Wealth
Wealth Classical Aristophanes GreekΚαρίων ὡς ἀργαλέον πρᾶγμʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοὶ
δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου.
ἢν γὰρ τὰ βέλτισθʼ ὁ θεράπων λέξας τύχῃ,
δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ,
μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.
τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον
κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον.
καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ,
ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου,
μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι
ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς
μελαγχολῶντʼ ἀπέπεμψέ μου τὸν δεσπότην,
ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ,
τοὐναντίον δρῶν ἢ προσῆκʼ αὐτῷ ποιεῖν.
οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,
οὗτος δʼ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται,
καὶ ταῦτʼ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ.
ἐγὼ μὲν οὖν οὐκ ἔσθʼ ὅπως σιγήσομαι,
ἢν μὴ φράσῃς ὅ τι τῷδʼ ἀκολουθοῦμέν ποτε
ὦ δέσποτʼ, ἀλλά σοι παρέξω πράγματα.
οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.
Χρεμύλος μὰ Δίʼ ἀλλʼ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,
ἵνα μᾶλλον ἀλγῇς.
Καρίων λῆρος· οὐ γὰρ παύσομαι
πρὶν ἂν φράσῃς μοι τίς ποτʼ ἐστὶν οὑτοσί·
εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα.
Χρεμύλος ἀλλʼ οὔ σε κρύψω· τῶν ἐμῶν γὰρ οἰκετῶν
πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.
ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ
κακῶς ἔπραττον καὶ πένης ἦν·
Καρίων οἶδά τοι.
Χρεμύλος ἕτεροι δʼ ἐπλούτουν ἱερόσυλοι ῥήτορες
καὶ συκοφάνται καὶ πονηροί·
Καρίων πείθομαι.
Χρεμύλος ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,
τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν
ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,
τὸν δʼ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,
πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους
εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,
ὡς τῷ βίῳ τοῦτʼ αὐτὸ νομίσας συμφέρειν.
Καρίων τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;
Χρεμύλος πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί·
ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,
ἐκέλευε τούτου μὴ μεθίεσθαί μʼ ἔτι,
πείθειν δʼ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.
Καρίων καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;
Χρεμύλος τουτῳί.
Καρίων εἶτʼ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ
φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα
ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;
Χρεμύλος τῷ τοῦτο κρίνεις;
Καρίων δῆλον ὁτιὴ καὶ τυφλῷ
γνῶναι δοκεῖ τοῦθʼ, ὡς σφόδρʼ ἐστὶ συμφέρον
τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.
Χρεμύλος οὐκ ἔσθʼ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει,
ἀλλʼ εἰς ἕτερόν τι μεῖζον. ἢν δʼ ἡμῖν φράσῃ
ὅστις ποτʼ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν
καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,
πυθοιμεθʼ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ.
Καρίων ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,
ἢ τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ.
Πλοῦτος ἐγὼ μὲν οἰμώζειν λέγω σοι.
Καρίων μαναθάνεις
ὅς φησιν εἶναι;
Χρεμύλος σοὶ λέγει τοῦτʼ, οὐκ ἐμοί·
σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.
ἀλλʼ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,
ἐμοὶ φράσον.
Πλοῦτος κλάειν ἔγωγέ σοι λέγω.
Καρίων δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.
Χρεμύλος οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.
εἰ μὴ φράσεις γάρ—
Καρίων ἀπό σʼ ὀλῶ κακὸν κακῶς.
Χρεμύλος ὦ τᾶν—
Πλοῦτος ἀπαλλάχθητον ἀπʼ ἐμοῦ.
Χρεμύλος πώμαλα.
Καρίων καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστʼ ὦ δέσποτα.
ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.
ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τινʼ αὐτὸν καταλιπων
ἄπειμʼ, ἵνʼ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.
Χρεμύλος ἀλλʼ αἶρε ταχέως.
Πλοῦτος μηδαμῶς.
Χρεμύλος οὔκουν ἐρεῖς;
Πλοῦτος ἀλλʼ ἢν πύθησθέ μʼ ὅστις εἴμʼ, εὖ οἶδʼ ὅτι
κακόν τί μʼ ἐργάσεσθε κοὐκ ἀφήσετον.
Χρεμύλος νὴ τοὺς θεοὺς ἡμεῖς γʼ, ἐὰν βούλῃ γε σύ.
Πλοῦτος μέθεσθε νῦν μου πρῶτον.
Χρεμύλος ἤν, μεθίεμεν.
Πλοῦτος ἀκούετον δή· δεῖ γὰρ ὡς ἔοικέ με
λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος.
ἐγὼ γάρ εἰμι Πλοῦτος.
Χρεμύλος ὦ μιαρώτατε
ἀνδρῶν ἁπάντων, εἶτʼ ἐσίγας Πλοῦτος ὤν;
Καρίων σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;
ὦ Φοῖβʼ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες
καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;
Πλοῦτος ναί.
Χρεμύλος ἐκεῖνος αὐτός;
Πλοῦτος αὐτότατος.
Χρεμύλος πόθεν οὖν φράσον
αὐχμῶν βαδίζεις;
Πλοῦτος ἐκ Πατροκλέους ἔρχομαι,
ὃς οὐκ ἐλούσατʼ ἐξ ὅτουπερ ἐγένετο.
Χρεμύλος τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.
Πλοῦτος ὁ Ζεύς με ταῦτʼ ἔδρασεν ἀνθρώποις φθονῶν.
ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησʼ ὅτι
ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους
μόνους βαδιοίμην· ὁ δέ μʼ ἐποίησεν τυφλόν,
ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.
οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.
Χρεμύλος καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους
καὶ τοὺς δικαίους.
Πλοῦτος ὁμολογῶ σοι.
Χρεμύλος φέρε τί οὖν;
εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ,
φεύγοις ἂν ἤδη τοὺς πονηρούς;
Πλοῦτος φήμʼ ἐγώ.
Χρεμύλος ὡς τοὺς δικαίους δʼ ἂν βαδίζοις;
Πλοῦτος πάνυ μὲν οὖν·
πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.
Χρεμύλος καὶ θαῦμά γʼ οὐδέν· οὐδʼ ἐγὼ γὰρ ὁ βλέπων.
Πλοῦτος ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπʼ ἐμοῦ.
Χρεμύλος μὰ Δίʼ ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.
Πλοῦτος οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα
ἐμέλλετόν μοι;
Χρεμύλος καὶ σύ γʼ ἀντιβολῶ πιθοῦ,
καὶ μή μʼ ἀπολίπῃς· οὐ γὰρ εὑρήσεις ἐμοῦ
ζητῶν ἔτʼ ἄνδρα τοὺς τρόπους βελτίονα.
Καρίων μὰ τὸν Δίʼ οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.
Πλοῦτος ταυτὶ λέγουσι πάντες· ἡνίκʼ ἂν δέ μου
τύχωσʼ ἀληθῶς καὶ γένωνται πλούσιοι,
ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.
Χρεμύλος ἔχει μὲν οὕτως, εἰσὶ δʼ οὐ πάντες κακοί.
Πλοῦτος μὰ Δίʼ ἀλλʼ ἁπαξάπαντες.
Καρίων οἰμώξει μακρά.
Χρεμύλος σοὶ δʼ ὡς ἂν εἰδῇς ὅσα παρʼ ἡμῖν ἢν μένῃς
γενήσετʼ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.
οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δʼ εἰρήσεται,
ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας
βλέψαι ποιήσας.
Πλοῦτος μηδαμῶς τοῦτʼ ἐργάσῃ.
οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.
Χρεμύλος τί φῄς;
Καρίων ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.
Πλοῦτος ὁ Ζεὺς † μὲν οὖν εἰδὼς τὰ τούτων μῶρʼ ἔμʼ εἰ†
πύθοιτʼ ἂν ἐπιτρίψειε.
Χρεμύλος νῦν δʼ οὐ τοῦτο δρᾷ,
ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;
Πλοῦτος οὐκ οἶδʼ· ἐγὼ δʼ ἐκεῖνον ὀρρωδῶ πάνυ.
Χρεμύλος ἄληθες ὦ δειλότατε πάντων δαιμόνων;
οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα
καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,
ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;
Πλοῦτος ἆ μὴ λέγʼ ὦ πόνηρε ταῦτʼ.
Χρεμύλος ἔχʼ ἥσυχος.
ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ
μεῖζον δυνάμενον.
Πλοῦτος ἐμὲ σύ;
Χρεμύλος νὴ τὸν οὐρανόν.
αὐτίκα γὰρ ἄρχει διὰ τίνʼ ὁ Ζεὺς τῶν θεῶν;
Καρίων διὰ τἀργύριον· πλεῖστον γάρ ἐστʼ αὐτῷ.
Χρεμύλος φέρε
τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθʼ;
Καρίων ὁδί.
Χρεμύλος θύουσι δʼ αὐτῷ διὰ τίνʼ; οὐ διὰ τουτονί;
Καρίων καὶ νὴ Δίʼ εὔχονταί γε πλουτεῖν ἄντικρυς.
Χρεμύλος οὔκουν ὅδʼ ἐστὶν αἴτιος καὶ ῥᾳδίως
παύσειεν, εἰ βούλοιτο, ταῦτʼ ἄν;
Πλοῦτος ὅτι τί δή;
Χρεμύλος ὅτι οὐδʼ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι,
οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλʼ οὐδὲ ἕν,
μὴ βουλομένου σοῦ.
Πλοῦτος πῶς;
Χρεμύλος ὅπως; οὐκ ἔσθʼ ὅπως
ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν
αὐτὸς διδῷς τἀργύριον· ὥστε τοῦ Διὸς
τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.
Πλοῦτος τί λέγεις; διʼ ἐμὲ θύουσιν αὐτῷ;
Χρεμύλος φήμʼ ἐγώ.
καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστι λαμπρὸν καὶ καλὸν
ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.
ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθʼ ὑπήκοα.
Καρίων ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον
δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως.
Χρεμύλος καὶ τάς γʼ ἑταίρας φασὶ τὰς Κορινθίας,
ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,
οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,
τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.
Καρίων καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν
οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν.
Χρεμύλος οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους· ἐπεὶ
αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.
Καρίων τί δαί;
Χρεμύλος ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς.
Καρίων αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως
ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.
Χρεμύλος τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα
ἐν τοῖσιν ἀνθρώποισίν ἐσθʼ ηὑρημένα.
ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος·
Καρίων ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται·
Χρεμύλος ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών·
Καρίων ὁ δὲ λωποδυτεῖ γε νὴ Δίʼ, ὁ δὲ τοιχωρυχεῖ·
Χρεμύλος ὁ δὲ γναφεύει γʼ·
Καρίων ὁ δέ γε πλύνει κῴδια·
Χρεμύλος ὁ δὲ βυρσοδεψεῖ γʼ·
Καρίων ὁ δέ γε πωλεῖ κρόμμυα·
Χρεμύλος ὁ δʼ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.
Πλοῦτος οἴμοι τάλας ταυτί μʼ ἐλάνθανεν πάλαι.
Καρίων μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;
Χρεμύλος ἐκκλησία δʼ οὐχὶ διὰ τοῦτον γίγνεται;
Καρίων τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.
Χρεμύλος τὸ δʼ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;
Καρίων ὁ Πάμφιλος δʼ οὐχι διὰ τοῦτον κλαύσεται;
Χρεμύλος ὁ βελονοπώλης δʼ οὐχὶ μετὰ τοῦ Παμφίλου;
Καρίων Ἀγύρριος δʼ οὐχὶ διὰ τοῦτον πέρδεται;
Χρεμύλος Φιλέψιος δʼ οὐχ ἕνεκα σοῦ μύθους λέγει;
Καρίων ἡ ξυμμαχία δʼ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;
Χρεμύλος ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;
Καρίων ὁ Τιμοθέου δὲ πύργος—
Χρεμύλος ἐμπέσοι γέ σοι.
τὰ δὲ πράγματʼ οὐχὶ διὰ σὲ πάντα πράττεται;
μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος
καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθʼ ὅτι.
Καρίων κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,
ἐφʼ οἷς οὗτος ἐπικαθέζηται μόνον.
Πλοῦτος ἐγὼ τοσαῦτα δυνατός εἰμʼ εἷς ὢν ποιεῖν;
Χρεμύλος καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα·
ὥστʼ οὐδὲ μεστὸς σοῦ γέγονʼ οὐδεὶς πώποτε.
τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή,
ἔρωτος
Καρίων ἄρτων
Χρεμύλος μουσικῆς
Καρίων τραγημάτων
Χρεμύλος τιμῆς
Καρίων πλακούντων
Χρεμύλος ἀνδραγαθίας
Καρίων ἰσχάδων
Χρεμύλος φιλοτιμίας
Καρίων μάζης
Χρεμύλος στρατηγίας
Καρίων φακῆς·
Χρεμύλος σοῦ δʼ ἐγένετʼ οὐδεὶς μεστὸς οὐδεπώποτε.
ἀλλʼ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,
πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα·
κἂν ταῦτʼ ἀνύσηται, τετταράκοντα βούλεται,
ἤ φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον.
Πλοῦτος εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ·
πλὴν ἓν μόνον δέδοικα.
Χρεμύλος φράζε τοῦ πέρι;
Πλοῦτος ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε
ἔχειν με, ταύτης δεσπότης γενήσομαι.
Χρεμύλος νὴ τὸν Δίʼ ἀλλὰ καὶ λέγουσι πάντες ὡς
δειλότατόν ἐσθʼ ὁ Πλοῦτος.
Πλοῦτος ἥκιστʼ, ἀλλά με
τοιχωρύχος τις διέβαλʼ. ἐσδὺς γάρ ποτε
οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν,
εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα·
εἶτʼ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.
Χρεμύλος μή νυν μελέτω σοι μηδέν· ὡς ἐὰν γένῃ
ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα,
βλέποντʼ ἀποδείξω σʼ ὀξύτερον τοῦ Λυγκέως.
Πλοῦτος πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;
Χρεμύλος ἔχω τινʼ ἀγαθὴν ἐλπίδʼ ἐξ ὧν εἶπέ μοι
ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.
Πλοῦτος κἀκεῖνος οὖν σύνοιδε ταῦτα;
Χρεμύλος φήμʼ ἐγώ.
Πλοῦτος ὁρᾶτε.
Χρεμύλος μὴ φρόντιζε μηδὲν ὦγαθέ.
ἐγὼ γάρ, εὖ τοῦτʼ ἴσθι, κεἰ δεῖ μʼ ἀποθανεῖν,
αὐτὸς διαπράξω ταῦτα.
Καρίων κἂν βούλῃ γʼ, ἐγώ.
Χρεμύλος πολλοὶ δʼ ἔσονται χἄτεροι νῷν ξύμμαχοι,
ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.
Πλοῦτος παπαῖ πονηρούς γʼ εἶπας ἡμῖν συμμάχους.
Χρεμύλος οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.
ἀλλʼ ἴθι σὺ μὲν ταχέως δραμών—
Καρίων τί δρῶ; λέγε.
Χρεμύλος τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δʼ ἴσως
ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους,
ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν
ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.
Καρίων καὶ δὴ βαδίζω· τουτοδὶ τὸ κρεᾴδιον
τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.
Χρεμύλος ἐμοὶ μελήσει τοῦτό γʼ· ἀλλʼ ἀνύσας τρέχε.
σὺ δʼ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων
εἴσω μετʼ ἐμοῦ δεῦρʼ εἴσιθʼ· ἡ γὰρ οἰκία
αὕτη ʼστὶν ἣν δεῖ χρημάτων σε τήμερον
μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως.
Πλοῦτος ἀλλʼ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς
εἰς οἰκίαν ἑκάστοτʼ ἀλλοτρίαν πάνυ·
ἀγαθὸν γὰρ ἀπέλαυσʼ οὐδὲν αὐτοῦ πώποτε.
ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω,
εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω·
κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος
αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον,
ἔξαρνός ἐστι μηδʼ ἰδεῖν με πώποτε.
ἢν δʼ ὡς παραπλῆγʼ ἄνθρωπον εἰσελθὼν τύχω,
πόρναισι καὶ κύβοισι παραβεβλημένος
γυμνὸς θύραζʼ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.
Χρεμύλος μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.
ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμʼ ἀεί,
χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ
πάλιν τʼ ἀναλῶν, ἡνίκʼ ἂν τούτου δέῃ.
ἀλλʼ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι
καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,
ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ.
Πλοῦτος πείθομαι.
Χρεμύλος τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;
Καρίων ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,
ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,
ἴτʼ ἐγκονεῖτε σπεύδεθʼ, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν,
ἀλλʼ ἔστʼ ἐπʼ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντʼ ἀμύνειν.
Χορός οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,
ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;
σὺ δʼ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι
ὅτου χάριν μʼ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο.
Καρίων οὔκουν πάλαι δήπου λέγω; σὺ δʼ αὐτὸς οὐκ ἀκούεις.
ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας
ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.
Χορός ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθʼ ὅ φησιν;
Καρίων ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τινʼ ὦ πόνηροι
ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν·
οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.
Χορός ὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι.
δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.
Καρίων πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγʼ ἔχοντα σωρόν.
Χορός μῶν ἀξιοῖς φενακίσας ἔπειτʼ ἀπαλλαγῆναι
ἀζήμιος, καὶ ταῦτʼ ἐμοῦ βακτηρίαν ἔχοντος;
Καρίων πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα
ἡγεῖσθέ μʼ εἶναι κοὐδὲν ἂν νομίζεθʼ ὑγιὲς εἰπεῖν;
Χορός ὡς σεμνὸς οὑπίτριπτος· αἱ κνῆμαι δέ σου βοῶσιν
ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.
Καρίων ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,
σὺ δʼ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.
Χορός διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος,
ὅστις φενακίζεις, φράσαι δʼ οὔπω τέτληκας ἡμῖν,
οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως
δεῦρʼ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.
Καρίων ἀλλʼ οὐκέτʼ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει
ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει.
Χορός ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;
Καρίων νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτʼ ὄνου λάβητε.
Χορός ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι
ὑφʼ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτʼ ἀληθῆ.
- Καρίων καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα
μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων
ὑμᾶς ἄγειν. ἀλλʼ εἶα τέκεα θαμίνʼ ἐπαναβοῶντες
βληχώμενοί τε προβατίων
αἰγῶν τε κιναβρώντων μέλη
ἕπεσθʼ ἀπεψωλημένοι· τράγοι δʼ ἀκρατιεῖσθε.
- Χορός ἡμεῖς δέ γʼ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα
βληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες,
πήραν ἔχοντα λάχανά τʼ ἄγρια δροσερά, κραιπαλῶντα
ἡγούμενον τοῖς προβατίοις,
εἰκῇ δὲ καταδαρθόντα που
μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.
- Καρίων ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν,
ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτʼ ἐν Κορίνθῳ
ἔπεισεν ὡς ὄντας κάπρους
μεμαγμένον σκῶρ ἐσθίειν, αὐτὴ δʼ ἔματτεν αὐτοῖς,
μιμήσομαι πάντας τρόπους·
ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας
ἕπεσθε μητρὶ χοῖροι.
2a. Χορός οὐκοῦν σε τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν
καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους
λαβόντες ὑπὸ φιληδίας
τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν,
μινθώσομέν θʼ ὥσπερ τράγου
τὴν ῥῖνα· σὺ δʼ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς,
ἕπεσθε μητρὶ χοῖροι.
2b. Καρίων ἀλλʼ εἶα νῦν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη
ὑμεῖς ἐπʼ ἄλλʼ εἶδος τρέπεσθʼ,
ἐγὼ δʼ ἰὼν ἤδη λάθρᾳ
βουλήσομαι τοῦ δεσπότου
λαβών τινʼ ἄρτον καὶ κρέας
μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.
Χοροῦ
Χρεμύλος χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται
ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν·
ἀσπάζομαι δʼ ὁτιὴ προθύμως ἥκετε
καὶ συντεταμένως κοὐ κατεβλακευμένως.
ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται
ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.
Χορός θάρρει· βλέπειν γὰρ ἄντικρυς δόξεις μʼ Ἄρη.
δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα
ὠστιζόμεσθʼ ἑκάστοτʼ ἐν τἠκκλησίᾳ,
αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.
Χρεμύλος καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ
προσιόντα· δῆλος δʼ ἐστὶν ὅτι τοῦ πράγματος
ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.
Βλεψίδημος τί ἂν οὖν τὸ πρᾶγμʼ εἴη; πόθεν καὶ τίνι τρόπῳ
Χρεμύλος πεπλούτηκʼ ἐξαπίνης; οὐ πείθομαι.
καίτοι λόγος γʼ ἦν νὴ τὸν Ἡρακλέα πολὺς
ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,
ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.
ἔστιν δέ μοι τοῦτʼ αὐτὸ θαυμάσιον, ὅπως
χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.
οὔκουν ἐπιχώριόν γε πρᾶγμʼ ἐργάζεται.
Χρεμύλος ἀλλʼ οὐδὲν ἀποκρύψας ἐρῶ· νὴ τοὺς θεοὺς
ὦ Βλεψίδημʼ ἄμεινον ἢ χθὲς πράττομεν,
ὥστε μετέχειν ἔξεστιν· εἶ γὰρ τῶν φίλων.
Βλεψίδημος γέγονας δʼ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;
Χρεμύλος ἔσομαι μὲν οὖν αὐτίκα μάλʼ, ἢν θεὸς θέλῃ.
ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.
Βλεψίδημος ποῖός τις;
Χρεμύλος οἷος;
Βλεψίδημος λέγʼ ἀνύσας ὅ τι φῄς ποτε.
Χρεμύλος ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί·
ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.
Βλεψίδημος τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον
καί μʼ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν
οὕτως ὑπερπλουτεῖν τό τʼ αὖ δεδοικέναι
πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστʼ εἰργασμένου.
Χρεμύλος πῶς οὐδὲν ὑγιές;
Βλεψίδημος εἴ τι κεκλοφὼς νὴ Δία
ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον
παρὰ τοῦ θεοῦ, κἄπειτʼ ἴσως σοι μεταμέλει.
Χρεμύλος Ἄπολλον ἀποτρόπαιε μὰ Δίʼ ἐγὼ μὲν οὔ.
Βλεψίδημος παῦσαι φλυαρῶν ὦγάθʼ· οῖδα γὰρ σαφῶς.
Χρεμύλος σὺ μηδὲν εἰς ἔμʼ ὑπονόει τοιουτονί.
Βλεψίδημος φεῦ,
ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,
ἀλλʼ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.
Χρεμύλος οὔ τοι μὰ τὴν Δήμητρʼ ὑγιαίνειν μοι δοκεῖς.
Βλεψίδημος ὡς πολὺ μεθέστηχʼ ὧν πρότερον εἶχεν τρόπων.
Χρεμύλος μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.
Βλεψίδημος ἀλλʼ οὐδὲ τὸ βλέμμʼ αὐτὸ κατὰ χώραν ἔχει,
ἀλλʼ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.
Χρεμύλος σὺ μὲν οἶδʼ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος
ζητεῖς μεταλαβεῖν.
Βλεψίδημος μεταλαβεῖν ζητῶ; τίνος;
Χρεμύλος τὸ δʼ ἐστὶν οὐ τοιοῦτον ἀλλʼ ἑτέρως ἔχον.
Βλεψίδημος μῶν οὐ κέκλοφας ἀλλʼ ἥρπακας;
Χρεμύλος κακοδαιμονᾷς.
Βλεψίδημος ἀλλʼ οὐδὲ μὴν ἀπεστέρηκάς γʼ οὐδένα;
Χρεμύλος ουʼ δῆτʼ ἔγωγʼ.
Βλεψίδημος ὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν
τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.
Χρεμύλος κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.
Βλεψίδημος ὦ τᾶν ἐγώ τοι τοῦτʼ ἀπὸ σμικροῦ πάνυ
ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,
τὸ στόμʼ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.
Χρεμύλος καὶ μὴν φίλως γʼ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς
τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.
Βλεψίδημος ὁρῶ τινʼ ἐπὶ τοῦ βήματος καθεδούμενον
ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων
καὶ τῆς γυναικός, κουʼ διοίσοντʼ ἄντικρυς
τῶν Ἡρακλειδῶν οὐδʼ ὁτιοῦν τῶν Παμφίλου.
Χρεμύλος οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους
ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας
ἀπαρτὶ πλουτῆσαι ποιήσω.
Βλεψίδημος τί σὺ λέγεις;
οὕτω πάνυ πολλὰ κέκλοφας;
Χρεμύλος οἴμοι τῶν κακῶν,
ἀπολεῖς.
Βλεψίδημος σὺ μὲν οὖν σεαυτόν, ὥς γʼ ἐμοὶ δοκεῖς.
Χρεμύλος ουʼ δῆτʼ, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ
ἔχω.
Βλεψίδημος σὺ Πλοῦτον; ποῖον;
Χρεμύλος αὐτὸν τὸν θεόν.
Βλεψίδημος καὶ ποῦ ʼστιν;
Χρεμύλος ἔνδον.
Βλεψίδημος ποῦ;
Χρεμύλος παρʼ ἐμοί.
Βλεψίδημος παρὰ σοί;
Χρεμύλος πάνυ.
Βλεψίδημος οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί;
Χρεμύλος νὴ τοὺς θεούς.
Βλεψίδημος λὲγεις ἀληθῆ;
Χρεμύλος φημί.
Βλεψίδημος πρὸς τῆς Ἑστίας;
Χρεμύλος νὴ τὸν Ποσειδῶ.
Βλεψίδημος τὸν θαλάττιον λέγεις;
Χρεμύλος εἰ δʼ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.
Βλεψίδημος εἶτʼ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους;
Χρεμύλος οὐκ ἔστι πω τὰ πράγματʼ ἐν τούτῳ.
Βλεψίδημος τί φῄς;
οὐ τῷ μεταδοῦναι;
Χρεμύλος μὰ Δία. δεῖ γὰρ πρῶτα
Βλεψίδημος τί;
Χρεμύλος βλέψαι ποιῆσαι νώ—
Βλεψίδημος τίνα βλέψαι; φράσον.
Χρεμύλος τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ.
Βλεψίδημος τυφλὸς γὰρ ὄντως ἐστί;
Χρεμύλος νὴ τὸν οὐρανόν.
Βλεψίδημος οὐκ ἐτὸς ἄρʼ ὡς ἔμʼ ἦλθεν οὐδεπώποτε.
Χρεμύλος ἀλλʼ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.
Βλεψίδημος οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά;
Χρεμύλος τίς δῆτʼ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;
οὔτε γὰρ ὁ μισθὸς οὐδὲν ἔστʼ οὔθʼ ἡ τέχνη.
Βλεψίδημος σκοπῶμεν.
Χρεμύλος ἀλλʼ οὐκ ἔστιν.
Βλεψίδημος οὐδ ἐμοὶ δοκεῖ.
Χρεμύλος μὰ Δίʼ ἀλλʼ ὅπερ πάλαι παρεσκευαζόμην
ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ
κράτιστόν ἐστι.
Βλεψίδημος πολὺ μὲν οὖν νὴ τοὺς θεούς.
μή νυν διάτριβʼ ἀλλʼ ἄνυε πράττων ἕν γέ τι.
Χρεμύλος καὶ δὴ βαδίζω.
Βλεψίδημος σπεῦδέ νυν.
Χρεμύλος τοῦτʼ αὐτὸ δρῶ.
Πενία ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον
τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε—
ποῖ ποῖ; τί φεύγετον; οὐ μενεῖτον;
Βλεψίδημος Ἡράκλεις.
Πενία ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς·
τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,
ἀλλʼ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε
οὔτε θεὸς οὔτʼ ἄνθρωπος· ὥστʼ ἀπολώλατον.
Χρεμύλος σὺ δʼ εἶ τίς; ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.
Βλεψίδημος ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας·
βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.
Χρεμύλος ἀλλʼ οὐκ ἔχει γὰρ δᾷδας.
Βλεψίδημος οὐκοῦν κλαύσεται.
Πενία ὄιεσθε δʼ εἶναι τίνα με;
Χρεμύλος πανδοκεύτριαν
ἢ λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ
ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.
Πενία ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον
ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;
Χρεμύλος οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται;
ἀλλʼ ἥτις εἶ λέγειν σʼ ἐχρῆν αὐτίκα μάλα.
Πενία ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκην
ἀνθʼ ὧν ἐμὲ ζητεῖτον ἐνθένδʼ ἀφανίσαι.
Βλεψίδημος ἆρʼ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων,
ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;
Πενία Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλʼ ἔτη.
Βλεψίδημος ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;
Χρεμύλος οὗτος τί δρᾷς; ὦ δειλότατον σὺ θηρίον·
οὐ παραμενεῖς;
Βλεψίδημος ἥκιστα πάντων.
Χρεμύλος οὐ μενεῖς;
ἀλλʼ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;
Βλεψίδημος Πενία γάρ ἐστιν ὦ πόνηρʼ, ἧς οὐδαμοῦ
οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.
Χρεμύλος στῆθʼ, ἀντιβολῶ σε, στῆθι.
Βλεψίδημος μὰ Δίʼ ἐγὼ μὲν οὔ.
Χρεμύλος καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ
ἔργων ἁπάντων ἐργασόμεθʼ, εἰ τὸν θεὸν
ἔρημον ἀπολιπόντε ποι φευξούμεθα
τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.
Βλεψίδημος ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες;
ποῖον γὰρ οὐ θώρακα, ποίαν δʼ ἀσπίδα
οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;
Χρεμύλος θάρρει· μόνος γὰρ ὁ θεὸς οὗτος οἶδʼ ὅτι
τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.
Πενία γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε,
ἐπʼ αὐτοφώρῳ δεινὰ δρῶντʼ εἰλημμένω;
Χρεμύλος σὺ δʼ ὦ κάκιστʼ ἀπολουμένη τί λοιδορεῖ
ἡμῖν προσελθοῦσʼ οὐδʼ ὁτιοῦν ἀδικουμένη;
Πενία οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε
ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω
βλέψαι πάλιν;
Χρεμύλος τί οὖν ἀδικοῦμεν τοῦτό σε,
εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν
ἀγαθόν;
Πενία τί δʼ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθʼ;
Χρεμύλος ὅ τι;
σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.
Πενία ἔμʼ ἐκβαλόντες; καὶ τί ἂν νομίζετον
κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους;
Χρεμύλος ὅ τι;
εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.
Πενία καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον
τὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω μόνην
ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ
ὑμῖν διʼ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μή,
ποιεῖτον ἤδη τοῦθʼ ὅ τι ἂν ὑμῖν δοκῇ.
Χρεμύλος ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν;
Πενία καὶ σύ γε διδάσκου· πάνυ γὰρ οἶμαι ῥᾳδίως
ἅπανθʼ ἁμαρτάνοντά σʼ ἀποδείξειν ἐγώ,
εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους.
Χρεμύλος ὦ τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε;
Πενία οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.
Χρεμύλος καὶ τίς δύναιτʼ ἂν μὴ βοᾶν ἰοὺ ἰοὺ
τοιαῦτʼ ἀκούων;
Πενία ὅστις ἐστὶν εὖ φρονῶν.
Χρεμύλος τί δῆτά σοι τίμημʼ ἐπιγράψω τῇ δίκῃ,
ἐὰν ἁλῷς;
Πενία ὅ τι σοι δοκεῖ.
Χρεμύλος καλῶς λέγεις.
Πενία τὸ γὰρ αὔτʼ, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.
Χρεμύλος ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;
Βλεψίδημος ταύτῃ γε· νῷν δὲ δὔ ἀποχρήσουσιν μόνω.
Πενία οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντʼ, ἢ τί γʼ ἂν
ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;
Χορός ἀλλʼ ἤδη χρῆν τι λέγειν ὑμᾶς σοφὸν ᾧ νικήσετε τηνδὶ
ἐν τοῖσι λόγοις ἀντιλέγοντες, μαλακὸν δʼ ἐνδώσετε μηδέν.
Χρεμύλος φανερὸν μὲν ἔγωγʼ οἶμαι γνῶναι τοῦτʼ εἶναι πᾶσιν ὁμοίως,
ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον,
τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου.
τοῦτʼ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν, ὥστε γενέσθαι
βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον.
ἢν γὰρ ὁ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ,
ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει,
τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται· κᾆτα ποιήσει
πάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τά τε θεῖα σέβοντας.
καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτʼ ἄμεινον;
Βλεψίδημος οὐδείς· τούτου μάρτυς ἐγώ σοι· μηδὲν ταύτην γʼ ἀνερώτα.
Χρεμύλος ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται,
τίς ἂν οὐχ ἡγοῖτʼ εἶναι μανίαν κακοδαιμονίαν τʼ ἔτι μᾶλλον;
πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί,
ἀδίκως αὐτὰ ξυλλεξάμενοι· πολλοὶ δʼ ὄντες πάνυ χρηστοὶ
πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν.
οὔκουν εἶναί φημʼ, εἰ παύσει ταύτην βλέψας ποθʼ ὁ Πλοῦτος,
ὁδὸν ἥντινʼ ἰὼν τοῖς ἀνθρώποις ἀγάθʼ ἄν μείζω πορίσειεν.
Πενία ἀλλʼ ὦ πάντων ῥᾷστʼ ἀνθρώπων ἀναπεισθέντʼ οὐχ ὑγιαίνειν
δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν,
εἰ τοῦτο γένοιθʼ ὃ ποθεῖθʼ ὑμεῖς, οὔ φημʼ ἂν λυσιτελεῖν σφῷν.
εἰ γὰρ ὁ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τʼ ἴσον αὑτόν,
οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτʼ ἂν σοφίαν μελετῴη
οὐδείς· ἀμφοῖν δʼ ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει
τίς χαλκεύειν ἢ ναυπηγεῖν ἢ ῥάπτειν ἢ τροχοποιεῖν,
ἢ σκυτοτομεῖν ἢ πλινθουργεῖν ἢ πλύνειν ἢ σκυλοδεψεῖν,
ἢ γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι,
ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν πάντων ἀμελοῦσιν;
Χρεμύλος λῆρον ληρεῖς. ταῦτα γὰρ ἡμῖν πάνθʼ ὅσα νῦν δὴ κατέλεξας
οἱ θεράποντες μοχθήσουσιν.
Πενία πόθεν οὖν ἕξεις θεράποντας;
Χρεμύλος ὠνησόμεθʼ ἀργυρίου δήπου.
Πενία τίς δʼ ἔσται πρῶτον ὁ πωλῶν,
ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ;
Χρεμύλος κερδαίνειν βουλόμενός τις
ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν.
Πενία ἀλλʼ οὐδʼ ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδʼ ἀνδραποδιστὴς
κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. τίς γὰρ πλουτῶν ἐθελήσει
κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι;
ὥστʼ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν
ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.
Χρεμύλος ἐς κεφαλὴν σοί.
Πενία ἔτι δʼ οὐχ ἕξεις οὔτʼ ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται,
οὔτʼ ἐν δάπισιν· τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος;
οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον.
οὔθʼ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων.
καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας;
παρʼ ἐμοῦ δʼ ἔστιν ταῦτʼ εὔπορα πάνθʼ ὑμῖν ὧν δείσθον· ἐγὼ γὰρ
τὸν χειροτέχνην ὥσπερ δέσποινʼ ἐπαναγκάζουσα κάθημαι
διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.
Χρεμύλος σὺ γὰρ ἂν πορίσαι τί δύναιʼ ἀγαθὸν φῴδων ἐκ βαλανείου
καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι·δίων κολοσυρτόν;
φθειρῶν τʼ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι
ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν,
ἐπεγείρουσαι καὶ φράζουσαι, πεινήσεις, ἀλλʼ ἐπανίστω.
πρὸς δέ γε τούτοις ἀνθʼ ἱματίου μὲν ἔχειν ῥάκος· ἀντὶ δὲ κλίνης
στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει·
καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν· ἀντὶ δὲ προσκεφαλαίου
λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ· σιτεῖσθαι δʼ ἀντὶ μὲν ἄρτων
μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖʼ ἰσχνῶν ῥαφανίδων,
ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας
φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην. ἆρά γε πολλῶν
ἀγαθῶν πᾶσιν τοῖς ἀνθρὠποις ἀποφαίνω σʼ αἴτιον οὖσαν;
Πενία σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δʼ ὑπεκρούσω.
Χρεμύλος οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν.
Πενία ὑμεῖς γʼ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον.
ἀλλʼ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δίʼ, οὐδέ γε μέλλει.
πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα·
τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα,
περιγίγνεσθαι δʼ αὐτῷ μηδέν, μὴ μέντοι μηδʼ ἐπιλείπειν.
Χρεμύλος ὡς μακαρίτην ὦ Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας,
εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι.
Πενία σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας,
οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας
καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες
καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς,
παρʼ ἐμοὶ δʼ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.
Χρεμύλος ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.
Πενία περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω
ὅτι κοσμιότης οἰκεῖ μετʼ ἐμοῦ, τοῦ Πλούτου δʼ ἐστὶι ὑβρίζειν.
Χρεμύλος πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν.
Βλεψίδημος †νὴ τὸν Δίʼ, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι;†
Πενία σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν
ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι,
πλουτήσαντες δʼ ἀπὸ τῶν κοινῶν παραχρῆμʼ ἄδικοι γεγένηνται,
ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν.
Χρεμύλος ἀλλʼ οὐ ψεύδει τούτων γʼ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.
ἀτὰρ οὐχ ἧττόν γʼ οὐδὲν κλαύσει, μηδὲν ταύτῃ γε κομήσῃς,
ὁτιὴ ζητεῖς τοῦτʼ ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον
Πενία Πλούτου.
Πενία καὶ σύ γʼ ἐλέγξαι μʼ οὔπω δύνασαι περὶ τούτου,
ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις.
Χρεμύλος καὶ πῶς φεύγουσί σʼ ἅπαντες;
Πενία ὅτι βελτίους αὐτοὺς ποιῶ. σκέψασθαι δʼ ἔστι μάλιστα
ἀπὸ τῶν παίδων· τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα
αὐτοῖς. οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμʼ ἐστὶ δίκαιον.
Χρεμύλος τὸν Δία φήσεις ἆρʼ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον·
κἀκεῖνος γὰρ τὸν Πλοῦτον ἔχει.
Βλεψίδημος ταύτην δʼ ἡμῖν ἀποπέμπει.
Πενία ἀλλʼ ὦ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω,
ὁ Ζεὺς δήπου πένεται, καὶ τοῦτʼ ἤδη φανερῶς σε διδάξω.
εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα
ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ διʼ ἔτους πέμπτου ξυναγείρει,
ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας
κοτίνου στεφάνῳ; καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει.
Χρεμύλος οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος·
φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι,
λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρʼ ἑαυτῷ.
Πενία πολὺ τῆς Πενίας πρᾶγμʼ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι,
εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθʼ οὑτωσὶ καὶ φιλοκερδής.
Χρεμύλος ἀλλὰ σέ γʼ ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας.
Πενία τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντʼ ἔστʼ ἀγάθʼ ὑμῖν
διὰ τὴν Πενίαν.
Χρεμύλος παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,
εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη
τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆνʼ ἀποπέμπειν,
τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.
Χρεμύλος ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς
ἔτι μηδʼ ὁτιοῦν.
οὐ γὰρ πείσεις, οὐδʼ ἢν πείσῃς.
Πενία ὦ πόλις Ἄργους, κλύεθʼ οἷα λέγει.
Χρεμύλος Παύσωνα κάλει τὸν ξύσσιτον.
