἔτι.

    Νεανίας ἐξωμοσία δʼ οὐκ ἔστιν;

    Γραῦς Α οὐ γὰρ δεῖ στροφῆς.

    Νεανίας ἀλλʼ ἔμπορος εἶναι σκήψομαι.

    Γραῦς Α κλάων γε σύ.

    Νεανίας τί δῆτα χρὴ δρᾶν;

    Γραῦς Α δεῦρʼ ἀκολουθεῖν ὡς ἐμέ.

    Νεανίας καὶ ταῦτʼ ἀνάγκη μοὐστί;

    Γραῦς Α Διομήδειά γε.

    Νεανίας ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου

    καὶ κλήμαθʼ ὑπόθου συγκλάσασα τέτταρα,

    καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,

    ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.

    Γραῦς Α ἦ μὴν ἔτʼ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.

    Νεανίας νὴ τὸν Δίʼ ἤνπερ ᾖ γέ που τῶν κηρίνων·

    οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σʼ αὐτίκα.

    Νεᾶνις ποῖ τοῦτον ἕλκεις;

    Γραῦς Α τὸν ἐμὸν αὐτῆς εἰσάγω.

    Νεᾶνις οὐ σωφρονοῦσά γʼ· οὐ γὰρ ἡλικίαν ἔχει

    παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ

    μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή.

    ὥστʼ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,

    τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.

    Γραῦς Α ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον

    ἐξηῦρες· ἀλλʼ ἐγώ σε τιμωρήσομαι.

    Νεανίας νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι

    ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου·

    ὥστʼ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν

    μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.

    Γραῦς Β αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον

    ἕλκεις, παρʼ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων

    πρότερον καθεύδειν αὐτόν;

    Νεανίας οἴμοι δείλαιος.

    πόθεν ἐξέκυψας ὦ κάκιστʼ ἀπολουμένη;

    τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.

    Γραῦς Β βάδιζε δεῦρο.

    Νεανίας μηδαμῶς με περιίδῃς

    ἑλκόμενον ὑπὸ τῆσδʼ ἀντιβολῶ σʼ.

    Γραῦς Β ἀλλʼ οὐκ ἐγώ,

    ἀλλʼ ὁ νόμος ἕλκει σʼ.

    Νεανίας οὐκ ἐμέ γʼ, ἀλλʼ ἔμπουσά τις

    ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.

    Γραῦς Β ἕπου μαλακίων δεῦρʼ ἀνύσας καὶ μὴ λάλει.

    Νεανίας ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με

    ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή,

    αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μʼ αὐτίκα

    ὑπὸ τοῦ δέους.

    Γραῦς Β θάρρει, βάδιζʼ· ἔνδον χεσεῖ.

    Νεανίας δέδοικα κἀγὼ μὴ πλέον γʼ ἢ βούλομαι.

    ἀλλʼ ἐγγυητάς σοι καταστήσω δύο

    ἀξιόχρεως.

    Γραῦς Β μή μοι καθίστη.

    Γραῦς Γ ποῖ σὺ ποῖ

    χωρεῖς μετὰ ταύτης;

    Νεανίας οὐκ ἔγωγʼ, ἀλλʼ ἕλκομαι.

    ἀτὰρ ἥτις εἶ γε, πόλλʼ ἀγαθὰ γένοιτό σοι,

    ὅτι μʼ οὐπεριεῖδες ἐπιτριβέντʼ. ὦ Ἡράκλεις

    ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω,

    τοῦτʼ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.

    ἀτὰρ τί τὸ πρᾶγμʼ ἔστʼ ἀντιβολῶ τουτί ποτε;

    πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,

    ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;

    Γραῦς Γ μὴ σκῶπτέ μʼ ἀλλὰ δεῦρʼ ἕπου.

    Γραῦς Β δευρὶ μὲν οὖν.

    Γραῦς Γ ὡς οὐκ ἀφήσω σʼ οὐδέποτʼ.

    Γραῦς Β οὐδὲ μὴν ἐγώ.

    Νεανίας διασπάσεσθέ μʼ ὦ κακῶς ἀπολούμεναι.

    Γραῦς Β ἐμοὶ γὰρ ἀκολουθεῖν σʼ ἔδει κατὰ τὸν νόμον.

    Γραῦς Γ οὐκ ἢν ἑτέρα γε γραῦς ἔτʼ αἰσχίων φανῇ.

    Νεανίας ἢν οὖν ὑφʼ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,

    φέρε πῶς ἐπʼ ἐκείνην τὴν καλὴν ἀφίξομαι;

    Γραῦς Γ αὐτὸς σκόπει σύ· τάδε δέ σοι ποιητέον.

    Νεανίας ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;

    Γραῦς Β οὐκ οἶσθα; βαδιεῖ δεῦρʼ.

    Νεανίας ἀφέτω νύν μʼ αὑτηί.

    Γραῦς Γ δευρὶ μὲν οὖν ἴθʼ ὡς ἔμʼ.

    Νεανίας ἢν ἡδί μʼ ἀφῇ.

    Γραῦς Β ἀλλʼ οὐκ ἀφήσω μὰ Δία σʼ.

    Γραῦς Γ οὐδὲ μὴν ἐγώ.

    Νεανίας χαλεπαί γʼ ἂν ἦστε γενόμεναι πορθμῆς.

    Γραῦς Β τιή;

    Νεανίας ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.

    Γραῦς Β σιγῇ βάδιζε δεῦρο.

    Γραῦς Γ μὰ Δίʼ ἀλλʼ ὡς ἐμέ.

    Νεανίας τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς

    ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.

    πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;

    Γραῦς Β καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.

    Νεανίας οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύρας

    ἑλκόμενός εἰμʼ.

    Γραῦς Β ἀλλʼ οὐδὲν ἔσται σοι πλέον.

    ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ.

    Νεανίας μὴ πρὸς θεῶν·

    ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.

    Γραῦς Γ νὴ τὴν Ἑκάτην ἐάν τε βούλῃ γʼ ἤν τέ μή.

    Νεανίας ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν

    βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν,

    κἄπειτʼ ἐπειδὰν τῆσδʼ ἀπαλλαγῶ, πάλιν

    φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις.

    ἆρʼ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν

    νὴ τὸν Δία τὸν σωτῆρʼ ἀνὴρ καὶ δυστυχής,

    ὅστις τοιούτοις θηρίοις συνείρξομαι.

    ὅμως δʼ ἐάν τι πολλὰ πολλάκις πάθω

    ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρʼ ἐσπλέων,

    θάψαι μʼ ἐπʼ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς,

    καὶ τήνδʼ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος

    ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε

    μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ

    ἄνω ʼπιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.

    Θεραπαίνα ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δʼ ἐγώ,

    αὐτή τέ μοι δέσποινα μακαριωτάτη,

    ὑμεῖς θʼ ὅσαι παρέστατʼ ἐπὶ ταῖσιν θύραις

    οἱ γείτονές τε πάντες οἵ τε δημόται,

    ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,

    ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,

    ἀγαθοῖσιν ὦ Ζεῦ· πολὺ δʼ ὑπερπέπαικεν αὖ

    τούτων ἁπάντων τὰ Θάσιʼ ἀμφορείδια.

    ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον·

    τὰ δʼ ἄλλʼ ἀπανθήσαντα πάντʼ ἀπέπτετο·

    ὥστʼ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτʼ ὦ θεοί.

    κέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθʼ ὅλην

    ἐκλεγομένας ὅ τι ἂν μάλιστʼ ὀσμὴν ἔχῃ.

    ἀλλʼ ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην,

    τὸν ἄνδρʼ, ὅπου ʼστί, τῆς ἐμῆς κεκτημένης.

    Χορὸς αὐτοῦ μένουσʼ ἡμῖν γʼ ἂν ἐξευρεῖν δοκεῖς.

    Θεραπαίνα μάλισθʼ· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.

    ὦ δέσποτʼ ὦ μακάριε καὶ τρισόλβιε.

    Βλέπυρος ἐγώ;

    Θεραπαίνα σὺ μέντοι νὴ Δίʼ ὥς γʼ οὐδεὶς ἀνήρ.

    τίς γὰρ γένοιτʼ ἂν μᾶλλον ὀλβιώτερος,

    ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων

    ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;

    Χορὸς εὐδαιμονικόν γʼ ἄνθρωπον εἴρηκας σαφῶς.

    Θεραπαίνα ποῖ ποῖ βαδίζεις;

    Βλέπυρος ἐπὶ τὸ δεῖπνον ἔρχομαι.

    Θεραπαίνα νὴ τὴν Ἀφροδίτην πολύ γʼ ἁπάντων ὕστατος.

    ὅμως δʼ ἐκέλευε συλλαβοῦσάν μʼ ἡ γυνὴ

    ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.

    οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος

    καὶ τἄλλʼ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,

    καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,

    καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,

    ἴτω μεθʼ ἡμῶν· πάντα γὰρ παρέξομεν.

    Βλέπυρος οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς

    καὶ μὴ παραλείψεις μηδένʼ, ἀλλʼ ἐλευθέρως

    καλεῖς γέροντα μειράκιον παιδίσκον; ὡς

    τὸ δεῖπνον αὐτοῖς ἐστʼ ἐπεσκευασμένον

    ἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.

    ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ʼπείξομαι·

    ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.

    Χορὸς τί δῆτα διατρίβεις ἔχων, ἀλλʼ οὐκ ἄγεις

    τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ

    ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.

    σμικρὸν δʼ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι.

    Χορὸς τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ,

    τοῖς γελῶσι δʼ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ·

    σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ,

    μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,

    ὅτι προείληχʼ· ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους

    μὴ ʼπιορκεῖν ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί,

    μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,

    αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.

    Χορὸς ὦ ὦ ὥρα δή,

    ὦ φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,

    ἐπὶ τὸ δεῖπνον ὑπαποκινεῖν. κρητικῶς οὖν τὼ πόδε

    καὶ σὺ κίνει.

    Βλέπυρος τοῦτο δρῶ.

    Χορὸς καὶ τάσδε νῦν . . .

    . . . λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν.

    Χορὸς τάχα γὰρ ἔπεισι

    λοπαδοτεμαχοσελαχογαλεο-

    κρανιολειψανοδριμυποτριμματο-

    σιλφιοτυρομελιτοκατακεχυμενο-

    κιχλεπικοσσυφοφαττοπεριστερα-

    λεκτρυονοπτεκεφαλλιοκιγκλοπε-

    λειολαγῳοσιραιοβαφητραγα-

    νοπτερυγών· σὺ δὲ ταῦτʼ ἀκροασάμενος

    ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον·

    εἶτα λαβὼν κόνισαι

    λέκιθον, ἵνʼ ἐπιδειπνῇς·

    ἀλλὰ λαιμάττουσί που.

    αἴρεσθʼ ἄνω, ἰαὶ εὐαί.

    δειπνήσομεν, εὐοῖ εὐαί,

    εὐαί, ὡς ἐπὶ νίκῃ·

    εὐαί, εὐαί, εὐαί, εὐαί.