Letter 3
Late Antiquity Basil of Caesarea Greek- Κανδιδιανῷ Ὅτε εἰς χεῖρας ἔλαβον τὴν ἐπιστολήν σου, ἔπαθόν τι ἀκοῆς ἄξιον. εὐλαβήθην αὐτὴν ὥς τι δημόσιον προσαγγέλλουσαν, καὶ παρʼ ὃν ἐξέλυον καιρὸν τὸν κηρόν, ἐφοβούμην προσβλέπων, ὡς οὐδεὶς ἐν αἰτίαις ὢν Σπαρτιάτης Λακωνικὴν σκυτάλην. ἐπεὶ δὲ ἔλυσα, καὶ πάνθʼ ἕκαστα ἐπεξῆλθον, γελάσαι μοι ἐπῆλθε, τοῦτο μὲν ὑφʼ ἡδονῆς, τοῦ μηδὲν ἀκοῦσαι νεώτερον, τοῦτο δὲ πρὸς τὰ Δημοσθένους τὰ σὰ κρίναντι. ὅτι ὁ μέν, ἐπειδὴ ὀλίγοις τισὶ χορευταῖς καὶ αὐληταῖς ἐχορήγει, οὐκέτι ἠξίου Δημοσθένης, ἀλλὰ χορηγὸς ὀνομάζεσθαι· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ χορηγῶν καὶ μή (χορηγῶν μέντοι πλείοσι μυριάσι στρατιωτῶν ἢ ὅσοις ἀνδράσιν ἐκεῖνος παρέσχε τὰ ἐπιτήδεια), ὅς γε οὔθʼ ἡμῖν ἀπὸ τοῦ σχήματος ἐπιστέλλεις, ἀλλὰ τὸν εἰωθότα τρόπον· καὶ τῆς περὶ λόγους σπουδῆς οὐδὲν ὑφίεσαι, ἀλλὰ τὸ τοῦ Πλάτωνος, ἐν χειμῶνι καὶ ζάλῃ πραγμάτων, οἷον ὑπὸ τείχει τινὶ καρτερῷ ἀποστάς, οὐδενὸς θορύβου τὴν ψυχὴν ἀναπίμπλασαι· μᾶλλον δὲ οὐδὲ ἑτέρους ἐᾷς, τό γε σαυτοῦ μέρος. Καὶ τὰ μὲν σὰ τοιαῦτα, μεγάλα καὶ θαυμαστὰ τοῖς συνορᾷν δυναμένοις, καὶ πάλιν οὐ θαυμαστὰ τῷ πρὸς τὴν ὅλην προαίρεσιν τοῦ βίου κρίνοντι. ἄκουε δὴ καὶ τὰ ἡμέτερα, παράδοξά τε ὄντα καὶ ἀκολούθως ἡμῖν ἀπαντῶντα. Ἀνήρ τις ἄγροικος τῶν συνοικούντων ἡμῖν ἐν Ἀννήσοις, οἰκέτου μου τελευτήσαντος, οὐ συμβόλαιον τι πρὸς αὐτὸν εἰπὼν ἐσχηκέναι, οὐ προσελθών μοι, οὐκ ἐπαιτιασάμενος, οὐ παρʼ ἑκόντος ἀξιώσας λαβεῖν, οὐκ ἀπειλήσας εἰ μὴ λάβοι βιάσασθαι, ἀθρόον μετά τινων ὁμοίων αὐτῷ τὴν ἀπόνοιαν ἐπιθέμενος ἡμῶν τῇ οἰκίᾳ, τά τε γύναια τὰ φυλάττοντα συνέτριψε τύπτων, καὶ καταῤῥήξας τὰς θύρας ἐξεφόρησεν ἅπαντα, τὰ μὲν αὐτὸς λαβών, τὰ δὲ εἰς διαρπαγὴν τοῖς βουλομένοις προθείς. Ἵνʼ οὖν μὴ ὁ ἔσχατος ὅρος ἡμεῖς τῆς ἀσθενείας ὦμεν καὶ παντὶ δόξωμεν ἐπιτήδειοι πρὸς ἐπιχείρησιν, ἣν ἐν πᾶσι τοῖς πράγμασιν ἡμῶν σπουδὴν ἐπιδέδειξαι, καὶ νῦν εἰσενέγκασθαι παρακλήθητι. μόνως γὰρ ἂν ἡμῖν οὕτω τὸ ἄπραγμον σώζοιτο, εἰ τῷ σῷ δραστηρίῳ συντεταγμένοι εἴημεν. γένοιτο δʼ ἂν ἡμῖν ἀρκοῦσα δίκη, εἰ διὰ τοῦ παγάρχου συλληφθεὶς ἐν τῷ δεσμωτηρίῳ βραχὺν κατακλεισθείη χρόνον. καὶ γὰρ οὐχ ὑπὲρ ὧν πεπόνθαμεν ἀγανακτοῦμεν μόνον, ἀλλὰ καὶ τῆς πρὸς τὸ λοιπὸν ἀσφαλείας δεόμεθα.