Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 4

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ὀλυμπίῳ Οἷα ποιεῖς, ὦ θαυμάσιε, τὴν φίλην ἡμῖν πενίαν καὶ φιλοσοφίας τροφὸν τῆς ἐσχατιᾶς ἀπελαύνων; οἶμαι γὰρ ἄν σε καὶ ἐξούλης γραφὴν ὑπʼ αὐτῆς φεύγειν, εἴ τις αὐτῇ προσγένοιτο λόγος· ὅτι τούτῳ συνοικεῖν εἱλόμην ἐγὼ νῦν μὲν τὸν Ζήνωνα ἐπαινοῦντι, ὃς ναυαγίῳ πάντα ἀποβαλὼν οὐδὲν ἀγεννὲς ἐφθέγξατο, ἀλλʼ, εὖγε, εἶπεν, ὦ τύχη, συνελαύνεις ἡμᾶς εἰς τὸ τριβώνιον, νῦν δὲ τὸν Κλεάνθην μισθῷ ὕδωρ τοῦ φρέατος ἀπαντλοῦντα, ὅθεν αὐτός τε διέζη καὶ τοῖς διδασκάλοις μισθοὺς ὑπετέλει. τὸν δὲ Διογένην οὐδὲ ἐπαύσατό ποτε θαυμάζων τοῖς παρὰ τῆς φύσεως μόνοις ἀρκεῖσθαι φιλοτιμούμενον, ὡς καὶ τὸ κισσύβιον ἀποῤῥῖψαι, ἐπειδήπερ παρὰ παιδὸς ἐδιδάχθη κοίλαις ταῖς χερσὶν ἐπικύπτων πίνειν. ταῦτα ἄν σοι καὶ τὰ τοιαῦτα ἡ σύνοικος ἡμῖν πενία μέμψαιτο, ταῖς μεγαλοδωρεαῖς ἐξοικισθεῖσα νῦν. προσθείη δὲ καὶ ἀπειλήν τινα· ὅτι, εἴ σε ἐνταῦθα πάλιν λάβοιμι, Σικελικὴν ἢ Ἰταλιῶτιν τρυφὴν ἀποδείξω τὰ πρότερα· οὕτω σε ἀκριβῶς τοῖς παρʼ ἐμαυτῆς ἀμυνοῦμαι. Καὶ ταῦτα μὲν δὴ τοιαῦτα. ἥσθην δὲ ἀκούσας ἦρχθαί σε τῆς θεραπείας ἤδη, καὶ εὔχομαί σε ὄνασθαι αὐτῆς. πρέποι δʼ ἂν τῇ ἱερᾷ σου ψυχῇ ἄλυπος ὑπηρεσία σώματος.