Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 5

    Basil of Caesarea

    In the atlas

    4 min
    1. Νεκταρίῳ παραμυθητική Οὔπω εἶχον τρίτην ἢ τετάρτην ἡμέραν πληγεὶς ἐπὶ τῇ ἀκοῇ τοῦ ἀφορήτου πάθους καὶ ἔτι ἀμφίβολος ὢν διὰ τὸ μηδὲ σαφῶς δυνηθῆναι ἡμῖν τῶν ἀνιαρῶν τὸν μηνυτὴν τὸ συμβὰν διηγήσασθαι, καὶ τῷ ἀπεύχεσθαι ἀληθῆ εἶναι δυσπαραδέκτως ἔχων πρὸς τὰ θρυλλούμενα, ἐδεξάμην γράμμα τοῦ ἐπισκόπου ἀκριβῶς σημαῖνον τὴν ἀπευκτὴν ἀγγελίαν. ἐφʼ ᾧ ὅσον μὲν ἐστέναξα καὶ ὅσον ἀφῆκα δάκρυον, τί χρὴ καὶ λέγειν; καὶ γὰρ τίς οὕτω λίθινος τὴν καρδίαν ἢ ἔξω παντελῶς τῆς ἀνθρωπίνης φύσεως ὥστε ἀπαθῶς ἐνεγκεῖν τὸ συμβὰν ἢ μετρίῳ πάθει τὴν ψυχὴν καταληφθῆναι; Οἴκου λαμπροῦ διαδοχή, ἔρεισμα γένους, πατρίδος ἐλπίς, γονέων εὐσεβῶν βλάστημα ὑπὸ μυρίαις εὐχαῖς ἐντραφέν, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ὤν, ἐκ μέσου τῶν πατρικῶν χειρῶν ἀναρπασθεὶς οἴχεται. ταῦτα ποίαν ἀδάμαντος φύσιν οὐχ ἱκανὰ ἐκλῦσαι καὶ εἰς συμπάθειαν ἀγαγεῖν; ὥστε οὐδὲν μέγα, εἰ καὶ ἡμῶν διὰ βάθους ἥψατο τὸ κακόν, ὁλοκλήρως ἐξ ἀρχῆς προσπεφυκότων ὑμῖν καὶ τάς τε εὐφροσύνας ὑμῶν καὶ τὰς λύπας ἰδίας ἑαυτῶν ποιουμένων. καίτοιγε ἐδόκει, τόν γε μέχρι τοῦ παρόντος χρόνον, ὀλίγα εἶναι τὰ λυποῦντα ὑμᾶς, ἐν τοῖς πλείστοις δὲ κατὰ ῥοῦν ὑμῖν τὰ πράγματα φέρεσθαι· ἀλλʼ ἀθρόως, βασκανίᾳ δαίμονος, πᾶσα ἐκείνη τοῦ οἴκου ἡ εὐθηνία καὶ τῶν ψυχῶν ἡ φαιδρότης ἠφάνισται, καὶ ἐγενόμεθα τῷ βίῳ διήγημα σκυθρωπόν. ἐὰν μὲν οὖν ποτνιᾶσθαι ἐπὶ τοῖς συμβᾶσι καὶ δακρύειν βουλώμεθα, οὐκ ἐξαρκέσει ἡμῖν ὁ χρόνος τοῦ βίου· πάντες δὲ ἄνθρωποι μεθʼ ἡμῶν στένοντες παρισῶσαι τῷ πάθει τὸν ὀδυρμὸν οὐ δυνήσονται· ἀλλὰ κἂν τὰ τῶν ποταμῶν ῥεύματα δάκρυον γένηται, ἐκπληρῶσαι τῶν συμβάντων τὸν θρῆνον οὐκ ἐξαρκέσει. Ἐὰν μέντοι θελήσωμεν τὸ τοῦ Θεοῦ δῶρον ὃ ἐναπέθετο ἐν ταῖς καρδίαις ἡμῶν προενεγκεῖν νῦν· τὸν λογισμὸν λέγω τὸν σώφρονα, ὃς καὶ ἐν ταῖς εὐημερίαις μέτρα οἶδε ταῖς ψυχαῖς ἡμῶν ὁρίζειν, καὶ ἐν ταῖς κατηφεστέραις περιστάσεσιν εἰς ὑπόμνησιν ἄγειν τῶν ἀνθρωπίνων καὶ ὑποβάλλειν ἡμῖν ἅ τε εἴδομεν, ἅ τε ἠκούσαμεν, ὅτι γέμει ὁ βίος τῶν τοιούτων παθῶν, καὶ πολλὰ τῶν ἀνθρωπίνων συμφορῶν ἐστὶ τὰ ὑποδείγματα, καὶ ἐπὶ πᾶσιν, ὅτι πρόσταγμα Θεοῦ ἐστὶ τὸ μὴ λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις τοὺς εἰς Χριστὸν πεπιστευκότας, διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, καὶ ὅτι τῆς μεγάλης ὑπομονῆς μεγάλοι παρὰ τῷ ἀθλοθέτῃ στέφανοι δόξης ἀπόκεινται· ἐὰν ἐπιτρέψωμεν τῷ λογισμῷ ταῦτα ἡμῖν κατεπᾴδειν, τάχα ἂν εὕροιμέν τινα μετρίαν τοῦ κακοῦ λύσιν. διὸ παρακαλῶ σε ὡς γενναῖον ἀγωνιστὴν στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς, καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ καταποθῆναι τὴν ψυχήν, ἐκεῖνο πεπεισμένον, ὅτι κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων διαφεύγωσιν ἡμᾶς, ἀλλὰ πάντως γε τὸ παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν ἀποδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. αὐτὸς γὰρ οἶδε πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον καὶ διὰ τί ἄνισα τίθησιν ἡμῖν τοῦ βίου τὰ πέρατα. ἔστι γάρ τις αἰτία ἀνθρώποις ἀκατάληπτος, δι’ ἣν οἱ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται, οἱ δὲ ἐπὶ πλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ καταλιμπάνονται. Ὥστε ἐπὶ πᾶσι προσκυνεῖν αὐτοῦ τὴν φιλανθρωπίαν ὀφείλομεν καὶ μὴ δυσχεραίνειν, μεμνημένοι τῆς μεγάλης ἐκείνης καὶ ἀοιδίμου φωνῆς ἣν ὁ μέγας ἀθλητὴς Ἰὼβ ἀνεφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖδας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. ἡμέτερον ποιησώμεθα τὸ θαῦμα τοῦτο· ἴσος ὁ μισθὸς παρὰ τοῦ δικαίου κριτοῦ τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις ἀνδραγαθήματα. οὐκ ἀπεστερήθημεν τοῦ παιδός, ἀλλʼ ἀπεδώκαμεν τῷ χρήσαντι· οὐδὲ ἠφανίσθη αὐτοῦ ἡ ζωή, ἀλλʼ ἐπὶ τὸ βέλτιον διημείφθη· οὐ γῆ κατέκρυψε τὸν ἀγαπητὸν ἡμῶν, ἀλλʼ οὐρανὸς ὑπεδέξατο. μικρὸν ἀναμείνωμεν, καὶ συνεσόμεθα τῷ ποθουμένῳ. οὐδὲ πολὺς ὁ χρόνος τῆς διαστάσεως, πάντων ὥσπερ ἐν ὁδῷ τῷ βίῳ τούτῳ πρὸς τὸ αὐτὸ καταγώγιον ἐπειγομένων· ἐν ᾧ ὁ μὲν προκατέλυσεν, ὁ δὲ ἐπῆλθεν, ὁ δὲ ἐπείγεται, πάντας δὲ ἓν ὑποδέξεται τέλος. εἰ γὰρ καὶ θᾶττον τὴν ὁδὸν προκατέλυσεν, ἀλλὰ πάντες τὴν αὐτὴν πορευσόμεθα καὶ πάντας τὸ αὐτὸ ἀναμένει κατάλυμα. μόνον γένοιτο ἡμᾶς δι’ ἀρετῆς τῇ καθαρότητι ἐκείνου ὁμοιωθῆναι, ἵνα διὰ τὸ ἄδολον τοῦ ἤθους τῆς αὐτῆς τοῖς ἐν Χριστῷ νηπίοις ἀναπαύσεως ἐπιτύχωμεν.