Πενία τί πάθω τλήμων;
Χρεμύλος ἔρρʼ ἐς κόρακας θᾶττον ἀφʼ ἡμῶν.
Πενία εἶμι δὲ ποῖ γῆς;
Χρεμύλος ἐς τὸν κύφωνʼ· ἀλλʼ οὐ μέλλειν
χρῆν σʼ, ἀλλʼ ἀνύειν.
Πενία ἦ μὴν ὑμεῖς γʼ ἔτι μʼ ἐνταυθοῖ
μεταπέμψεσθον.
Χρεμύλος τότε νοστήσεις· νῦν δὲ φθείρου.
κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν,
σὲ δʼ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.
Βλεψίδημος νὴ Δίʼ ἐγὼ γοῦν ἐθέλω πλουτῶν
εὐωχεῖσθαι μετὰ τῶν παίδων
τῆς τε γυναικός, καὶ λουσάμενος
λιπαρὸς χωρῶν ἐκ βαλανείου
τῶν χειροτεχνῶν
καὶ τῆς Πενίας καταπαρδεῖν.
Χρεμύλος αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται.
ἐγὼ δὲ καὶ σύ γʼ ὡς τάχιστα τὸν θεὸν
ἐγκατακλινοῦντʼ ἄγωμεν εἰς Ἀσκληπιοῦ.
Βλεψίδημος καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ
ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποιεῖν.
Χρεμύλος παῖ Καρίων τὰ στρώματʼ ἐκφέρειν σʼ ἐχρῆν
αὐτόν τʼ ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται,
καὶ τἄλλʼ ὅσʼ ἐστὶν ἔνδον ηὐτρεπισμένα.
Χοροῦ
Καρίων ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι
γέροντες ἄνδρες ἐπʼ ὀλιγίστοις ἀλφίτοις,
ὡς εὐτυχεῖθʼ, ὡς μακαρίως πεπράγατε,
ἄλλοι θʼ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.
Χορός τί δʼ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων;
φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.
Καρίων ὁ δεσπότης πέπραγεν εὐτυχέστατα,
μᾶλλον δʼ ὁ Πλοῦτος αὐτός· ἀντὶ γὰρ τυφλοῦ
ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,
Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.
Χορός λέγεις μοι χαράν, λέγεις μοι βοάν.
Καρίων πάρεστι χαίρειν, ἤν τε βούλησθʼ ἤν τε μή.
Χορός ἀναβοάσομαι τὸν εὔπαιδα καὶ
μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.
Γυνή τίς ἡ βοή ποτʼ ἐστίν; ἆρʼ ἀγγέλλεται
χρηστόν τι; τοῦτο γὰρ ποθοῦσʼ ἐγὼ πάλαι
ἔνδον κάθημαι περιμένουσα τουτονί.
Καρίων ταχέως ταχέως φέρʼ οἶνον ὦ δέσποινʼ, ἵνα
καὐτὴ πίῃς· φιλεῖς δὲ δρῶσʼ αὐτὸ σφόδρα·
ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.
Γυνή καὶ ποῦ στιν;
Καρίων ἐν τοῖς λεγομένοις εἴσει τάχα.
Γυνή πέραινε τοίνυν ὅ τι λέγεις ἀνύσας ποτέ.
Καρίων ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα
ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντʼ ἐρῶ.
Γυνή μὴ δῆτʼ ἔμοιγʼ ἐς τὴν κεφαλήν.
Καρίων μὴ τἀγαθὰ
ἃ νῦν γεγένηται;
Γυνή μὴ μὲν οὖν τὰ πράγματα.
Καρίων ὡς γὰρ τάχιστʼ ἀφικόμεθα πρὸς τὸν θεὸν
ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον
νῦν δʼ εἴ τινʼ ἄλλον μακάριον κεὐδαίμονα,
πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,
ἔπειτʼ ἐλοῦμεν.
Γυνή νὴ Δίʼ εὐδαίμων ἄρʼ ἦν
ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.
Καρίων ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ.
ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα
καθωσιώθη πέλανος Ἡφαίστου φλογί,
κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν·
ἡμῶν δʼ ἕκαστος στιβάδα παρεκαττύετο.
Γυνή ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;
Καρίων εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός,
κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν·
ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα
ἔχοντες· ὡς δὲ τοὺς λύχνους ἀποσβέσας
ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ
ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου
σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα.
κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με
ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη
ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου,
ἐφʼ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι.
ἔπειτʼ ἀναβλέψας ὁρῶ τὸν ἱερέα
τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας
ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς· μετὰ τοῦτο δὲ
περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,
εἴ που πόπανον εἴη τι καταλελειμμένον·
ἔπειτα ταῦθʼ ἥγιζεν ἐς σάκταν τινά.
κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος
ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι.
Γυνή ταλάντατʼ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν;
Καρίων νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με
ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα·
ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο.
τὸ γρᾴδιον δʼ ὡς ᾔσθετο δή μου τὸν ψόφον,
ἄρασʼ ὑφῄρει· κᾆτα συρίξας ἐγὼ
ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις.
ἡ δʼ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν,
κατέκειτο δʼ αὑτὴν ἐντυλίξασʼ ἡσυχῇ
ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς.
κἀγὼ τότʼ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων·
ἔπειτʼ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην.
Γυνή ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν;
Καρίων οὐδέπω.
μετὰ τοῦτο δʼ ἤδη καὶ γέλοιον δῆτά τι
ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ
ἀπέπαρδον· ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου.
Γυνή ἦ πού σε διὰ τοῦτʼ εὐθὺς ἐβδελύττετο.
Καρίων οὔκ, ἀλλʼ Ἰασὼ μέν τις ἀκολουθοῦσʼ ἅμα
ὑπηρυθρίασε χἠ Πανάκειʼ ἀπεστράφη
τὴν ῥῖνʼ ἐπιλαβοῦσʼ· οὐ λιβανωτὸν γὰρ βδέω.
Γυνή αὐτὸς δʼ ἐκεῖνος;
Καρίων οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισεν.
Γυνή λέγεις ἄγροικον ἄρα σύ γʼ εἶναι τὸν θεόν.
Καρίων μὰ Δίʼ οὐκ ἔγωγʼ, ἀλλὰ σκατοφάγον.
Γυνή αἲ τάλαν.
Καρίων μετὰ ταῦτʼ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην
δείσας, ἐκεῖνος δʼ ἐν κύκλῳ τὰ νοσήματα
σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.
ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον
παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.
Γυνή λίθινον;
Καρίων μὰ Δίʼ οὐ δῆτʼ οὐχὶ τό γε κιβώτιον.
Γυνή σὺ δὲ πῶς ἑώρας ὦ κάκιστʼ ἀπολούμενε,
ὃς ἐγκεκαλύφθαι φῄς;
Καρίων διὰ τοῦ τριβωνίου·
ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία.
πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον
καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν
σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτʼ ἔφλα
ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν
καὶ σχῖνον· εἶτʼ ὄξει διέμενος Σφηττίῳ
κατέπλασεν αὐτοῦ τὰ βλέφαρʼ ἐκστρέψας, ἵνα
ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν
ἔφευγʼ ἀνᾴξας· ὁ δὲ θεὸς γελάσας ἔφη·
ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος,
ἵνʼ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας.
Γυνή ὡς φιλόπολίς τίς ἐσθʼ ὁ δαίμων καὶ σοφός.
Καρίων μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο,
καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,
ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν
τὰ βλέφαρα περιέψησεν· ἡ Πανάκεια δὲ
κατεπέτασʼ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι
καὶ πᾶν τὸ πρόσωπον· εἶθʼ ὁ θεὸς ἐπόππυσεν.
ἐξῃξάτην οὖν δύο δράκοντʼ ἐκ τοῦ νεὼ
ὑπερφυεῖς τὸ μέγεθος.
Γυνή ὦ φίλοι θεοί.
Καρίων τούτω δʼ ὑπὸ τὴν φοινικίδʼ ὑποδύνθʼ ἡσυχῇ
τὰ βλέφαρα περιέλειχον, ὥς γʼ ἐμοὶ δοκεῖ·
καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,
ὁ Πλοῦτος ὦ δέσποινʼ ἀνειστήκει βλέπων·
ἐγὼ δὲ τὼ χεῖρʼ ἀνεκρότησʼ ὑφʼ ἡδονῆς
τὸν δεσπότην τʼ ἤγειρον. ὁ θεὸς δʼ εὐθέως
ἠφάνισεν αὑτὸν οἵ τʼ ὄφεις ἐς τὸν νεών.
οἱ δʼ ἐγκατακείμενοι παρʼ αὐτῷ πῶς δοκεῖς
τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθʼ ὅλην
ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.
ἐγὼ δʼ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα,
ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ,
τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.
Γυνή ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.
ἀτὰρ φράσον μοι, ποῦʼ σθʼ ὁ Πλοῦτος;
Καρίων ἔρχεται.
ἀλλʼ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος.
οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον
ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ
ἐδεξιοῦνθʼ ἅπαντες ὑπὸ τῆς ἡδονῆς·
ὅσοι δʼ ἐπλούτουν οὐσίαν τʼ εἶχον συχνὴν
οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι,
ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θʼ ἅμα.
οἱ δʼ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι
γελῶντες εὐφημοῦντες· ἐκτυπεῖτο δὲ
ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν.
ἀλλʼ εἶʼ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου
ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε·
οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ,
ὡς ἄλφιτʼ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.
Γυνή νὴ τὴν Ἑκάτην κἀγὼ δʼ ἀναδῆσαι βούλομαι
εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ
τοιαῦτʼ ἀπαγγείλαντα.
Καρίων μή νυν μέλλʼ ἔτι,
ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν.
Γυνή φέρε νυν ἰοῦσʼ εἴσω κομίσω καταχύσματα
ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ.
Καρίων ἐγὼ δʼ ἀπαντῆσαί γʼ ἐκείνοις βούλομαι.
Κομμάτιον Χοροῦ
Πλοῦτος καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,
ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον
χώραν τε πᾶσαν Κέκροπος ἥ μʼ ἐδέξατο.
αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς,
οἵοις ἄρʼ ἀνθρώποις ξυνὼν ἐλάνθανον,
τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας
ἔφευγον, εἰδὼς οὐδέν· ὦ τλήμων ἐγώ,
ὡς οὔτʼ ἐκεῖνʼ ἄρʼ οὔτε ταῦτʼ ὀρθῶς ἔδρων·
ἀλλʼ αὐτὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ
δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι
ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν.
Χρεμύλος βάλλʼ ἐς κόρακας· ὡς χαλεπόν εἰσιν οἱ φίλοι
οἱ φαινόμενοι παραχρῆμʼ ὅταν πράττῃ τις εὖ.
νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,
ἐνδεικνύμενος ἔκαστος εὔνοιάν τινα.
ἐμὲ γὰρ τίς οὐ προσεῖπε; ποῖος οὐκ ὄχλος
περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;
Γυνή ὦ φίλτατʼ ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε.
φέρε νυν, νόμος γάρ ἐστι, τὰ καταχύσματα
ταυτὶ καταχέω σου λαβοῦσα.
Πλοῦτος μηδαμῶς.
ἐμοῦ γὰρ εἰσιόντος ἐς τὴν οἰκίαν
πρώτιστα καὶ βλέψαντος οὐδὲν ἐκφέρειν
πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον ἐσφέρειν.
Γυνή εἶτʼ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;
Πλοῦτος ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος·
ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν.
οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ
ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις
προβαλόντʼ ἐπὶ τούτοις εἶτʼ ἀναγκάζειν γελᾶν.
Γυνή εὖ πάνυ λέγεις· ὡς Δεξίνικός γʼ οὑτοσὶ
ἀνίσταθʼ ὡς ἁρπασόμενος τὰς ἰσχάδας.
Χοροῦ
Καρίων ὡς ἡδὺ πράττειν ὦνδρές ἐστʼ εὐδαιμόνως,
καὶ ταῦτα μηδὲν ἐξενεγκόντʼ οἴκοθεν.
ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν
ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν.
ἡ μὲν σιπύη μεστή ʼστι λευκῶν ἀλφίτων,
οἱ δʼ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου.
ἅπαντα δʼ ἡμῖν ἀργυρίου καὶ χρυσίου
τὰ σκευάρια πλήρη ʼστίν, ὥστε θαυμάσαι.
τὸ φρέαρ δʼ ἐλαίου μεστόν· αἱ δὲ λήκυθοι
μύρου γέμουσι, τὸ δʼ ὑπερῷον ἰσχάδων.
ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς
τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθʼ ὁρᾶν.
ὁ δʼ ἰπνὸς γέγονʼ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.
στατῆρσι δʼ οἱ θεράποντες ἀρτιάζομεν
χρυσοῖς· ἀποψώμεσθα δʼ οὐ λίθοις ἔτι,
ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε.
καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ
ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος·
ἐμὲ δʼ ἐξέπεμψεν ὁ καπνός. οὐχ οἷός τε γὰρ
ἔνδον μένειν ἦν. ἔδακνε γὰρ τὰ βλέφαρά μου.
Δίκαιος ἕπου μετʼ ἐμοῦ παιδάριον, ἵνα πρὸς τὸν θεὸν
ἴωμεν.
Καρίων ἔα τίς ἔσθʼ ὁ προσιὼν οὑτοσί;
Δίκαιος ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δʼ εὐτυχής.
Καρίων δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.
Δίκαιος μάλιστʼ.
Καρίων ἔπειτα τοῦ δέει;
Δίκαιος πρὸς τὸν θεὸν
ἥκω· μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.
ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς
λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων,
εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.
Καρίων ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.
Δίκαιος κομιδῇ μὲν οὖν.
Καρίων οὐκοῦν μετὰ ταῦτʼ ἦσθʼ ἄθλιος.
Δίκαιος κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως
εὐηργέτησα δεομένους ἕξειν φίλους
ὄντως βεβαίους, εἰ δεηθείην ποτέ·
οἱ δʼ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μʼ ἔτι.
Καρίων καὶ κατεγέλων δʼ εὖ οἶδʼ ὅτι.
Δίκαιος κομιδῇ μὲν οὖν·
αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μʼ ἀπώλεσεν.
Καρίων ἀλλʼ οὐχὶ νῦν.
Δίκαιος ἀνθʼ ὧν ἐγὼ πρὸς τὸν θεὸν
προσευξόμενος ἥκω δικαίως ἐνθάδε.
Καρίων τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν,
ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.
Δίκαιος καὶ τοῦτʼ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.
Καρίων μῶν οὖν ἐμυήθης δῆτʼ ἐν αὐτῷ τὰ μεγάλα;
Δίκαιος οὐκ ἀλλʼ ἐνερρίγωσʼ ἔτη τριακαίδεκα.
Καρίων τὰ δʼ ἐμβάδια;
Δίκαιος καὶ ταῦτα συνεχειμάζετο.
Καρίων καὶ ταῦτʼ ἀναθήσων ἔφερες οὖν;
Δίκαιος νὴ τὸν Δία.
Καρίων χαρίεντά γʼ ἥκεις δῶρα τῷ θεῷ φέρων.
Συκοφάντης οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,
καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις
καὶ δωδεκάκις καὶ μυριάκις· ἰοὺ ἰού.
οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.
Καρίων Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,
τί ποτʼ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;
Συκοφάντης οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,
ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας
διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν
πάλιν αὖθις, ἤνπερ μὴ ʼλλίπωσιν αἱ δίκαι;
Δίκαιος ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.
προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,
ἔοικε δʼ εἶναι τοῦ πονηροῦ κόμματος.
Καρίων νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.
Συκοφάντης ποῦ ποῦ ʼσθʼ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους
ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως,
εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲ
πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.
Καρίων καὶ τίνα δέδρακε δῆτα τοῦτʼ;
Συκοφάντης ἐμὲ τουτονί.
Καρίων ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωρύχων;
Συκοφάντης μὰ Δίʼ οὐ μὲν οὖν ἔσθʼ ὑγιὲς ὑμῶν οὐδενός,
κοὐκ ἔσθʼ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.
Καρίων ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν
ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.
Συκοφάντης σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις·
ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σʼ ἐκεῖ στρεβλούμενον
εἰπεῖν ἃ πεπανούργηκας.
Καρίων οἰμώξἄρα σύ.
Δίκαιος νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γʼ ἄξιος
ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθʼ ὅτι
τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.
Συκοφάντης οἴμοι τάλας· μῶν καὶ σὺ μετέχων καταγελᾷς;
ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;
ἐχθὲς δʼ ἔχοντʼ εἶδόν σʼ ἐγὼ τριβώνιον.
Δίκαιος οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος
τὸν δακτύλιον τονδὶ παρʼ Εὐδάμου δραχμῆς.
Καρίων † ἀλλʼ οὐκ ἔνεστι συκοφάντου δήγματος.†
Συκοφάντης ἆρʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ πολλή; σκώπτετον,
ὅ τι δὲ ποιεῖτον ἐνθάδʼ οὐκ εἰρήκατον.
οὐκ ἐπʼ ἀγαθῷ γὰρ ἐνθάδʼ ἐστὸν οὐδενί.
Δίκαιος μὰ τὸν Δίʼ οὔκουν τῷ γε σῷ, σάφʼ ἴσθʼ ὅτι.
Συκοφάντης ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.
Καρίων ὡς δὴ ʼπʼ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος
διαρραγείης μηδενός γʼ ἐμπλήμενος.
Συκοφάντης ἀρνεῖσθον; ἔνδον ἐστὶν ὦ μιαρωτάτω
πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.
ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ.
Καρίων κακόδαιμον ὀσφραίνει τι;
Δίκαιος τοῦ ψύχους γʼ ἴσως
ἐπεὶ τοιοῦτόν γʼ ἀμπέχεται τριβώνιον.
Συκοφάντης ταῦτʼ οὖν ἀνασχέτʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοί,
τούτους ὑβρίζειν εἰς ἔμʼ; οἴμʼ ὡς ἄχθομαι
ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.
Δίκαιος σὺ φιλόπολις καὶ χρηστός;
Συκοφάντης ὡς οὐδείς γʼ ἀνήρ.
Δίκαιος καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.
Συκοφάντης τὸ τί;
Δίκαιος γεωργὸς εἶ;
Συκοφάντης μελαγχολᾶν μʼ οὕτως οἴει;
Δίκαιος ἀλλʼ ἔμπορος;
Συκοφάντης ναί, σκήπτομαί γʼ, ὅταν τύχω.
Δίκαιος τί δαί; τέχνην τινʼ ἔμαθες;
Συκοφάντης οὐ μὰ τὸν Δία.
Δίκαιος πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;
Συκοφάντης τῶν τῆς πόλεώς εἰμʼ ἐπιμελητὴς πραγμάτων
καὶ τῶν ἰδίων πάντων.
Δίκαιος σύ; τί μαθών;
Συκοφάντης βούλομαι.
Δίκαιος πῶς οὖν ἂν εἴης χρηστὸς ὦ τοιχωρύχε,
εἴ σοι προσῆκον μηδὲν εἶτʼ ἀπεχθάνει;
Συκοφάντης οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν
εὐεργετεῖν ὦ κέπφε καθʼ ὅσον ἂν σθένω;
Δίκαιος εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;
Συκοφάντης τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις
καὶ μὴ ʼπιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.
Δίκαιος οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις
ἄρχειν καθίστησιν;
Συκοφάντης κατηγορεῖ δὲ τίς;
Δίκαιος ὁ βουλόμενος.
Συκοφάντης οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ,
ὥστʼ εἰς ἔμʼ ἥκει τῆς πόλεως τὰ πράγματα.
Δίκαιος νὴ Δία πονηρόν γʼ ἆρα προστάτην ἔχει.
ἐκεῖνο δʼ οὐ βούλοιʼ ἄν, ἡσυχίαν ἔχων
ζῆν ἀργός;
Συκοφάντης ἀλλὰ προβατίου βίον λέγεις,
εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.
Δίκαιος οὐδʼ ἂν μεταμάθοις;
Συκοφάντης οὐδʼ ἂν εἰ δοίης γέ μοι
τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.
Δίκαιος κατάθου ταχέως θοἰμάτιον.
Καρίων οὗτος, σοὶ λέγει.
Δίκαιος ἔπειθʼ ὑπόλυσαι.
Καρίων ταῦτα πάντα σοὶ λέγει.
Συκοφάντης καὶ μὴν προσελθέτω πρὸς ἔμʼ ὑμῶν ἐνθαδὶ
ὁ βουλόμενος.
Καρίων οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ.
Συκοφάντης οἴμοι τάλας ἀποδύομαι μεθʼ ἡμέραν.
Καρίων σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν.
Συκοφάντης ὁρᾷς ἃ ποιεῖς; ταῦτʼ ἐγὼ μαρτύρομαι.
Δίκαιος ἀλλʼ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.
Συκοφάντης οἴμοι περιείλημμαι μόνος.
Καρίων νυνὶ βοᾷς;
Συκοφάντης οἴμοι μάλʼ αὖθις.
Καρίων δὸς σύ μοι τὸ τριβώνιον,
ἵνʼ ἀμφιέσω τὸν συκοφάντην τουτονί.
Δίκαιος μὴ δῆθʼ· ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.
Καρίων ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται
ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;
Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.
Δίκαιος τοῖς δʼ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.
Καρίων καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα
ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.
Συκοφάντης ἄπειμι· γιγνώσκω γὰρ ἥττων ὢν πολὺ
ὑμῶν· ἐὰν δὲ σύζυγον λάβω τινὰ
καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν
ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην,
ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος
τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν
τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.
Δίκαιος καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν
ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε·
ἔπειτʼ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.
κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.
Καρίων ἀλλʼ ὁ βαλανεὺς ἕλξει θύραζʼ αὐτὸν λαβὼν
τῶν ὀρχιπέδων· ἰδὼν γὰρ αὐτὸν γνώσεται
ὅτι ἔστʼ ἐκείνου τοῦ πονηροῦ κόμματος.
νὼ δʼ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.
Χοροῦ
Γραῦς ἆρʼ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν
ἀφίγμεθʼ ὄντως τοῦ νέου τούτου θεοῦ,
ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;
Χορός ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὰς τὰς θύρας ἀφιγμένη
ὦ μειρακίσκη· πυνθάνει γὰρ ὡρικῶς.
Γραῦς φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.
Χρεμύλος μὴ δῆτʼ· ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.
ἀλλʼ ὅ τι μάλιστʼ ἐλήλυθας λέγειν σʼ ἐχρῆν.
Γραῦς πέπονθα δεινὰ καὶ παράνομʼ ὦ φίλτατε·
ἀφʼ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,
ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.
Χρεμύλος τί δʼ ἔστιν; ἦ που καὶ σὺ συκοφάντρια
εν ταῖς γυναιξὶν ἦσθα;
Γραῦς μὰ Δίʼ ἐγὼ μὲν οὔ.
Χρεμύλος ἀλλʼ οὐ λαχοῦσʼ ἔπινες ἐν τῷ γράμματι;
Γραῦς σκώπτεις· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.
Χρεμύλος οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;
Γραῦς ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον,
πενιχρὸν μέν, ἄλλως δʼ εὐπρόσωπον καὶ καλὸν
καὶ χρηστόν· εἰ γάρ του δεηθείην ἐγώ,
ἅπαντʼ ἐποίει κοσμίως μοι καὶ καλῶς·
ἐγὼ δʼ ἐκείνῳ πάντα ταῦθʼ ὑπηρέτουν.
Χρεμύλος τί δʼ ἦν ὅ τι σου μάλιστʼ ἐδεῖθʼ ἑκάστοτε;
Γραῦς οὐ πολλά· καὶ γὰρ ἐκνομίως μʼ ᾐσχύνετο.
ἀλλʼ ἀργυρίου δραχμὰς ἂν ᾔτησʼ εἴκοσιν
εἰς ἱμάτιον, ὀκτὼ δʼ ἂν εἰς ὑποδήματα·
καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον
ἐκέλευσεν ἂν τῇ μητρί θʼ ἱματίδιον·
πυρῶν τʼ ἂν ἐδεήθη μεδίμνων τεττάρων.
Χρεμύλος οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε
εἴρηκας, ἀλλὰ δῆλον ὅτι σʼ ᾐσχύνετο.
Γραῦς καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας
αἰτεῖν μʼ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,
ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.
Χρεμύλος λέγεις ἐρῶντʼ ἄνθρωπον ἐκνομιώτατα.
Γραῦς ἀλλʼ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει
τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.
ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ
καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα
ἐπόντα πεμψάσης ὑπειπούσης θʼ ὅτι
εἰς ἑσπέραν ἥξοιμι—
Χρεμύλος τί σʼ ἔδρασʼ; εἰπέ μοι.
Γραῦς ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,
ἐφʼ ᾧ τʼ ἐκεῖσε μηδέποτέ μʼ ἐλθεῖν ἔτι,
καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι
πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.
Χρεμύλος δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν,
ἔπειτα πλουτῶν οὐκέθʼ ἥδεται φακῇ·
πρὸ τοῦ δʼ ὑπὸ τῆς πενίας ἅπανθʼ ὑπήσθιεν.
Γραῦς καὶ μὴν πρὸ τοῦ γʼ ὁσημέραι νὴ τὼ θεὼ
ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.
Χρεμύλος ἐπʼ ἐκφοράν;
Γραῦς μὰ Δίʼ ἀλλὰ τῆς φωνῆς μόνον
ἐρῶν ἀκοῦσαι.
Χρεμύλος τοῦ λαβεῖν μὲν οὖν χάριν.
Γραῦς καὶ νὴ Δίʼ εἰ λυπουμένην γʼ αἴσθοιτό με,
νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο.
Χρεμύλος ἔπειτʼ ἴσως ᾔτει σʼ ἂν εἰς ὑποδήματα.
Γραῦς μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην
ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,
ἐτυπτόμην διὰ τοῦθʼ ὅλην τὴν ἡμέραν.
οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.
Χρεμύλος μόνος γὰρ ἥδεθʼ, ὡς ἔοικεν, ἐσθίων.
Γραῦς καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μʼ ἔθη.
Χρεμύλος ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.
Γραῦς ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου.
Χρεμύλος εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.
Γραῦς τὸ βλέμμα θʼ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.
Χρεμύλος οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλʼ ἠπίστατο
γραὸς καπρώσης τἀφόδια κατεσθίειν.
Γραῦς ταῦτʼ οὖν ὁ θεὸς ὦ φίλʼ ἄνερ οὐκ ὀρθῶς ποιεῖ,
φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.
Χρεμύλος τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται.
Γραῦς ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία
τὸν εὖ παθόνθʼ ὑπʼ ἐμοῦ πάλιν μʼ ἀντευποιεῖν,
ἢ μηδʼ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστʼ ἔχειν.
Χρεμύλος οὔκουν καθʼ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;
Γραῦς ἀλλʼ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.
Χρεμύλος ὀρθῶς γε· νῦν δέ γʼ οὐκέτι ζῆν σʼ οἴεται.
Γραῦς ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκʼ ὦ φίλτατε.
Χρεμύλος οὐκ ἀλλὰ κατασέσηπας, ὥς γʼ ἐμοὶ δοκεῖς.
Γραῦς διὰ δακτυλίου μὲν οὖν ἔμεγʼ ἂν διελκύσαις.
Χρεμύλος εἰ τυγχάνοι γʼ ὁ δακτύλιος ὢν τηλία.
Γραῦς καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται,
οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω·
ἔοικε δʼ ἐπὶ κῶμον βαδίζειν.
Χρεμύλος φαίνεται.
στέφανόν γέ τοι καὶ δᾷδʼ ἔχων πορεύεται.
Νεανίας ἀσπάζομαί σε.
Γραῦς τί φησιν;
Νεανίας ἀρχαία φίλη,
πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν.
Γραῦς τάλαινʼ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.
Χρεμύλος ἔοικε διὰ πολλοῦ χρόνου σʼ ἑορακέναι.
Γραῦς ποίου χρόνου ταλάνταθʼ, ὃς παρʼ ἐμοὶ χθὲς ἦν;
Χρεμύλος τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα·
μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει.
Γραῦς οὔκ, ἀλλʼ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.
Νεανίας ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί,
ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.
Γραῦς ἆ ἆ,
τὴν δᾷδα μή μοι πρόσφερʼ.
Χρεμύλος εὖ μέντοι λέγει.
ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ
ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.
Νεανίας βούλει διὰ χρόνου πρός με παῖσαι;
Γραῦς ποῖ τάλαν;
Νεανίας αὐτοῦ, λαβοῦσα κάρυα.
Γραῦς παιδιὰν τίνα;
Νεανίας πόσους ἔχεις ὀδόντας.
Χρεμύλος ἀλλὰ γνώσομαι
κἄγωγʼ· ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας.
Νεανίας ἀπότεισον· ἕνα γὰρ γόμφιον μόνον φορεῖ.
Γραῦς ταλάντατʼ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς,
πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.
Νεανίας ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.
Χρεμύλος οὐ δῆτʼ, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει,
εἰ δʼ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,
ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη.
Γραῦς γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.
Νεανίας πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων
ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.
Γραῦς μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γʼ ὦ βδελυρὲ σύ.
Χρεμύλος μὰ τὴν Ἑκάτην οὐ δῆτα· μαινοίμην γὰρ ἄν.
ἀλλʼ ὦ νεανίσκʼ οὐκ ἐῶ τὴν μείρακα
μισεῖν σε ταύτην.
Νεανίας ἀλλʼ ἔγωγʼ ὑπερφιλῶ.
Χρεμύλος καὶ μὴν κατηγορεῖ γέ σου.
Νεανίας τί κατηγορεῖ;
Χρεμύλος εἶναί σʼ ὑβριστήν φησι καὶ λέγειν ὅτι
πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.
Νεανίας ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι.
Χρεμύλος τὸ τί;
Νεανίας αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ
οὐκ ἄν ποτʼ ἄλλῳ τοῦτʼ ἐπέτρεψʼ ἐγὼ ποιεῖν·
νῦν δʼ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.
Χρεμύλος οἶδʼ οἶδα τὸν νοῦν· οὐκέτʼ ἀξιοῖς ἴσως
εἶναι μετʼ αὐτῆς.
Γραῦς ὁ δʼ ἐπιτρέψων ἐστὶ τίς;
Νεανίας οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ
ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων.
Χρεμύλος ὅμως δʼ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους
πίνειν, συνεκποτέʼ ἐστί σοι καὶ τὴν τρύγα.
Νεανίας ἀλλʼ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά.
Χρεμύλος οὐκοῦν τρύγοιπος ταῦτα πάντʼ ἰάσεται.
Νεανίας ἀλλʼ εἴσιθʼ εἴσω· τῷ θεῷ γὰρ βούλομαι
ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδʼ οὓς ἔχω.
Γραῦς ἐγὼ δέ γʼ αὐτῷ καὶ φράσαι τι βούλομαι.
Νεανίας ἐγὼ δέ γʼ οὐκ εἴσειμι.
Χρεμύλος θάρρει, μὴ φοβοῦ.
οὐ γὰρ βιάσεται.
Νεανίας πάνυ καλῶς τοίνυν λέγεις.
ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον.
Γραῦς βάδιζʼ· ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι.
Χρεμύλος ὡς εὐτόνως ὦ Ζεῦ βασιλεῦ τὸ γρᾴδιον
ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.
Χοροῦ
Καρίων τίς ἔσθʼ ὁ κόπτων τὴν θύραν; τουτὶ τί ἦν;
οὐδεὶς ἔοικεν· ἀλλὰ δῆτα τὸ θύριον
φθεγγόμενον ἄλλως κλαυσιᾷ.
Ἑρμῆς σέ τοι λέγω,
ὁ Καρίων, ἀνάμεινον.
Καρίων οὗτος εἰπέ μοι,
σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;
Ἑρμῆς μὰ Δίʼ ἀλλʼ ἔμελλον· εἶτʼ ἀνέῳξάς με φθάσας.
ἀλλʼ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,
ἒπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,
ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα,
ἔπειτα σαυτόν, εἶτα τὴν ὗν.
Καρίων εἰπέ μοι,
τί δʼ ἔστιν;
Ἑρμῆς ὁ Ζεὺς ὦ πόνηρε βούλεται
ἐς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον
ἁπαξάπαντας ἐς τὸ βάραθρον ἐμβαλεῖν.
Καρίων ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται.
ἀτὰρ διὰ τί δὴ ταῦτʼ ἐπιβουλεύει ποιεῖν
ἡμᾶς;
Ἑρμῆς ὁτιὴ δεινότατα πάντων πραγμάτων
εἴργασθʼ. ἀφʼ οὗ γὰρ ἤρξατʼ ἐξ ἀρχῆς βλέπειν
ὁ Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην,
οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλʼ οὐδὲ ἓν
ἡμῖν ἔτι θύει τοῖς θεοῖς.
Καρίων μὰ Δίʼ οὐδέ γε
θύσει. κακῶς γὰρ ἐπεμελεῖσθʼ ἡμῶν τότε.
Ἑρμῆς καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει,
ἐγὼ δʼ ἀπόλωλα κἀπιτέτριμμαι.
Καρίων σωφρονεῖς.
Ἑρμῆς πρότερον γὰρ εἶχον μὲν παρὰ ταῖς καπηλίσιν
πάντʼ ἀγάθʼ ἕωθεν εὐθύς, οἰνοῦτταν μέλι
ἰσχάδας, ὅσʼ εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν·
νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι.
Καρίων οὔκουν δικαίως, ὅστις ἐποίεις ζημίαν
ἐνίοτε τοιαῦτʼ ἀγάθʼ ἔχων;
Ἑρμῆς οἴμοι τάλας,
οἴμοι πλακοῦντος τοῦ νʼ τετράδι πεπεμμένου.
Καρίων ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.
Ἑρμῆς οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον.
Καρίων ἀσκωλίαζʼ ἐνταῦθα πρὸς τὴν αἰθρίαν.
Ἑρμῆς σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον.
Καρίων ὀδύνη σε περὶ τὰ σπλάγχνʼ ἔοικέ τι στρέφειν.
Ἑρμῆς οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης.
Καρίων ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις.
Ἑρμῆς ἆρʼ ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον;
Καρίων εἴ του δέει γʼ ὧν δυνατός εἰμί σʼ ὠφελεῖν.
Ἑρμῆς εἴ μοι πορίσας ἄρτον τινʼ εὖ πεπεμμένον
δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν
ὧν θύεθʼ ὑμεῖς ἔνδον.
Καρίων ἀλλʼ οὐκ ἐκφορά.
Ἑρμῆς καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου
ὑφέλοιʼ, ἐγώ σε λανθάνειν ἐποίουν ἀεί.
Καρίων ἐφʼ ᾧ τε μετέχειν καὐτὸς ὦ τοιχωρύχε.
ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.
Ἑρμῆς ἔπειτα τοῦτόν γʼ αὐτὸς ἂν κατήσθιες.
Καρίων οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί,
ὁπότε τι ληφθείην πανουργήσας ἐγώ.
Ἑρμῆς μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.
ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με.
Καρίων ἔπειτʼ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;
Ἑρμῆς τὰ γὰρ παρʼ ὑμῖν ἐστι βελτίω πολύ.
Καρίων τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ;
Ἑρμῆς πατρὶς γάρ ἐστι πᾶσʼ ἵνʼ ἂν πράττῃ τις εὖ.
Καρίων τί δῆτʼ ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδʼ ὤν;
Ἑρμῆς παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.
Καρίων στροφαῖον; ἀλλʼ οὐκ ἔργον ἔστʼ οὐδὲν στροφῶν.
Ἑρμῆς ἀλλʼ ἐμπολαῖον.
Καρίων ἀλλὰ πλουτοῦμεν· τί οὖν
Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;
Ἑρμῆς ἀλλὰ δόλιον τοίνυν.
Καρίων δόλιον; ἥκιστά γε·
οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλʼ ἁπλῶν τρόπων.
Ἑρμῆς ἀλλʼ ἡγεμόνιον.
Καρίων ἀλλʼ ὁ θεὸς ἤδη βλέπει,
ὥσθʼ ἡγεμόνος οὐδὲν δεησόμεσθʼ ἔτι.
Ἑρμῆς ἐναγώνιος τοίνυν ἔσομαι. τί δῆτʼ ἐρεῖς;
Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον
ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.
Καρίων ὡς ἀγαθόν ἐστʼ ἐπωνυμίας πολλὰς ἔχειν·
οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον.
οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ
σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.
Ἑρμῆς οὐκοῦν ἐπὶ τούτοις εἰσίω;
Καρίων καὶ πλῦνέ γε
αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας,
ἵνʼ εὐθέως διακονικὸς εἶναι δοκῇς.
Χοροῦ
Ἱερεύς τίς ἂν φράσειε ποῦ ʼστι Χρεμύλος μοι σαφῶς;
Χρεμύλος τί δʼ ἔστιν ὦ βέλτιστε;
Ἱερεύς τί γὰρ ἀλλʼ ἢ κακῶς;
ἀφʼ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,
ἀπόλωλʼ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω,
καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.
Χρεμύλος ἡ δʼ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν;
Ἱερεύς θύειν ἔτʼ οὐδεὶς ἀξιοῖ.
Χρεμύλος τίνος οὕνεκα;
Ἱερεύς ὅτι πάντες εἰσὶ πλούσιοι· καίτοι τότε,
ὅτʼ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος
ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν
δίκην ἀποφυγών, ὁ δʼ ἂν ἐκαλλιερεῖτό τις
κἀμέ γʼ ἐκάλει τὸν ἱερέα· νῦν δʼ οὐδὲ εἷς
θύει τὸ παράπαν οὐδὲν οὐδʼ εἰσέρχεται,
πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι.
Χρεμύλος οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;
Ἱερεύς τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ
χαίρειν ἐάσας ἐνθάδʼ αὐτοῦ καταμένειν.
Χρεμύλος θάρρει· καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.
ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,
αὐτόματος ἥκων.
Ἱερεύς πάντʼ ἀγαθὰ τοίνυν λέγεις.
Χρεμύλος ἱδρυσόμεθʼ οὖν αὐτίκα μάλʼ, ἀλλὰ περίμενε
τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος
τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.
ἀλλʼ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,
ἵνʼ ἔχων προηγῇ τῷ θεῷ σύ.
Ἱερεύς πάνυ μὲν οὖν
δρᾶν ταῦτα χρή.
Χρεμύλος τὸν Πλοῦτον ἔξω τις κάλει.
Γραῦς ἐγὼ δὲ τί ποιῶ;
Χρεμύλος τὰς χύτρας, αἷς τὸν θεὸν
ἱδρυσόμεθα, λαβοῦσʼ ἐπὶ τῆς κεφαλῆς φέρε
σεμνῶς· ἔχουσα δʼ ἦλθες αὐτὴ ποικίλα.
Γραῦς ὧν δʼ οὕνεκʼ ἦλθον;
Χρεμύλος πάντα σοι πεπράξεται.
ἥξει γὰρ ὁ νεανίσκος ὡς σʼ εἰς ἑσπέραν.
Γραῦς ἀλλʼ εἴ γε μέντοι νὴ Δίʼ ἐγγυᾷ σύ μοι
ἥξειν ἐκεῖνον ὡς ἔμʼ, οἴσω τὰς χύτρας.
Χρεμύλος καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία
αὗται ποιοῦσι· ταῖς μὲν ἄλλαις γὰρ χύτραις
ἡ γραῦς ἔπεστʼ ἀνωτάτω, ταύτης δὲ νῦν
τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.
Χορός οὐκ ἔτι τοίνυν εἰκὸς μέλλειν οὐδʼ ἡμᾶς, ἀλλʼ ἀναχωρεῖν
ἐς τοὔπισθεν· δεῖ γὰρ κατόπιν τούτων ᾄδοντας ἕπεσθαι.